§4.1#4διὸ ἕκαστοι οἱ τόποι ἅμα ταῖς ἐκκρίσεσι γίνονται καὶ ταῖς δυνάμεσιν, ὥσπερ οὔθ’ ἡ ὄψις ἄνευ ὀφθαλμῶν οὔτ’ ὀφθαλμὸς τελειοῦται ἄνευ ὄψεως, καὶ κοιλία καὶ κύστις ἅμα τῷ δύνασθαι τὰ περιττώματα γίνεσθαι.
それゆえ、それぞれの部位は、排出物および能力と同時に形成される。 ちょうど、視覚が眼なしには完成されず、眼が視覚なしには完成されないように、また胃や膀胱も、残渣が生じる(処理される)能力を持つようになるのと同時に形成される。
ὄντος δὲ τοῦ αὐτοῦ ἐξ οὗ τε γίνεται καὶ αὔξεται, τοῦτο δ’ ἐστὶν ἡ τροφή, ἕκαστον ἂν γίνοιτο τῶν μορίων ἐκ τοιαύτης ὕλης ἧς δεκτικόν ἐστι, καὶ τοιούτου περιττώματος.
そして、それから形成され成長するものが同一であり、これが食物である以上、それぞれの部位は、それ自身が受け入れ可能なそのような素材から、またそのような残渣から形成されることになるだろう。
ἔτι δὲ γίνεται πάλιν, ὡς φαμέν, ἐκ τοῦ ἐναντίου πως.
さらに、我々が言うように、ある意味で逆のものから再び形成される。
τρίτον δὲ πρὸς τούτοις ληπτέον ὅτι εἴπερ ἡ φθορὰ εἰς τοὐναντίον, καὶ τὸ μὴ κρατούμενον ὑπὸ τοῦ δημιουργοῦντος ἀνάγκη μεταβάλλειν εἰς τοὐναντίον.
第三に、これらに加えて、もし消滅が逆のものへの変化であるならば、形成を担うものによって支配されないものは、必然的に逆のものへと変化しなければならないということを受け入れねばならない。
τούτων δ’ ὑποκειμένων ἴσως ἂν ἤδη μᾶλλον εἴη φανερὸν δι’ ἣν αἰτίαν γίνεται τὸ μὲν θῆλυ τὸ δ’ ἄρρεν.
これらが前提とされるなら、いかなる原因によって一方が雌となり他方が雄となるのかが、今やよりいっそう明らかになるであろう。
ὅταν γὰρ μὴ κρατῇ ἡ ἀρχὴ μηδὲ δύνηται πέψαι δι’ ἔνδειαν θερμότητος μηδ’ ἀγάγῃ εἰς τὸ ἴδιον εἶδος τὸ αὐτοῦ, ἀλλὰ ταύτῃ ἡττηθῇ, ἀνάγκη εἰς τοὐναντίον μεταβάλλειν.
なぜなら、原理が支配せず、熱の不足のために成熟させることができず、自らの固有の形相へと導くことができずに、この点で敗北するとき、必然的に逆のものへと変化するからである。
ἐναντίον δὲ τῷ ἄρρενι τὸ θῆλυ, καὶ ταύτῃ ᾗ τὸ μὲν ἄρρεν τὸ δὲ θῆλυ.
そして雌は雄の反対であり、まさに一方が雄であり他方が雌であるというその点においてそうである。
ἐπεὶ δ’ ἔχει διαφορὰν ἐν τῇ δυνάμει, ἔχει καὶ τὸ ὄργανον διαφέρον· ὥστ’ εἰς τοιοῦτον μεταβάλλει.
そして、能力において差異を持っている以上、異なる器官をも持っており、したがってそのようなものへと変化するのである。
ἑνὸς δὲ μορίου ἐπικαίρου μεταβάλλοντος ὅλη ἡ σύστασις τοῦ ζῴου πολὺ τῷ εἴδει διαφέρει.
そして、一つの極めて重要な部位が変化するとき、動物の全組織は、その姿において大きく異なる。
ὁρᾶν δ’ ἔξεστιν ἐπὶ τῶν εὐνούχων, οἳ ἑνὸς μορίου πηρωθέντος τοσοῦτον ἐξαλλάττουσι τῆς ἀρχαίας μορφῆς καὶ μικρὸν λείπουσι τοῦ θήλεος τὴν ἰδεαν.
そしてこのことは去勢された者において見ることができる。 彼らは一つの部位が損なわれることで、かつての姿から大きく変わり、雌の姿に紙一重のところまで迫るのである。
τούτου δ’ αἴτιον ὅτι ἔνια τῶν μορίων ἀρχαί εἰσιν·
この原因は、部位のうちの幾つかが原理だからである。
ἀρχῆς δὲ κινηθείσης πολλὰ ἀνάγκη μεθίστασθαι τῶν ἀκολουθούντων.
原理が動かされるとき、それに従属する多くのものが必然的に変化する。
εἰ οὖν τὸ μὲν ἄρρεν ἀρχή τις καὶ αἴτιον, ἔστι δ’ ἄρρεν ῃ δύναταί τι, θῆλυ δὲ ᾗ ἀδυνατεῖ, τῆς δὲ δυνάμεως ὅρος καὶ τῆς ἀδυναμίας τὸ πεπτικὸν εἶναι ἢ μὴ πεπτικὸν τῆς ὑστάτης τροφῆς, ὃ ἐν μὲν τοῖς ἐναίμοις αἷμα καλεῖται ἐν δὲ τοῖς ἄλλοις τὸ ἀνάλογον, τούτου δὲ τὸ αἴτιον ἐν τῇ ἀρχῇ καὶ τῷ μορίω τῷ ἔχοντι τὴν τῆς φυσικῆς θερμότητος ἀρχήν, ἀναγκαῖον ἄρα ἐν τοῖς ἐναίμοις συνίστασθαι καρδίαν, καὶ ἢ ἄρρεν ἔσεσθαι ἢ θῆλυ τὸ γινόμενον.
それゆえ、もし雄ある種の原理であり原因であって、あることができるという点で雄であり、できないという点で雌であり、その能力と不能力の限界が、最終的な食物(これは有血動物においては血液と呼ばれ、他の動物においてはその相応物と呼ばれる)を成熟させることができるか否かであり、そしてこの原因が、自然な熱の原理を有している原理と部位にあるとするならば、それゆえ有血動物においては心臓が形成され、形成されつつあるものは雄か雌かのいずれかになることが必然である。
ἐν δὲ τοῖς ἄλλοις γένεσιν ὑπάρχει τὸ θῆλυ καὶ τὸ ἄρρεν τὸ τῇ καρδίᾳ ἀνάλογον.
そして他の類においては、心臓に相当するものが存在し、それが雌雄を規定する。
ἡ μὲν οὖν ἀρχὴ τοῦ θήλεος καὶ ἄρρενος καὶ ἡ αἰτία αὕτη καὶ ἐν τούτῳ ἐστίν.
したがって、雌雄の原理および原因はこれであり、この中にある。
θῆλυ δ’ ἤδη καὶ ἄρρεν ἐστίν, ὅταν ἔχῃ καὶ τὰ μόρια οἷς διαφέρει τὸ θῆλυ τοῦ ἄρρενος.
しかし、雌が雄と異なる諸部位をも有するようになるとき、それはすでに雌であり雄である。
οὐ γὰρ καθ’ ὁτιοῦν μέρος ἄρρεν οὐδὲ θῆλυ, ὥσπερ οὐδ’ ὁρῶν καὶ ἀκοῦον.
というのも、いかなる部位によっても雄や雌であるわけではないからであり、それは視覚を持つことや聴覚を持つことがそうであるのと同様である。
ἀναλαβόντες δὲ πάλιν λέγομεν ὅτι τὸ μὲν σπέρμα ὑπόκειται περίττωμα τροφῆς ὂν τὸ ἔσχατον.
再び要約して言えば、精液は食物の最終的な残渣として前提されている。
ἔσχατον δὲ λέγω τὸ πρὸς ἕκαστον φερόμενον.
そして「最終的」と私が言うのは、それぞれの部位へと運ばれるもののことである。
διὸ καὶ ἔοικε τὸ γεννώμενον τῷ γεννήσαντι.
それゆえまた、生まれるものは生み出したものに似るのである。
οὐθὲν γὰρ διαφέρει ἀφ’ ἑκάστου τῶν μορίων ἀπελθεῖν ἢ πρὸς ἕκαστον προσελθεῖν, ὀρθότερον δ’ οὕτως.
というのも、それぞれの部位から出ていくことと、それぞれの部位へ運ばれることとの間には何ら違いがないからであり、後者の方がより正しいのである。
διαφέρει δὲ τὸ τοῦ ἄρρενος σπέρμα, ὅτι ἔχει ἀρχὴν ἐν ἑαυτῷ τοιαύτην οἵαν κινεῖν καὶ ἐν τῷ ζῴῳ καὶ διαπέττειν τὴν ἐσχάτην τροφήν, τὸ δὲ τοῦ θήλεος ὕλην μόνον.
しかし、雄の精液は、体内で最終的な食物を動かし、十分に成熟させるような原理を自らの内に有している点で異なっており、雌のそれは素材のみを有している。
κρατῆσαν μὲν οὖν εἰς αὐτὸ ἄγει, κρατηθὲν δ’ εἰς τοὐναντίον μεταβάλλει ἢ εἰς φθοράν.
それゆえ、支配するときはそれを自分自身へと導くが、支配されるときは逆のものへと変化するか、消滅へと至る。
ἐναντίον δὲ τῷ ἄρρενι τὸ θῆλυ.
そして、雄の反対は雌である。
θῆλυ δὲ τῇ ἀπεψίᾳ καὶ τῇ ψυχρότητι τῆς αἱματικῆς τροφῆς.
そして、血液による食物の未成熟と冷たさによって雌となる。
ἡ δὲ φύσις ἑκάστῳ τῶν περιττωμάτων ἀποδίδωσι τὸ δεκτικὸν μόριον.
そして自然は、残渣のそれぞれに対して、受け入れる部位を割り当てる。
τὸ δὲ σπέρμα περίττωμα.
そして精液は残渣である。
τοῦτο δὲ τοῖς μὲν θερμοτέροις καὶ ἄρρεσι τῶν ἐναίμων εὔογκον τῷ πλήθει, διὸ τὰ δεκτικὰ μόρια πόροι ταύτης τῆς περιττώσεώς εἰσι τοῖς ἄρρεσιν.
そしてこれは、有血動物のより温かく雄であるものにおいては、量において適度であり、それゆえ雄にとっての受け入れ部位はこの残渣の通路なのである。
τοῖς δὲ θήλεσι δι’ ἀπεψίαν πλῆθος αἱματικόν (ἀκατέργαστον γάρ), ὥστε καὶ μόριον δεκτικὸν ἀναγκαῖον εἶναί τι, καὶ εἶναι τοῦτο ἀνόμοιον καὶ μέγεθος ἔχειν.
しかし雌にとっては、未成熟のゆえに血液の量が多く(未加工だからである)、したがって何らかの受け入れ部位が存在することが必然であり、これが異なり、かつ大きさを有しているのである。
διὸ τῆς ὑστέρας τοιαύτη ἡ φύσις ἐστίν.
それゆえ、子宮の自然はそのようになっている。
τούτῳ δὲ τὸ θῆλυ διαφέρει τῷ μορίῳ τοῦ ἄρρενος.
そしてこの部位によって、雌は雄と異なるのである。