§3.9Περὶ μὲν οὖν τῶν ἄλλων ζῴων τῆς γενέσεως εἴρηται, καὶ πεζῶν καὶ πτηνῶν καὶ πλωτῶν.
さて、他の動物、すなわち陸生、鳥類、水生の動物の発生については述べられた。
περὶ δὲ τῶν ἐντόμων καὶ τῶν ὀστρακοδέρμων λεκτέον κατὰ τὴν ὑφηγημένην μέθοδον.
しかし、昆虫類と殻皮類については、提示された方法に従って述べなければならない。
εἴπωμεν δὲ πρῶτον περὶ τῶν ἐντόμων.
まず昆虫類について語ることにしよう。
ὅτι μὲν οὖν τὰ μὲν ἐξ ὀχείας γίνεται τῶν τοιούτων τὰ δ᾽ αὐτόματα, πρότερον ἐλέχθη, πρὸς δὲ τούτοις ὅτι σκωληκοτοκεῖ καὶ διὰ τίν᾽ αἰτίαν σκωληκοτοκεῖ.
さて、これらのうち、あるものは交尾によって生じ、あるものは自然発生によって生じることは、以前に述べられた。 さらに、これらが幼虫を産むこと、およびいかなる原因で幼虫を産むのかについても述べられた。
σχεδὸν γὰρ ἔοικε πάντα τρόπον τινὰ σκωληκοτοκεῖν πρῶτον·
というのも、ほぼすべてのものが、ある意味で、最初は幼虫を産むように見えるからである。
τὸ γὰρ ἀτελέστατον κύημα τοιοῦτόν ἐστιν.
なぜなら、最も不完全な胚とはそのようなものだからである。
ἐν πᾶσι δὲ καὶ τοῖς ζῳοτοκοῦσι καὶ τοῖς ᾠοτοκοῦσι τέλειον ᾠὸν τὸ κύημα τὸ πρῶτον ἀδιόριστον ὂν λαμβάνει τὴν αὔξησιν·
そして、胎生のものにおいても、完全な卵を産むものにおいても、胚は最初は未分化なままで成長を遂げる。
τοιαύτη δ᾽ ἐστὶν ἡ τοῦ σκώληκος φύσις.
そして、幼虫の本性とはそのようなものである。
μετὰ δὲ τοῦτο τὰ μὲν ᾠοτοκεῖ τὸ κύημα τέλειον, τὰ δ᾽ ἀτελές, ἔξ δὲ γίγνεται τέλειον, καθάπερ ἐπὶ τῶν ἰχθύων εἴρηται πολάκις.
この後、あるものは胚を完全なものとして産み、他のものは不完全なものとして産んで、それが体外で完全なものとなる。 これは魚類についてしばしば述べられた通りである。
τὰ δ᾽ ἐν αὑτοῖς ζῳοτοκοῦντα τρόπον τινὰ μετὰ τὸ σύστημα τὸ ἐξ ἀρχῆς ᾠοειδὲς γίνεται·
他方、体内で胎生であるものは、最初の組織化の後、ある意味で卵のようになる。
περιέχεται γὰρ τὸ ὑγρὸν ὑμένι λεπτῷ, καθάπερ ἂν εἴ τις ἀφέλοι τὸ τῶν ᾠῶν ὄστρακον·
というのも、その液体は、あたかも卵の殻を取り除いたかのように、薄い膜に包まれているからである。
διὸ καὶ καλοῦσι τὰς τότε γιγνομένας τῶν κυημάτων φθορὰς ἐκρύσεις.
それゆえ、彼らはその時期に起こる胚の流産を「流出」と呼ぶのである。
τὰ δ᾽ ἔντομα καὶ γεννᾷ τὰ γεννῶντα σκώληκας, καὶ τὰ γιγνόμενα μὴ δι᾽ ὀχείας ἀλλ᾽ αὐτόματα ἐκ τοιαύτης γίγνεται πρῶτον συστάσεως.
しかし、昆虫類のうち生殖を行うものは幼虫を産み、交尾によらず自然発生するものは、最初はこのような組織化から生じる。
δεῖ γὰρ καὶ τὰς κάμπας εἶδος τιθέναι σκώληκος, καὶ τὰ τῶν ἀραχνίων.
というのも、毛虫もクモの胚も、一種の幼虫とみなさなければならないからである。
καίτοι δόξειεν ἂν ᾠοῖς ἐοικέναι διὰ τὴν τοῦ σχήματος περιφέρειαν καὶ τούτων ἔνια καὶ πολλὰ τῶν ἄλλων·
もっとも、これらのうちのあるものや、他の多くのものは、その形状の丸みのゆえに、卵に似ているように思われるかもしれない。
ἀλλ᾽ οὐ τῷ σχήματι λεκτέον οὐδὲ τῇ μαλακότητι καὶ σκληρότητι καὶ γὰρ σκληρὰ τὰ κυήματα γίγνεται ἐνίων) ἀλλὰ τῷ ὅλον μεταβάλλειν καὶ μὴ ἐκ μορίου τινὸς γίνεσθαι τὸ ζῷον.
しかし、形状によっても、柔らかさや硬さによっても決定すべきではない(というのも、あるものの胚は硬くなるからである)。 そうではなく、全体が変化すること、および動物がその一部分から生じるのではないことによって決定すべきである。
προελθόντα δὲ πάντα τὰ σκωληκώδη καὶ τοῦ μεγέθους λαβόντα τέλος οἷον ᾠὸν γίγνεται·
そして、すべての幼虫状のものは、成長が進んで大きさの限度に達すると、いわば卵のようになる。
σκληρύνεταί τε γὰρ περὶ αὐτὰ τὸ κέλυφος, καὶ ἀκινητίζουσι κατὰ τοῦτον τὸν καιρόν.
なぜなら、それらの周囲の殻が硬くなり、その時期には動かなくなるからである。
δῆλον δὲ τοῦτο ἐν τοῖς σκώληξι τοῖς τῶν μελίττῶν καὶ σφηκῶν καὶ ταῖς κάμπαις.
このことは、ミツバチやスズメバチの幼虫、および毛虫において明らかである。
τούτου δ᾽ αἴτιον ὅτι ἡ φύσις ὡσπερανεὶ πρὸ ὥρας ᾠοτοκεῖ διὰ τὴν ἀτέλειαν τὴν αὑτῆς, ὡς ὄντος τοῦ σκώληκος ἔτι ἐν αὐξήσει ᾠοῦ μαλακοῦ.
この原因は、自然が自身の不完全さのゆえに、いわば時期尚早に産卵するからである。 それは、幼虫がいまだ成長中の柔らかい卵であるかのようである。
τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τῶν ἄλλων συμβαίνει πάντων τῶν μὴ ἐξ ὀχείας γιγνομένων ἐν ἐρίοις ἤ τισιν ἄλλοις τοιούτοις, καὶ τῶν ἐν τοῖς ὕδασιν.
そして、同じことが、交尾によらず、羊毛の中やその他のそのようなものの中に生じる他のすべてのもの、および水の中に生じるものについても起こる。
πάντα γὰρ μετὰ τὴν τοῦ σκώληκος φύσιν ἀκινητίσαντα, καὶ τοῦ κελύφους περιξηρανθέντος, μετὰ ταῦτα τούτου ῥαγέντος ἐξέρχεται καθάπερ ἐξ ᾠοῦ ζῷον ἐπιτελεσθὲν ἐπὶ τῆς τρίτης γενέσεως, ὧν τὰ πλεῖστα πτερωτὰ τῶν πεζῶν ἐστίν.
なぜなら、すべては幼虫の段階の後に動かなくなり、殻が乾燥しきった後、その殻が破れることによって、あたかも卵から出るかのように、第三の発生において完成された動物として出てくるからである。 それらの大部分は、陸生のものから有翼のものになる。
κατὰ λόγον δὲ συμβαίνει καὶ τὸ θαυμασθὲν ἂν δικαίως ὑπὸ πολλῶν.
そして、多くの人々によって当然のことながら驚かれるであろうことも、道理にかなって起こる。
αἵ τε γὰρ κάμπαι λαμβάνουσαι τὸ πρῶτον τροφὴν μετὰ ταῦτα οὐκέτι λαμβάνουσιν, ἀλλ᾽ ἀκινητίζουσιν αἱ καλούμεναι ὑπό τινων χρυσαλλίδες, καὶ τῶν σφηκῶν οἱ σκώληκες καὶ τῶν μελιττῶν.
というのも、毛虫は最初は食物を摂取するが、その後はもはや摂取せず、ある人々によって蛹と呼ばれるものになって動きを止めるからであり、スズメバチやミツバチの幼虫も同様だからである。
μετὰ ταῦτα αἱ καλούμεναι νύμφαι γίνονται, καὶ τοιοῦτον οὐδὲν ἔχουσιν·
この後、いわゆる成虫になり、そのようなものを全く持たない。
καὶ γὰρ ἡ τῶν ᾠῶν φύσις ὅταν λάβῃ τέλος, ἀναυξής ἐστι, τὸ δὲ πρῶτον αὐξάνεται καὶ λαμβάνει τροφήν, ἕως ἂν διορισθῇ καὶ γένηται τέλειον ᾠόν.
というのも、卵の本性も完成に達したときには成長を止めるが、最初は、分化して完全な卵になるまで成長し、食物を摂取するからである。
τῶν δὲ σκωλήκων οἱ μὲν ἔχουσιν ἐν ἑαυτοῖς τὸ τοιοῦτον ὅθεν τρεφομένοις ἐπιγίγνεται τοιοῦτον περίττωμα, οἷ τε τῶν μελιττῶν καὶ σφηκῶν·
そして、幼虫のうち、あるものは自分たちの内部にそのようなものを持っており、そこから栄養を取ることでそのような老廃物が生じる。 例えばミツバチやスズメバチの幼虫がそうである。
οἱ δὲ λαμβάνουσι θύραθεν, ὥσπερ αἵ τε κάμπαι καὶ τῶν ἄλλων τινὲς σκωλήκων.
他方、あるものは外部からそれを摂取する。 例えば毛虫やその他のある種の幼虫がそうである。
διότι μὲν οὖν τριγενῆ τε γίγνεται τὰ τοιαῦτα, καὶ δι᾽ ἣν αἰτίαν ἐκ κινουμένων ἀκινητίζει πάλιν, εἴρηται γίγνεται δὲ τὰ μὲν ἐξ ὀχείας αὐτῶν, καθάπερ οἵ τε ὄρνιθες καὶ τὰ ζῳοτόκα καὶ τῶν ἰχθύων οἱ πλεῖστοι, τὰ δ᾽ αὐτόματα, καθάπερ ἔνια τῶν φυομένων.
したがって、なぜこのようなものが三段階の発生を経るのか、また、いかなる原因で動いていた状態から再び動かなくなるのかについては、述べられた。 そして、それらのうち、あるものは鳥類や胎生のもの、また魚類の大部分と同様に交尾によって生じ、他のものは植物の一部と同様に自然発生する。