§4.1#1Δ. Περὶ μὲν οὖν τῆς γενέσεως τῆς τῶν ζῴων εἴρηται καὶ κοινῇ καὶ χωρὶς περὶ πάντων.
Δ. さて、動物の発生については、すべてについて総括的にも個別的にも語られた。
ἐπεὶ δ’ ἐν τοῖς τελεωτάτοις αὐτῶν ἐστὶ τὸ θῆλυ καὶ τὸ ἄρρεν κεχωρισμένον, καὶ ταύτας τὰς δυνάμεις ἀρχάς φαμεν εἶναι πάντων καὶ ζῳων καὶ φυτῶν, ἀλλὰ τὰ μὲν αὐτὰς ἀχωρίστους ἔχει τὰ δὲ κεχωρισμένας, λεκτέον περὶ τῆς γενέσεως τῆς τούτων πρῶτον.
しかし、それらのうち最も完全なものにおいては雌と雄が分かれており、我々はこれらの能力がすべての動物および植物の原理であると主張しているが、あるものはそれらを分かちがたく持っており、他のものは分かれて持っているので、まずこれら(雌雄)の発生について語らねばならない。
ἔτι γὰρ ἀτελῶν ὄντων ἐν τῷ γένει διορίζεται τὸ θῆλυ καὶ τὸ ἄρρεν.
というのも、それらがその属においてまだ未完成であるうちに、雌と雄は区別されるからである。
πότερον δὲ καὶ πρὶν δήλην τὴν διαφορὰν εἶναι πρὸς τὴν αἴσθησιν ἡμῶν τὸ μὲν θῆλυ τὸ δ’ ἄρρεν ἐστίν, ἐν τῇ μητρὶ λαβόντα τὴν διαφορὰν ἢ πρότερον, ἀμφισβητεῖται.
ところで、その相違が我々の感覚に明らかになる前であっても、一方が雌であり他方が雄であるのか、それとも母親の中でその相違を得るのか、あるいはそれ以前であるのかについては、議論が分かれている。
φασὶ γὰρ οἱ μὲν ἐν τοῖς σπέρμασιν εἶναι ταύτην τὴν ἐναντίωσιν εὐθύς, οἷον Ἀναξαγόρας καὶ ἕτεροι τῶν φυσιολόγων·
なぜなら、ある人々は精液の中にこの対立が最初から存在すると言うからである。 たとえばアナクサゴラスや他の自然学者たちがそうである。
γίνεσθαί τε γὰρ ἐκ τοῦ ἄρρενος τὸ σπέρμα, τὸ δὲ θῆλυ παρέχειν τὸν τόπον, καὶ εἶναι τὸ μὲν ἄρρεν ἐκ τῶν δεξιῶν τὸ δὲ θῆλυ ἐκ τῶν ἀριστερῶν, καὶ τῆς ὑστέρας τὰ μὲν ἄρρενα ἐν τοῖς δεξιοῖς εἶναι τὰ δὲ θήλεα ἐν τοῖς ἀριστεροῖς.
というのも、彼らは、精液は雄から生じ、雌は場所を提供するだけであって、雄の精液は右側から、雌の精液は左側から生じ、子宮の中でも雄は右側に、雌は左側に位置する、と言うからである。
οἱ δ’ ἐν τῇ μήτρᾳ, καθάπερ Ἐμπεδοκλῆς·
これに対して他の人々は、子宮の中で生じると言う。 たとえばエンペドクレスがそうである。
τὰ μὲν γὰρ εἰς θερμὴν ἐλθόντα τὴν ὑστέραν ἄρρενα γίνεσθαί φησι τὰ δ’ εἰς ψυχρὰν θήλεα, τῆς δὲ θερμότητος καὶ τῆς ψυχρότητος τὴν τῶν καταμηνίων αἰτίαν εἶναι ῥύσιν, ἢ ψυχροτέραν οὖσαν ἢ θερμοτέραν, καὶ ἢ παλαιοτέραν ἢ προσφατωτέραν.
彼は、温かい子宮に入ったものは雄になり、冷たい子宮に入ったものは雌になると言い、その温かさと冷たさの原因は経血の流出であり、それがより冷たいか温かいか、あるいはより古いか新しいかによる、と言う。
Δημόκριτος δὲ ὁ Ἀβδηρίτης ἐν μὲν τῇ μητρὶ γίνεσθαί φησι τὴν διαφορὰν τοῦ θήλεος καὶ τοῦ ἄρρενος, οὐ μέντοι διὰ θερμότητά γε καὶ ψυχρότητα τὸ μὲν γίγνεσθαι θῆλυ τὸ δ’ ἄρρεν, ἀλλ’ ὁποτέρου ἂν κρατήσῃ τὸ σπέρμα τὸ ἀπὸ τοῦ μορίου ἐλθὸν ᾧ διαφέρουσιν ἀλλήλων τὸ θῆλυ καὶ τὸ ἄρρεν.
また、アブデラの人デモクリトスは、雌雄の相違は母親の中で生じると言うが、温かさや冷たさによって一方が雌になり他方が雄になるのではなく、雌雄が互いに異なっている部位から来た精液の、どちらが打ち勝つかによって生じると言う。
τοῦτο γὰρ ὡς ἀληθῶς Ἐμπεδοκλῆς ῥαθυμότερον ὑπείληφεν, οἰόμενος ψυχρότητι καὶ θερμότητι διαφέρειν μόνον ἀλλήλων, ὁρῶν ὅλα τὰ μόρια μεγάλην ἔχοντα διαφορὰν τήν τε τῶν αἰδοίων καὶ τὴν τῆς ὑστέρας.
というのも、エンペドクレスはこれを実に安易に捉えており、温かさと冷たさだけで互いに異なると考えていたが、生殖器や子宮などの全体の部分が大きな相違を持っているのを目にしているからである。
εἰ γὰρ πεπλασμένων τῶν ζῴων, τοῦ μὲν τὰ μόρια ἔχοντος τὰ τοῦ θήλεος πάντα, τοῦ δὲ τὰ τοῦ ἄρρενος, καθάπερ εἰς κάμινον εἰς τὴν ὑστέραν τεθείη, τὸ μὲν ἔχον ὑστέραν εἰς θερμήν, τὸ δὲ μὴ ἔχον εἰς ψυχράν, ἔσται θῆλυ τὸ οὐκ ἔχον ὑστέραν καὶ ἄρρεν τὸ ἔχον.
なぜなら、もし動物たちがすでに形作られていて、一方は雌のすべての部位を持ち、他方は雄のすべての部位を持っているとして、それらがちょうど炉の中に入れられるように子宮の中に入れられた場合、子宮を持つものが温かい子宮に、持たないものが冷たい子宮に入れられたとしても、子宮を持たないものが雌になり、持つものが雄になるということになってしまうからである。
τοῦτο δ’ ἀδύνατον.
しかし、これは不可能である。
ὥστε ταύτῃ γε βέλτιον ἂν λέγοι Δημόκριτος·
したがって、この点において少なくともデモクリトスの方がより良く言っていると言えるだろう。
ζητεῖ γὰρ ταύτης τῆς γενέσεως τὴν διαφορὰν καὶ πειρᾶται λέγειν·
なぜなら、彼はこの発生の相違を追究し、それを説明しようと試みているからである。
εἰ δὲ καλῶς ἢ μὴ καλῶς, ἕτερος λόγος.
それがうまく説明できているか否かは別の議論であるが。
ἀλλὰ μὴν κἂν ᾖ τῶν μορίων τῆς διαφορᾶς αἴτιον ἡ θερμότης καὶ ἡ ψυχρότης, τοῦτο λεκτέον ἦν τοῖς ἐκείνως λέγουσιν·
しかしながら、たとえ温かさと冷たさがこれら諸部位の相違の原因であるとしても、そのように主張する者たちは次のことを説明せねばならなかった。
τοῦτο γάρ ἐστιν ὡς εἰπεῖν τὸ λέγειν περὶ γενέσεως ἄρρενος καὶ θήλεος τοῦτο γὰρ διαφέρει φανερῶς οὐ μικρόν τε ἔργον τὸ ἀπ’ ἐκείνης τῆς ἀρχῆς περὶ τῆς γενέσεως τούτων τῶν μορίων τὴν αἰτίαν συναγαγεῖν, ὡς ἀναγκαῖον ἀκολουθεῖν ψυχομένῳ μὲν τῷ ζῴῳ γίνεσθαι τοῦτο τὸ μόριον ἣν καλοῦσιν ὑστέραν, θερμαινομένῳ δὲ μὴ γίνεσθαι.
というのも、いわばこれこそが雄と雌の発生について語るということであり、この点こそが明らかに他と異なっているからである。 また、あの原理から、これらの部位の発生に関する原因を導き出し、動物が冷やされるときには彼らが子宮と呼ぶこの部位が生じ、温められるときには生じないということが、必然的に帰結することを示すのは、決して容易なことではないからである。
τὸν αὐτὸν δὲ τρόπον καὶ περὶ τῶν εἰς τὴν ὁμιλίαν συντελούντων μορίων·
交わりに寄与する器官についても同様である。
καὶ γὰρ ταῦτα διαφέρει, καθάπερ εἴρηται πρότερον.
なぜなら、これらもまた、前に述べたように、異なっているからである。
ἔτι δὲ γίνεται δίδυμα θῆλυ καὶ ἄρρεν ἅμα ἐν τῷ αὐτῷ μορίῳ πολλάκις τῆς ὑστέρας, καὶ τοῦθ’ ἱκανῶς τεθεωρήκαμεν ἐκ τῶν ἀνατομῶν ἐν πᾶσι τοῖς ζῳοτοκοῦσι, καὶ ἐν τοῖς πεζοῖς καὶ ἐν τοῖς ἰχθύσιν·
さらに、多くの場合、子宮の同じ部位の中に、雌と雄の双子が同時に生じることがあり、このことは我々が解剖によって、陸棲のものや魚類など、すべての胎生動物において十分に観察してきたことである。
περὶ ὧν εἰ μὲν μὴ συνεωράκει, εὐλόγως ἡμάρτανε ταύτην τὴν αἰτίαν εἰπών, εἰ δ’ ἑωρακώς, ἄτοπον τὸ ἔτι νομίζειν αἰτίαν εἶναι τὴν τῆς ὑστέρας θερμότητα ἢ ψυχρότητα·
この点に関して、もし彼が気づいていなかったなら、そのような原因を述べたのも無理からぬ誤りであったが、もし見ていたのであれば、子宮の温かさや冷たさが原因であるといまだに考えるのは奇妙なことである。
ἄμφω γὰρ ἂν ἐγίνετο ἢ θήλεα ἢ ἄρρενα, νῦν δὲ τοῦτ’ οὐχ ὁρῶμεν συμβαῖνον.
なぜなら、そうであれば双子は両方とも雌になるか、あるいは両方とも雄になるはずだが、実際にはそのようなことが起こるのを我々は目にしないからである。