Humanitext Reader

亚里士多德 · 动物的产生 §3.9

昆虫的产生、幼虫的本质与变态过程

第 55 段,共 93 段 · 希腊语

内容简介

结束对陆生、飞禽和水生动物产生方式的讨论,转而探讨昆虫的产生,阐明幼虫作为不完全卵的本质、其三阶段变态过程以及摄食机制。

§3.9Περὶ μὲν οὖν τῶν ἄλλων ζῴων τῆς γενέσεως εἴρηται, καὶ πεζῶν καὶ πτηνῶν καὶ πλωτῶν.
关于其他动物(即陆生、飞禽和水生动物)的产生,已经做了解说。
περὶ δὲ τῶν ἐντόμων καὶ τῶν ὀστρακοδέρμων λεκτέον κατὰ τὴν ὑφηγημένην μέθοδον.
而关于昆虫和介壳动物,则必须按照既定的方法加以论述。
εἴπωμεν δὲ πρῶτον περὶ τῶν ἐντόμων.
首先让我们来谈谈昆虫。
ὅτι μὲν οὖν τὰ μὲν ἐξ ὀχείας γίνεται τῶν τοιούτων τὰ δ᾽ αὐτόματα, πρότερον ἐλέχθη, πρὸς δὲ τούτοις ὅτι σκωληκοτοκεῖ καὶ διὰ τίν᾽ αἰτίαν σκωληκοτοκεῖ.
首先,关于此类动物中,有些是通过交配产生的,有些则是自然发生的,这一点之前已经说过;此外,关于它们产下幼虫,以及由于什么原因产下幼虫,也已经说过了。
σχεδὸν γὰρ ἔοικε πάντα τρόπον τινὰ σκωληκοτοκεῖν πρῶτον· τὸ γὰρ ἀτελέστατον κύημα τοιοῦτόν ἐστιν.
因为几乎所有动物在某种意义上似乎最初都是产下幼虫的;因为最不完全的胚胎就是这样的。
ἐν πᾶσι δὲ καὶ τοῖς ζῳοτοκοῦσι καὶ τοῖς ᾠοτοκοῦσι τέλειον ᾠὸν τὸ κύημα τὸ πρῶτον ἀδιόριστον ὂν λαμβάνει τὴν αὔξησιν· τοιαύτη δ᾽ ἐστὶν ἡ τοῦ σκώληκος φύσις.
在所有动物中,无论是胎生的还是产下完全卵的,胚胎最初都是未分化的,并在此状态下获得生长;而幼虫的本性正是如此。
μετὰ δὲ τοῦτο τὰ μὲν ᾠοτοκεῖ τὸ κύημα τέλειον, τὰ δ᾽ ἀτελές, ἔξ δὲ γίγνεται τέλειον, καθάπερ ἐπὶ τῶν ἰχθύων εἴρηται πολάκις.
在此之后,一些动物产下完全的胚胎,而另一些则产下不完全的胚胎,并在体外发育完全,正如在鱼类中多次说过的那样。
τὰ δ᾽ ἐν αὑτοῖς ζῳοτοκοῦντα τρόπον τινὰ μετὰ τὸ σύστημα τὸ ἐξ ἀρχῆς ᾠοειδὲς γίνεται· περιέχεται γὰρ τὸ ὑγρὸν ὑμένι λεπτῷ, καθάπερ ἂν εἴ τις ἀφέλοι τὸ τῶν ᾠῶν ὄστρακον· διὸ καὶ καλοῦσι τὰς τότε γιγνομένας τῶν κυημάτων φθορὰς ἐκρύσεις.
而在体内胎生的动物,在最初的组织化之后,在某种意义上变得像卵一样;因为其中的液体被包裹在薄膜中,就像剥去了卵壳一样;因此,人们也将那时发生的胚胎流产称为“流出”。
τὰ δ᾽ ἔντομα καὶ γεννᾷ τὰ γεννῶντα σκώληκας, καὶ τὰ γιγνόμενα μὴ δι᾽ ὀχείας ἀλλ᾽ αὐτόματα ἐκ τοιαύτης γίγνεται πρῶτον συστάσεως.
至于昆虫,进行生育的产下幼虫,而不通过交配而是自然产生的昆虫,最初也是由这种组织物产生的。
δεῖ γὰρ καὶ τὰς κάμπας εἶδος τιθέναι σκώληκος, καὶ τὰ τῶν ἀραχνίων.
因为我们必须将毛虫以及蜘蛛的胚胎都归为幼虫的一种。
καίτοι δόξειεν ἂν ᾠοῖς ἐοικέναι διὰ τὴν τοῦ σχήματος περιφέρειαν καὶ τούτων ἔνια καὶ πολλὰ τῶν ἄλλων· ἀλλ᾽ οὐ τῷ σχήματι λεκτέον οὐδὲ τῇ μαλακότητι καὶ σκληρότητι καὶ γὰρ σκληρὰ τὰ κυήματα γίγνεται ἐνίων) ἀλλὰ τῷ ὅλον μεταβάλλειν καὶ μὴ ἐκ μορίου τινὸς γίνεσθαι τὸ ζῷον.
尽管由于其形状的圆润,其中的一些以及其他许多胚胎可能看起来像卵;但我们不应通过形状,也不应通过软硬来下定义(因为有些动物的胚胎也会变硬),而应通过其整体发生转变、且动物并非由其一部分产生这一事实来定义。
προελθόντα δὲ πάντα τὰ σκωληκώδη καὶ τοῦ μεγέθους λαβόντα τέλος οἷον ᾠὸν γίγνεται· σκληρύνεταί τε γὰρ περὶ αὐτὰ τὸ κέλυφος, καὶ ἀκινητίζουσι κατὰ τοῦτον τὸν καιρόν.
所有幼虫状的东西,当它们进一步发育并达到体型的极限时,就会变得像卵一样;因为它们周围的外壳会变硬,并且它们在此期间会变得无法动弹。
δῆλον δὲ τοῦτο ἐν τοῖς σκώληξι τοῖς τῶν μελίττῶν καὶ σφηκῶν καὶ ταῖς κάμπαις.
这在蜜蜂和黄蜂的幼虫以及毛虫中是很明显的。
τούτου δ᾽ αἴτιον ὅτι ἡ φύσις ὡσπερανεὶ πρὸ ὥρας ᾠοτοκεῖ διὰ τὴν ἀτέλειαν τὴν αὑτῆς, ὡς ὄντος τοῦ σκώληκος ἔτι ἐν αὐξήσει ᾠοῦ μαλακοῦ.
其原因在于,由于自然自身的不完全,它仿佛提前产卵,就好比幼虫还是一个处于生长中的软卵。
τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τῶν ἄλλων συμβαίνει πάντων τῶν μὴ ἐξ ὀχείας γιγνομένων ἐν ἐρίοις ἤ τισιν ἄλλοις τοιούτοις, καὶ τῶν ἐν τοῖς ὕδασιν.
同样的事情也发生在所有非交配产生、而是在羊毛或其他此类物质中产生的昆虫,以及水中的昆虫身上。
πάντα γὰρ μετὰ τὴν τοῦ σκώληκος φύσιν ἀκινητίσαντα, καὶ τοῦ κελύφους περιξηρανθέντος, μετὰ ταῦτα τούτου ῥαγέντος ἐξέρχεται καθάπερ ἐξ ᾠοῦ ζῷον ἐπιτελεσθὲν ἐπὶ τῆς τρίτης γενέσεως, ὧν τὰ πλεῖστα πτερωτὰ τῶν πεζῶν ἐστίν.
因为所有这些在经历幼虫阶段之后都会变得不动,外壳干燥,然后外壳破裂,它们就像从卵中出来一样,在第三次发生中作为发育完全的动物出现,其中大多数是从陆生动物变为有翼动物。
κατὰ λόγον δὲ συμβαίνει καὶ τὸ θαυμασθὲν ἂν δικαίως ὑπὸ πολλῶν.
而那件理所当然会引起许多人惊异的事情,也是合乎情理地发生的。
αἵ τε γὰρ κάμπαι λαμβάνουσαι τὸ πρῶτον τροφὴν μετὰ ταῦτα οὐκέτι λαμβάνουσιν, ἀλλ᾽ ἀκινητίζουσιν αἱ καλούμεναι ὑπό τινων χρυσαλλίδες, καὶ τῶν σφηκῶν οἱ σκώληκες καὶ τῶν μελιττῶν.
因为毛虫最初摄取食物,但之后便不再摄取,而是变成被一些人称为蛹的东西并停止活动,黄蜂和蜜蜂的幼虫也是如此。
μετὰ ταῦτα αἱ καλούμεναι νύμφαι γίνονται, καὶ τοιοῦτον οὐδὲν ἔχουσιν·
在此之后,它们变成所谓的蛹,并且不再具有任何此类东西。
καὶ γὰρ ἡ τῶν ᾠῶν φύσις ὅταν λάβῃ τέλος, ἀναυξής ἐστι, τὸ δὲ πρῶτον αὐξάνεται καὶ λαμβάνει τροφήν, ἕως ἂν διορισθῇ καὶ γένηται τέλειον ᾠόν.
因为卵的本性在达到其终点时也是不再生长的,但最初它会生长并摄取养分,直到分化并成为完全的卵。
τῶν δὲ σκωλήκων οἱ μὲν ἔχουσιν ἐν ἑαυτοῖς τὸ τοιοῦτον ὅθεν τρεφομένοις ἐπιγίγνεται τοιοῦτον περίττωμα, οἷ τε τῶν μελιττῶν καὶ σφηκῶν· οἱ δὲ λαμβάνουσι θύραθεν, ὥσπερ αἵ τε κάμπαι καὶ τῶν ἄλλων τινὲς σκωλήκων.
在幼虫中,有些在自身内部拥有供其营养并产生此类排泄物的物质,如蜜蜂和黄蜂的幼虫;而另一些则从外部获取营养,如毛虫和某些其他幼虫。
διότι μὲν οὖν τριγενῆ τε γίγνεται τὰ τοιαῦτα, καὶ δι᾽ ἣν αἰτίαν ἐκ κινουμένων ἀκινητίζει πάλιν, εἴρηται γίγνεται δὲ τὰ μὲν ἐξ ὀχείας αὐτῶν, καθάπερ οἵ τε ὄρνιθες καὶ τὰ ζῳοτόκα καὶ τῶν ἰχθύων οἱ πλεῖστοι, τὰ δ᾽ αὐτόματα, καθάπερ ἔνια τῶν φυομένων.
因此,为什么此类动物经历三次发生,以及由于什么原因它们从运动状态又变得不动,已经说明了。 它们中有些是通过交配产生的,就像鸟类、胎生动物和大多数鱼类一样;而另一些则是自然发生的,就像某些生长的植物一样。

词汇与语法注释

  1. 3.9τοῖς ᾠοτοκοῦσι τέλειον ᾠὸν — 中性单数宾格 `τέλειον ᾠὸν` 用作分词 `τοῖς ᾠοτοκοῦσι` 的内在宾语。整句意为“在产下完全卵的动物中”,与胎生动物(`τοῖς ζῳοτοκοῦσι`)相对应。
  2. 3.9λεκτέον — 动形词 `λεκτέον`(必须定义)以无人称形式使用。它支配表示工具或标准的与格 `τῷ σχήματι`(通过形状)和 `τῷ ὅλον μεταβάλλειν`(通过整体发生转变,冠词性不定式的与格)。
  3. 3.9τῶν πεζῶν — `τῶν πεζῶν`(步行的/陆生的)用作部分属格,或是表示转变起点的属格(“从陆生状态中”)。这指的是昆虫从步行的幼虫阶段变态为有翼成虫的过程。

引用这一段

亚里士多德, 动物的产生 §3.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg012.humanitext-grc1:3.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。