§3.10#1Ἡ δὲ τῶν μελιττῶν γένεσις ἔχει πολλὴν ἀπορίαν.
ミツバチの発生は多くの難問を含んでいる。
ἐπεὶ γάρ ἐστι καὶ περὶ τοὺς ἰχθῦς τοιαύτη τις γένεσις ἐνίων ὥστ᾽ ἄνευ ὀχείας γεννᾶν, τοῦτο συμβαίνειν ἔοικε καὶ περὶ τὰς μελίττας ἐκ τῶν φαινομένων.
というのも、魚類の一部においても交尾なしで発生するというそのような発生様式が存在するので、現象から判断すると、同じことがミツバチについても起こっているように思われるからである。
ἀνάγκη γὰρ ἤτοι φέρειν αὐτὰς ἄλλοθεν τὸν γόνον, ὥσπερ τινές φασι, καὶ τοῦτον ἢ φυόμενον αὐτόματον ἢ ἄλλου τινὸς ζῴου τίκτοντος, ἢ γεννᾶν αὐτάς, ἢ τὸν μὲν φέρειν τὸν δὲ γεννᾶν (καὶ γὰρ τοῦτο λέγουσί τινες, ὡς τὸν τῶν κηφήνων μόνων φέρουσι γόνον), καὶ γεννᾶν ἢ ὀχευομένας ἢ ἀνοχεύτους, καὶ ὀχευομένας γεννᾶν ἤτοι ἕκαστον γένος καθ᾽ αὑτὸ ἢ ἕν τι αὐτῶν τἆλλα ἢ συνδυαζόμενον ἄλλο γένος ἄλλῳ, λέγω δ᾽ οἷον μελίττας μὲν γίγνεσθαι ἐκ μελιττῶν συνδυαζομένων, κηφῆνας δ᾽ ἐκ κηφήνων καὶ τοὺς βασιλεῖς ἐκ τῶν βασιλέων, ἢ πάντα τἆλλα ἐξ ἑνὸς οἷον ἐκ τῶν καλουμένων βασιλέων καὶ ἡγεμόνων, ἢ ἐκ τῶν κηφήνων καὶ τῶν μελιττῶν· φασὶ γάρ τινες τοὺς μὲν ἄρρενας εἶναι τοὺς δὲ θήλεις, οἷον τὰς μὲν μελίττας ἄρρενας τοὺς δὲ κηφῆνας θήλεας.
なぜなら、ある人々が言うように、彼女らが他所から子を運んでくるかのいずれかであり、しかもそれが自然に発生したものであるか、あるいは他の何らかの動物が産んだものであるかのいずれかであるか、あるいは彼女ら自身が産むのか、あるいは一方を運んできて他方を産むのか(実際、ある人々はこのように言っており、雄バチの胚だけを運んでくるのだとする)、そして産むにしても、交尾して産むのか、交尾せずに産むのか、また交尾して産む場合には、それぞれの種類がそれ自体で産むのか、あるいはそれらのうちの一つの種類が他のすべての種類を産むのか、あるいは別の種類が別の種類と交尾するのか(私が言うのは、例えばミツバチ同士の交尾からミツバチが生じ、雄バチ同士から雄バチが生じ、王たちから王たちが生じるというようなことである)、あるいは他のすべてが一つのものから、例えばいわゆる王や指導者たちから生じるのか、あるいは雄バチとミツバチから生じるのか(というのも、ある人々は一方が雄で他方が雌であると言い、例えばミツバチが雄で雄バチが雌であるとするからである)のいずれかでなければならないからである。
ταῦτα δ᾽ ἐστὶ πάντα ἀδύνατα συλλογιζομένοις τὰ μὲν ἐκ τῶν συμβαινόντων ἰδίᾳ περὶ τὰς μελίττας, τὰ δ᾽ ἐκ τῶν κοινοτέρων τοῖς ἄλλοις ζῴοις.
しかし、ミツバチに特有に起こる事象から、あるいは他の動物に広く共通する事象から推論する人々にとって、これらすべての仮定は不可能である。
εἴτε γὰρ μὴ τίκτουσαι φέρουσιν ἄλλοθεν, ἔδει γίγνεσθαι μελίττας καὶ μὴ φερουσῶν τῶν μελιττῶν ἐκ τοῦ τόπου ἐξ οὗ τὸ σπέρμα φέρουσιν.
なぜなら、もし彼女らが自分たちで産まずに他所から運んでくるのだとしたら、ミツバチが運んでこなくても、彼らがその種子を運んでくる場所でミツバチが発生するはずだからである。
διὰ τί γὰρ μετενεχθέντος μὲν ἔσται, ἐκεῖ δ᾽ οὐκ ἔσται;
なぜなら、それが移された場合には発生し、そこでは発生しないということが、どうしてあり得ようか。
προσήκει γὰρ οὐδὲν ἧττον, εἴτε φυόμενον ἐν τοῖς ἄνθεσιν αὐτόματον εἴτε ζῴου τινὸς τίκτοντος.
それが花の中に自然発生したものであろうと、何らかの動物が産んだものであろうと、発生するのが当然だからである。
κἂν εἴ γε ζῴου τινὸς ἑτέρου τὸ σπέρμα ἦν, ἐκεῖνο ἔδει γίγνεσθαι ἐξ αὐτοῦ, ἀλλὰ μὴ μελίττας.
また、もしそれが他の何らかの動物の種子であったなら、そこから生じるべきはその動物であり、ミツバチであってはならないはずである。
ἔτι δὲ τὸ μὲν μέλι κομίζειν εὔλογον (τροφὴ γάρ), τὸ δὲ τὸν γόνον ἀλλότριον ὄντα καὶ μὴ τροφὴν ἄτοπον.
さらに、蜂蜜を運ぶことは道理にかなっているが(食物だからである)、食物でもない他者の子を運ぶことは不条理である。
τίνος γὰρ χάριν πάντα γὰρ ὅσα πραγματεύεται περὶ τὰ τέκνα, περὶ τὸν φαινόμενον οἰκεῖον διαπονεῖται γόνον.
なぜなら、いかなる目的のためにそのようなことをするのだろうか。 子供のために骨折るすべての動物は、明らかに自分自身の子のために労苦するからである。
ἀλλὰ μὴν οὐδὲ τὰς μὲν μελίττας θηλείας εἶναι τοὺς δὲ κηφῆνας ἄρρενας εὔλογον·
また、ミツバチが雌で雄バチが雄であるとするのも道理に合わない。
οὐδενὶ γὰρ τὸ πρὸς ἀλκὴν ὅπλον τῶν θηλειῶν ἀποδίδωσιν ἡ φύσις, εἰσὶ δ᾽ οἱ μὲν κηφῆνες ἄκεντροι, αἱ δὲ μέλιτται πᾶσαι κέντρον ἔχουσιν.
なぜなら、自然は雌のいかなるものにも防衛のための武器を与えないが、雄バチは針を持たず、ミツバチはすべて針を持っているからである。
οὐδὲ τοὐναντίον εὔλογον, τὰς μὲν μελίττας ἄρρενας τοὺς δὲ κηφῆνας θήλεας·
その逆、すなわちミツバチが雄で雄バチが雌であるとするのも道理に合わない。
οὐδὲν γὰρ τῶν ἀρρένων εἴωθε διαπονεῖσθαι περὶ τὰ τέκνα, νῦν δ᾽ αἱ μέλιτται τοῦτο ποιοῦσιν.
なぜなら、雄のいかなるものも子供の世話に奔走する習慣はないが、現実にはミツバチがこれを行っているからである。
ὅλως δ᾽ ἐπειδὴ φαίνεται ὁ μὲν τῶν κηφήνων γόνος ἐγγινόμενος καὶ μηθενὸς ὄντος κηφῆνος, ὁ δὲ τῶν μελιττῶν οὐκ ἐγγινόμενος ἄνευ τῶν βασιλέων, διὸ καὶ φασί τινες τὸν τῶν κηφήνων φέρεσθαι μόνον, δῆλον ὡς οὔτ᾽ ἐξ ὀχείας γίνονται, οὔτ’ ἐξ ἑκατέρου τοῦ γένους αὐτοῦ αὑτῷ συνδυαζομένου, οὔτ᾽ ἐκ μελιττῶν καὶ κηφήνων.
全般的に見て、雄バチの胚は雄バチが全くいなくても生じるのに対し、ミツバチの胚は王たちがいなければ生じないことが観察されており(それゆえ、ある人々は雄バチの胚だけが他所から運ばれるのだと言うのだが)、それゆえ、彼らは交尾から生じるのでもなく、それぞれの種類がそれ自体で交尾することから生じるのでもなく、ミツバチと雄バチから生じるのでもないことは明らかである。
τό τε τοῦτον φέρειν μόνον διά τε τὰ εἰρημένα ἀδύνατον, καὶ οὐκ εὔλογον μὴ περὶ πᾶν τὸ γένος αὐτῶν ὅμοιόν τι συμβαίνειν πάθος.
また、この者の胚だけを運んでくるということも、前述の理由によって不可能であり、彼らの属全体について同様の事象が起こらないというのは道理に合わない。
ἀλλὰ μὴν οὐδ᾽ αὐτὰς τὰς μελίττας ἐνδέχεται τὰς μὲν ἄρρενας εἶναι τὰς δὲ θηλείας·
さらに、ミツバチ自身において、あるものが雄で他のものが雌であるということもあり得ない。
ἐν πᾶσι γὰρ διαφέρει τοῖς γένεσι τὸ θῆλυ καὶ τὸ ἄρρεν.
なぜなら、すべての類において雌と雄は異なっているからである。
κἂν ἐγέννων αὐταὶ αὑτάς· νῦν δ᾽ οὐ φαίνεται γιγνόμενος ὁ γόνος αὐτῶν, ἐὰν μὴ ἐνῶσιν οἱ ἡγεμόνες, ὡς φασίν.
また、それなら彼らは自ら自身を産むはずであるが、実際には、指導者たちがそこにいない限り、彼らの子は生じないように見えるからである(そう言われているように)。
κοινὸν δὲ καὶ πρὸς τὴν ἐξ ἀλλήλων γένεσιν καὶ πρὸς τὴν ἐκ τῶν κηφήνων, καὶ χωρὶς καὶ μετ᾽ ἀλλήλων, τὸ μηδέποτε ὧφθαι ὀχευόμενον μηθὲν αὐτῶν·
また、互いからの発生に対しても、雄バチからの発生に対しても、別々であれ共同であれ、彼らのうちのいずれかが交尾しているところが一度も目撃されたことがないという事実が共通して立ちはだかる。
εἰ δ᾽ ἦν ἐν αὐτοῖς τὸ μὲν θῆλυ τὸ δ᾽ ἄρρεν, πολλάκις ἂν τοῦτο συνέβαινεν.
もし彼らの中に雌と雄が存在していたなら、これはしばしば起こっていたはずだからである。
λείπεται δ᾽, εἴπερ ἐξ ὀχείας γίγνεται, τοὺς βασιλεῖς γεννᾶν συνδυαζομένους.
残る可能性としては、もし交尾から生じるのであれば、王たちが互いに交尾して産むということである。
ἀλλ᾽ οἱ κηφῆνες φαίνονται γιγνόμενοι καὶ μὴ ἐνόντων ἡγεμόνων, ὧν οὔτε φέρειν οἷόν τε τὸν γόνον τὰς μελίττας οὔτε γεννᾶν αὐτὰς ὀχευομένας.
しかし、雄バチは指導者たちがいない場合でも生じることが観察されており、それらの胚をミツバチが運ぶこともできなければ、ミツバチ自身が交尾して産むこともできない。
λείπεται δή, καθάπερ φαίνεται συμβαῖνον ἐπί τινων ἰχθύων, τὰς μελίττας ἄνευ ὀχείας γεννᾶν τοὺς κηφῆνας, τῷ μὲν γεννᾶν οὔσας θηλείας, ἐχούσας δ᾽ ἐν αὑταῖς, ὥσπερ τὰ φυτά, καὶ τὸ θῆλυ καὶ τὸ ἄρρεν.
したがって、一部の魚類において起こっているように思われるのと同様に、ミツバチは交尾なしで雄バチを産むのであり、産むという点では彼女らは雌であるが、植物のように、自らの中に雌と雄の両方を持っているのだ、という結論が残る。
διὸ καὶ τὸ πρὸς τὴν ἀλκὴν ἔχουσιν ὄργανον·
それゆえ、彼女らは防衛のための器官をも持っているのである。
οὐ γὰρ δεῖ θῆλυ καλεῖν ἐν ᾧ ἄρρεν μή ἐστι κεχωρισμένον.
なぜなら、雄が分離していないものを雌と呼ぶべきではないからである。
εἰ δ᾽ ἐπὶ τῶν κηφήνων τοῦτο φαίνεται συμβαῖνον καὶ γιγνόμενοι μὴ ἐξ ὀχείας, ἤδη καὶ κατὰ τῶν μελιττῶν καὶ τῶν βασιλέων τὸν αὐτὸν ἀναγκαῖον εἶναι λόγον καὶ μὴ γεννᾶσθαι ἐξ ὀχείας.
そして、もし雄バチにおいてこのことが起こっており、交尾から生じていないように思われるのであれば、ミツバチや王たちについても同じ理屈が必然的に適用され、交尾から産まれるのではないということになる。
εἰ μὲν οὖν ἄνευ τῶν βασιλέων ἐφαίνετ᾽ ἐγγινόμενος ὁ γόνος τῶν μελιττῶν, κἂν τὰς μελίττας ἀναγκαῖον ἦν ἐξ αὑτῶν ἄνευ ὀχείας γίγνεσθαι.
さて、もし王たちがいなくてもミツバチの胚が生じることが観察されていたならば、ミツバチは交尾なしで自分自身から生じることが必然であっただろう。
νῦν δ᾽ ἐπειδὴ τοῦτ᾽ οὔ φασιν οἱ περὶ τὴν θεραπείαν τούτων τῶν ζῴων ὄντες, λείπεται τοὺς βασιλεῖς καὶ αὑτοὺς γεννᾶν καὶ τὰς μελίττας.
しかし現実には、これらの動物の世話に携わる人々がそのようなことはないと言っているので、王たちが自ら自身をも、またミツバチをも産むという可能性が残る。
ὄντος δὲ περιττοῦ τοῦ γένους καὶ ἰδίου τοῦ τῶν μελιττῶν, καὶ ἡ γένεσις αὐτῶν ἴδιος εἶναι φαίνεται.
ミツバチの属は並外れて独特なものであるが、それらの発生もまた独特であるように思われる。
τὸ μὲν γὰρ γεννᾶν τὰς μελίττας ἄνευ ὀχείας εἴη ἂν καὶ ἐπ᾽ ἄλλων ζῴων συμβαῖνον, ἀλλὰ μὴ τὸ αὐτὸ γένος γεννᾶν ἴδιον·
なぜなら、ミツバチが交尾なしで産むということ自体は他の動物にも起こり得ることだが、自分自身とは異なる種類を産むということは独特だからである。