§4.3#3εἰρήκασι δέ τινες τῶν φυσιολόγων καὶ ἕτεροι περὶ τούτων, διὰ τίν᾽ αἰτίαν ὅμοια καὶ ἀνόμοια γίγνεται τοῖς γονεῦσιν.
一些自然哲学家和其他人也谈过这些问题,即出于什么原因,后代会像父母或不像父母。
δύο δὴ τρόπους λέγουσι τῆς αἰτίας.
他们提出了两种说明原因的方式。
ἔνιοι μὲν γάρ φασιν, ἀφ᾽ ὁποτέρου ἂν ἔλθῃ σπέρμα πλέον, τούτῳ γίγνεσθαι μᾶλλον ἐοικός, ὁμοίως παντί τε πᾶν καὶ μέρει μέρος, ὡς ἀπιόντος ἀφ᾽ ἑκάστου τῶν μορίων σπέρματος· ἂν δ᾽ ἴσον ἔλθῃ ἀφ᾽ ἑκατέρου, τοῦτο δ᾽ οὐδὲτέρῳ γίγνεσθαι ὅμοιον.
有些人说,从父母双方中哪一方来的精液较多,后代就更像哪一方,同样地,整体像整体,部分像部分,这是基于精液来自各个部位的假设;但如果双方来的精液等量,后代就哪一方也不像。
εἰ δὲ τοῦτ᾽ ἐστὶ ψεῦδος καὶ μὴ ἀπὸ παντὸς ἀπέρχεται, δῆλον ὡς οὐδὲ τῆς ὁμοιότητος καὶ ἀνομοιότητος αἴτιον ἂν εἴη τὸ λεχθέν.
但是,如果这是错误的,精液并不是来自所有部位,那么显然,所说的话就不能成为相似和不相似的原因。
ἔτι δὲ πῶς ἅμα θῆλυ μὲν πατρὶ ἐοικὸς ἄρρεν δὲ μητρὶ ἐοικός, οὐκ εὐπόρως δύνανται διορίζειν.
此外,他们不能轻易界定,为何同时会产生像父亲的雌性以及像母亲的雄性。
οἱ μὲν γὰρ ὥσπερ Ἐμπεδοκλῆς λέγοντες ἢ Δημόκριτος περὶ τοῦ θήλεος καὶ ἄρρενος τὴν αἰτίαν ἄλλον τρόπον ἀδύνατα λέγουσιν· οἱ δὲ τῷ πλεῖον ἢ ἔλαττον ἀπιέναι ἀπὸ τοῦ ἄρρενος ἢ θήλεος, καὶ διὰ τοῦτο γίγνεσθαι τὸ μὲν θῆλυ τὸ δ᾽ ἄρρεν, οὐκ ἂν ἔχοιεν ἀποδεῖξαι τίνα τρόπον τό τε θῆλυ τῷ πατρὶ ἐοικὸς ἔσται καὶ τὸ ἄρρεν τῇ μητρί· ἅμα γὰρ ἐλθεῖν πλέον ἀπ᾽ ἀμφοτέρων ἀδύνατον.
因为像恩培多克勒或德谟克利特那样以另一种方式解释雌雄产生原因的人,说的是不可能的事;而那些说由于从雄性或雌性流出的精液有多有少、并因此产生雌性和雄性的人,则无法证明雌性将如何像父亲、雄性又如何像母亲,因为同时从双方流出较多精液是不原型的。
ἔτι δὲ διὰ τίν᾽ αἰτίαν ἐοικὸς γίνεται τοῖς προγόνοις ὡς ἐπὶ τὸ πολὺ καὶ τοῖς ἄποθεν;
此外,由于什么原因,后代在大多数情况下会像祖先,甚至更远的祖先?
οὐ γὰρ ἀπ᾽ ἐκείνων γ᾽ ἀπελήλυθεν οὐθὲν τοῦ σπέρματος.
因为精液中显然没有来自他们的任何东西。
ἀλλὰ μᾶλλον οἱ τὸν λειπόμενον τρόπον λέγοντες περὶ τῆς ὁμοιότητος καὶ τἆλλα βέλτιον καὶ τοῦτο λέγουσιν.
相反,那些以剩下的一种方式解释相似性的人,在其他方面和这一点上都说得更好。
εἰσὶ γάρ τινες οἵ φασι τὴν γονὴν μίαν οὖσαν οἷον πανσπερμίαν εἶναί τινα πολλῶν· ὥσπερ οὖν εἴ τις κεράσειε πολλοὺς χυμοὺς εἰς ἓν ὑγρόν, κἄπειτ’ ἐντεῦθεν λαμβάνοι, καὶ δύναιτ᾽ ἂν λαμβάνειν μὴ ἴσον ἀεὶ ἀφ᾽ ἑκάστου, ἀλλ᾽ ὁτὲ μὲν τοῦ τοιοῦδε πλέον ὁτὲ δὲ τοῦ τοιοῦδε, ὁτὲ δὲ τοῦ μὲν λαβεῖν τοῦ δὲ μηθὲν λαβεῖν, τοῦτο συμβαίνειν καὶ ἐπὶ τῆς γονῆς πολυμιγοῦς οὔσης· ἀφ᾽ οὗ γὰρ ἂν τῶν γεννώντων πλεῖστον ἐγγένηται, τούτῳ γίνεσθαι τὴν μορφὴν ἐοικός.
因为有些人说,精液虽然是统一的,但却是一种由许多东西组成的混合物;正如如果有人把许多种汁液混合成一种液体,然后从中抽取,他不会总是从每种汁液中抽取等量,而是有时这种较多,有时那种较多,有时抽到了这一种而完全没有抽到另一种,他们说,在作为多重混合物的精液中也是这样发生的;因为后代在形态上会像生育者中元素存留最多的那一方。
οὗτος δὲ ὁ λόγος οὐ σαφὴς μὲν καὶ πλασματίας ἐστὶ πολλαχῇ, βούλεται δὲ καὶ βέλτιον λέγειν μὴ ἐνεργείᾳ ὑπάρχειν, ἀλλὰ κατὰ δύναμιν, ἣν λέγει πανσπερμίαν· ἐκείνως μὲν γὰρ ἀδύνατον, οὕτως δὲ δυνατόν·
这个学说虽然在很多方面不明确且带虚构色彩,但它意在通过说明这些元素并非以现实态存在、而是以潜在态存在(它称之为多重混合物)来作出更好的解释;因为在前者的方式下是不可能的,但在后者的方式下则是可能的。
οὐ ῥᾴδιον δὲ οὐδὲ τρόπον ἕνα τῆς αἰτίας ἀποδιδόντας τὰς αἰτίας εἰπεῖν περὶ πάντων, τοῦ τε γίνεσθαι θῆλυ καὶ ἄρρεν, καὶ διὰ τί τὸ μὲν θῆλυ τῷ πατρὶ πολλάκις ὅμοιον τὸ δ᾽ ἄρρεν τῇ μητρί, καὶ πάλιν τῆς πρὸς τοὺς προγόνους ὁμοιότητος, ἔτι δὲ διὰ τίν᾽ αἰτίαν ὁτὲ μὲν ἄνθρωπος μὲν τούτων δ᾽ οὐθενὶ προσόμοιος, ὁτὲ δὲ προϊὸν οὕτως τέλος οὐδὲ ἄνθρωπος ἀλλὰ ζῷόν τι μόνον φαίνεται τὸ γιγνόμενον, ἃ δὴ καὶ λέγεται τέρατα.
然而,对于仅归结于一种原因方式的人来说,要说明关于所有事物的原委并非易事——包括产生雌性和雄性,为什么雌性常常像父亲而雄性像母亲,以及对祖先的相似性,还有,出于什么原因,有时产生的是人却不像这些人中的任何一个,有时甚至发展下去,最终产生的东西看起来连人也不是,而仅是一种动物(这确实被称为怪物)。
καὶ γὰρ ἐχόμενον τῶν εἰρημένων ἐστὶν εἰπεῖν περὶ τῶν τοιούτων τὰς αἰτίας.
因为对于这类情况,也可以紧接着上述内容来说明其原因。
τέλος γὰρ τῶν μὲν κινήσεων λυομένων, τῆς δ᾽ ὕλης οὐ κρατουμένης, μένει τὸ καθόλου μάλιστα· τοῦτο δ᾽ ἐστὶ τὸ ζῷον.
因为最终,当运动解体、质料未被主导时,存留下来的主要是最普遍的东西;这就是“动物”。
τὸ δὲ γιγνόμενον κριοῦ κεφαλήν φασιν ἢ βοὸς ἔχειν, καὶ ἐν τοῖς ἄλλοις ὁμοίως ἑτέρου ζῴου, μόσχον παιδὸς κεφαλὴν ἢ πρόβατον βοός.
他们说产生的东西有公羊或公牛的头,在其他情况下也类似地具有另一种动物的特征,如子牛有小孩的头,或羊有牛的头。
ταῦτα δὲ πάντα συμβαίνει μὲν διὰ τὰς προειρημένας αἰτίας, ἔστι δ᾽ οὐθὲν ὧν λέγουσιν, ἀλλ᾽ ἐοικότα μόνον· ὅπερ γίγνεται καὶ μὴ πεπηρωμένων, διὸ πολλάκις οἱ σκώπτοντες εἰκάζουσι τῶν μὴ καλῶν ἐνίους τοὺς μὲν αἰγὶ φυσῶντι πῦρ, τοὺς δ᾽ οἰῒ κυρίττοντι.
但所有这些都是由于前述原因而发生的,它们并不是他们所说的那种东西,而只是像它们而已;这在没有畸形的人身上也会发生,因此那些嘲讽者经常把一些长得不好看的人,有的比作喷火的山羊,有的比作冲撞的绵羊。
φυσιογνώμων δέ τις ἀνῆγε πάσας εἰς δύο ζῴων ἢ τριῶν ὄψεις, καὶ συνέπειθε πολλάκις λέγων.
某个相面术士曾把所有的面容归为两三种动物的面容,并经常用他的话来说服人。
ὅτι δ᾽ ἐστὶν ἀδύνατον γίγνεσθαι τέρας τοιοῦτον, ἕτερον ἐν ἑτέρῳ ζῷον, δηλοῦσιν οἱ χρόνοι τῆς κυήσεως πολὺ διαφέροντες ἀνθρώπου καὶ προβάτου καὶ κυνὸς καὶ βοός· ἀδύνατον δ᾽ ἕκαστον γενέσθαι μὴ κατὰ τοὺς οἰκείους χρόνους.
但是,产生这种怪物——即在一种动物中产生另一种动物——是不可能的,这由人类、绵羊、狗和牛的妊娠期大不相同而表明;每一个物种都不可能不按照其固有的时期而产生。
τὰ μὲν οὖν τοῦτον τὸν τρόπον λέγεται τῶν τεράτων, τὰ δὲ τῷ πολυμερῆ τὴν μορφὴν ἔχειν, πολύποδα καὶ πολυκέφαλα γινόμενα.
因此,怪物中的一些是以这种方式被提及的,另一些则是由于形态具有多部位,而产生多足和多头的怪物。
πάρεγγυς δ᾽ οἱ λόγοι τῆς αἰτίας καὶ παραπλήσιοι τρόπον τινά εἰσιν οἵ τε περὶ τῶν τεράτων καὶ οἱ περὶ τῶν ἀναπήρων ζῴων·
关于怪物的原因与关于畸形动物的原因的论述在某种程度上是接近且类似的。