§3.7Περὶ δὲ τῆς τῶν ἰχθύων γενέσεως ἀπορήσειεν ἄν τίς διὰ τίνα ποτὲ αἰτίαν τῶν μὲν σελαχωδῶν οὔθ’ αἱ θήλειαι τὰ κυήματα οὔθ᾽ οἱ ἄρρενες ἀπορραίνοντες ὁρῶνται τὸν θορόν, τῶν δὲ μὴ ζῳοτόκων καὶ αἱ θήλειαι τὰ ᾠὰ καὶ οἱ ἄρρενες τὸν θορόν.
魚類の発生については、どのような理由によって、軟骨魚類においては雌が胚を放出するのも、雄が精液を放出するのも目撃されないのに対し、非胎生の魚類においては雌が卵を、雄が精液を放出するのが目撃されるのか、疑問に思う人がいるかもしれない。
αἴτιον δ᾽ ὅτι τὸ γένος οὐ πολύσπερμον ὅλως τὸ τῶν σελαχωδῶν.
その原因は、軟骨魚類の類が全体として多精ではないからである。
καὶ ἔτι αἵ γε θήλειαι πρὸς τῷ διαζώματι τὰς ὑστέρας ἔχουσιν.
さらに、少なくとも雌は横隔膜の近くに子宮を持っている。
τὰ γὰρ ἄρρενα τῶν ἀρρένων καὶ τὰ θήλεα τῶν θηλειῶν ὁμοίως διαφέρουσιν ὀλιγοχούστεροι γὰρ πρὸς τὴν γονὴν οἱ σελαχώδεις εἰσίν.
というのは、雄も他の雄と、雌も他の雌と同様に異なっているからである。 すなわち、軟骨魚類は生殖に関してより放出量が少ないのである。
τὸ δ᾽ ἄρρεν γένος ἐν τοῖς ᾠοτόκοις καθάπερ αἱ θήλειαι τὰ ᾠὰ διὰ πλῆθος ἀποτίκτουσιν, οὕτως ἐκεῖνοι ἀπορραίνουσιν.
これに対して、卵生における雄の側は、雌が数の多さのために卵を産み落とすのと同様に、彼らも精液を撒き散らすのである。
πλείω γὰρ ἔχουσι θορὸν ἢ ὅσον πρὸς τὴν ὀχείαν ἱκανόν·
というのは、彼らは交尾に十分な量よりも多くの精液を持っているからである。
μᾶλλον γὰρ βούλεται ἡ φύσις δαπανᾶν τὸν θορὸν πρὸς τὸ συναύξειν τὰ ᾠά, ὅταν ἀποτέκῃ ἡ θήλεια, ἢ πρὸς τὴν ἐξ ἀρχῆς σύστασιν.
なぜなら、自然は、精液を最初の組成のために用いるよりも、雌が卵を産み落としたとき、その卵を共に成長させるために費やすことをより好むからである。
καθάπερ γὰρ ἔν τε τοῖς ἄνω καὶ τοῖς ὑπογύοις εἴρηται λόγοις, τὰ μὲν τῶν ὀρνέων ᾠὰ τελεοῦται ἐντός, τὰ δὲ τῶν ἰχθύων ἐκτός.
なぜなら、前のおよび最近の議論で述べられたように、鳥類の卵は内部で完成され、魚類の卵は外部で完成されるからである。
τρόπον γάρ τινα ἔοικε τοῖς σκωληκοτοκοῦσιν·
というのも、ある意味でこれらは幼虫生の動物に似ている。
ἔτι γὰρ ἀτελέστερον προϊεται τὸ κύημα τὰ σκωληκοτόκα τῶν ζῴων.
なぜなら、幼虫生の動物は、その胚をさらに不完全な状態で放出するからである。
ἀμφοτέροις δὲ τὴν τελείωσιν καὶ τοῖς τῶν ὀρνίθων ᾠοῖς καὶ τοῖς τῶν ἰχθύων ποιεῖ τὸ ἄρρεν, ἀλλὰ τοῖς μὲν τῶν ὀρνίθων ἐντός (τελεοῦται γὰρ ἐντός), τοῖς δὲ τῶν ἰχθύων ἐκτὸς διὰ τὸ ἔξω προΐεσθαι ἀτελές, ἐπεὶ συμβαίνει γε ἐπ᾽ ἀμφοτέρων ταὐτόν.
そして、鳥類の卵と魚類の卵の両方に対して、雄がその完成をもたらすが、鳥類のそれに対しては内部で(なぜなら内部で完成されるから)、魚類のそれに対しては、不完全な状態で外に放出されるために外部で行われる。 もっとも、両者において同じことが起こっているのであるが。
τῶν μὲν οὖν ὀρνίθων τά τε ὑπηνέμια γίνεται γόνιμα, καὶ τὰ προωχευμένα ὑφ᾽ ἑτέρου γένους τῶν ἀρρένων μεταβάλλει τὴν φύσιν εἰς τὸν ὕστερον ὀχεύοντα.
さて、鳥類においては、無精卵が受精卵となり、また、別の種類の雄によってあらかじめ交尾された卵であっても、後から交尾した雄の性質へとその本性を変化させる。
καὶ τὰ οἰκεῖα δὲ ἀναύξητα ὄντα, ἂν διαλείπῃ τὴν ὀχείαν, ὅταν ὀχευθῇ πάλιν, ποιεῖ ταχεῖαν λαμβάνειν τὴν αὔξησιν, οὐ μέντοι κατὰ πάντα τὸν χρόνον, ἀλλ᾽ ἐάνπερ πρότερον γένηται ἡ ὀχεία πρὶν μεταβάλλειν εἰς τὴν τοῦ λευκοῦ ἀπόκρισιν.
また、本来の卵がまだ成長していないとき、交尾の間隔が空いてしまった場合、再び交尾が行われると、急速な成長を遂げるようになる。 ただし、いかなる時期でもそうなるわけではなく、卵白の分離へと変化する前に交尾が行われる場合に限られる。
τοῖς δὲ τῶν ἰχθύων οὐθὲν ὥρισται τοιοῦτον, ἀλλὰ πρὸς τὸ σώζεσθαι ταχέως ἀπορραίνουσιν οἱ ἄρρενες.
これに対して、魚類の卵においてはそのようなことは何も限定されておらず、雄たちは生き残るために素早く精液を注ぎかける。
αἴτιον δ᾽ ὅτι, οὐ δί χροα ταῦτα·
その原因は、これらが二色ではないからである。
διόπερ οὐχ ὥρισται τοιοῦτος καιρὸς τούτοις οἷος ἐπὶ τῶν ὀρνίθων.
それゆえ、これらには、鳥類の場合のような時期が限定されていないのである。
τοῦτο δὲ συμβέβηκεν εὐλόγως·
そしてこのことはもっともなことである。
ὅταν γὰρ τὸ λευκὸν ἀφωρισμένον ᾖ καὶ τὸ ὠχρὸν ἀπ᾽ ἀλλήλων, ἔχει ἤδη τὴν ἀπὸ τοῦ ἄρρενος ἀρχήν·
なぜなら、卵白と卵黄が互いに区別されているときには、卵はすでに雄からの原理を受け取っているからである。
εἰς ταύτην γὰρ συμβάλλεται τὸ ἄρρεν.
というのも、雄はこれに寄与するからである。
τὰ μὲν οὗν ὑπηνέμια λαμβάνει τὴν γένεσιν μέχρι τοῦ ἐνδεχομένου αὐτοῖς.
したがって、無精卵は、それらに可能な限りの発生を行う。
τελεωθῆναι μὲν γὰρ εἰς ζῴον ἀδύνατον (δεῖ γὰρ αἰσθήσεως), τὴν δὲ θρεπτικὴν δύναμιν τῆς ψυχῆς ἔχει καὶ τὰ θήλεα καὶ τὰ ἄρρενα καὶ πάντα τὰ ζῶντα, καθάπερ εἴρηται πολλάκις·
というのも、動物へと完成されることは不可能であり(なぜなら、感覚が必要だからである)、しかし魂の栄養摂取能力は、雌も雄も、またすべての生きているものが、しばしば述べられているように持っているからである。
διόπερ αὐτοῦ τὸ ᾠὸν ὡς μὲν φυτοῦ κύημα τέλειόν ἐςτιν, ὡς δὲ ζῴου ἀτελές.
それゆえ、その卵それ自体は、植物の胚としては完全なものであるが、動物の胚としては不完全なので原点である。
εἰ μὲν οὖν μὴ ἐνῆν ἄρρεν ἐν τῷ γένει αὐτῶν, ἐγίγνετ’ ἂν ὥσπερ καὶ ἐπὶ τῶν ἰχθύων, εἴπερ ἔστι τι τοιοῦτον γένος οἷον ἄνευ ἄρρενος γεννᾶν·
それゆえ、もし彼女らの属に雄が存在しなかったならば、魚類においてもし雄なしで生殖するような属が存在するならばそのようになっているのと同様のことが起こっていただろう。
εἴρηται δὲ περὶ αὐτῶν καὶ πρότερον, ὅτι οὔ πω ὦπται ἱκανῶς.
しかし、それらについては以前にも述べたように、まだ十分に観察されてはいない。
νῦν δ᾽ ἐστὶν ἐν πᾶτι ταῖς ὄρνισι τὸ μὲν θῆλυ τὸ δ᾽ ἄρρεν, ὥσθ᾽ ᾗ μὲν φυτόν, τετελέωκεν (διόπερ οὐ μεταβάλλει πάλιν μετὰ τὴν ὀχείαν), ᾗ δ᾽ οὐ φυτόν, οὐ τετελέωκεν, οὐδ᾽ ἀποβαίνει ἐξ αὐτοῦ ἕτερον οὐθέν·
しかし、現実にはすべての鳥において雌と雄が存在するので、植物である限りにおいては、それは完了しており(それゆえ交尾の後で再び変化することはない)、他方、植物でない限りにおいては、完了しておらず、そこから他の何ものも生じない。
οὔτε γὰρ ὡς φυτοῦ ἁπλῶς οὔθ᾽ ὡς ζῴου ἐκ συνδυασμοῦ γέγονεν.
なぜなら、それは単に植物のものとしても、また結合による動物のものとしても生じていないからである。
τὰ δ᾽ ἐξ ὀχείας μὲν γενόμενα ᾠά, διακεκριμένα δ᾽ εἰς τὸ λευκόν, γίνεται κατὰ τὸ πρῶτον ὀχεῦσαν·
他方、交尾によって生じ、かつ卵白へと区別された卵は、最初に交尾した雄に従うことになる。
ἔχει γὰρ ἀμφοτέρας ἤδη τὰς ἀρχάς.
なぜなら、それらはすでに両方の原理を持っているからである。