§3.7Περὶ δὲ τῆς τῶν ἰχθύων γενέσεως ἀπορήσειεν ἄν τίς διὰ τίνα ποτὲ αἰτίαν τῶν μὲν σελαχωδῶν οὔθ’ αἱ θήλειαι τὰ κυήματα οὔθ᾽ οἱ ἄρρενες ἀπορραίνοντες ὁρῶνται τὸν θορόν, τῶν δὲ μὴ ζῳοτόκων καὶ αἱ θήλειαι τὰ ᾠὰ καὶ οἱ ἄρρενες τὸν θορόν.
关于鱼类的发生,人们可能会产生疑问:究竟是什么原因,使得在软骨鱼类中,既看不见雌鱼排出胚胎,也看不见雄鱼排出精液,而在非胎生(卵生)的鱼类中,既能看见雌鱼排出卵子,也能看见雄鱼排出精液。
αἴτιον δ᾽ ὅτι τὸ γένος οὐ πολύσπερμον ὅλως τὸ τῶν σελαχωδῶν.
其原因在于,软骨鱼这一类整体上精子并不多。
καὶ ἔτι αἵ γε θήλειαι πρὸς τῷ διαζώματι τὰς ὑστέρας ἔχουσιν.
此外,至少雌鱼在横膈膜附近拥有子宫。
τὰ γὰρ ἄρρενα τῶν ἀρρένων καὶ τὰ θήλεα τῶν θηλειῶν ὁμοίως διαφέρουσιν ὀλιγοχούστεροι γὰρ πρὸς τὴν γονὴν οἱ σελαχώδεις εἰσίν.
因为雄性与其他雄性、雌性与其他雌性的差异是相似的;因为软骨鱼在生殖方面的排出量较少。
τὸ δ᾽ ἄρρεν γένος ἐν τοῖς ᾠοτόκοις καθάπερ αἱ θήλειαι τὰ ᾠὰ διὰ πλῆθος ἀποτίκτουσιν, οὕτως ἐκεῖνοι ἀπορραίνουσιν.
然而,卵生鱼类中的雄性,正如雌性因数量众多而产下卵子一样,它们也同样撒播精液。
πλείω γὰρ ἔχουσι θορὸν ἢ ὅσον πρὸς τὴν ὀχείαν ἱκανόν· μᾶλλον γὰρ βούλεται ἡ φύσις δαπανᾶν τὸν θορὸν πρὸς τὸ συναύξειν τὰ ᾠά, ὅταν ἀποτέκῃ ἡ θήλεια, ἢ πρὸς τὴν ἐξ ἀρχῆς σύστασιν.
因为它们拥有的精液超出了交配所需的量;因为自然更倾向于将精液消耗在雌性产卵后共同促进卵的生长上,而不是消耗在最初的结合构造上。
καθάπερ γὰρ ἔν τε τοῖς ἄνω καὶ τοῖς ὑπογύοις εἴρηται λόγοις, τὰ μὲν τῶν ὀρνέων ᾠὰ τελεοῦται ἐντός, τὰ δὲ τῶν ἰχθύων ἐκτός.
因为正如在先前和最近的讨论中所说,鸟类的卵是在体内发育完全的,而鱼类的卵是在体外发育完全的。
τρόπον γάρ τινα ἔοικε τοῖς σκωληκοτοκοῦσιν· ἔτι γὰρ ἀτελέστερον προϊεται τὸ κύημα τὰ σκωληκοτόκα τῶν ζῴων.
因为在某种程度上,它们类似于产幼虫的动物;因为在产幼虫的动物中,排出胚胎时其状态更为不完全。
ἀμφοτέροις δὲ τὴν τελείωσιν καὶ τοῖς τῶν ὀρνίθων ᾠοῖς καὶ τοῖς τῶν ἰχθύων ποιεῖ τὸ ἄρρεν, ἀλλὰ τοῖς μὲν τῶν ὀρνίθων ἐντός (τελεοῦται γὰρ ἐντός), τοῖς δὲ τῶν ἰχθύων ἐκτὸς διὰ τὸ ἔξω προΐεσθαι ἀτελές, ἐπεὶ συμβαίνει γε ἐπ᾽ ἀμφοτέρων ταὐτόν.
然而,雄性为鸟类的卵和鱼类的卵两者都带来发育完全,但对于鸟类的卵是在体内(因为它们在体内发育完全),而对于鱼类的卵则在体外,因为它们在不完全的状态下被排出体外,尽管在这两种情况下发生的事情是相同的。
τῶν μὲν οὖν ὀρνίθων τά τε ὑπηνέμια γίνεται γόνιμα, καὶ τὰ προωχευμένα ὑφ᾽ ἑτέρου γένους τῶν ἀρρένων μεταβάλλει τὴν φύσιν εἰς τὸν ὕστερον ὀχεύοντα.
因此,在鸟类中,无精卵(风卵)可以变成有精卵,而且即使先前与另一类雄鸟交配过的卵,其本性也会转变为后交配的雄鸟的特征。
καὶ τὰ οἰκεῖα δὲ ἀναύξητα ὄντα, ἂν διαλείπῃ τὴν ὀχείαν, ὅταν ὀχευθῇ πάλιν, ποιεῖ ταχεῖαν λαμβάνειν τὴν αὔξησιν, οὐ μέντοι κατὰ πάντα τὸν χρόνον, ἀλλ᾽ ἐάνπερ πρότερον γένηται ἡ ὀχεία πρὶν μεταβάλλειν εἰς τὴν τοῦ λευκοῦ ἀπόκρισιν.
此外,它们自身的卵在未发育时,如果交配有间隔,当再次交配时,会促使其迅速生长;然而,这并非在所有时期都是如此,而仅限于在卵变为分离出蛋白之前进行交配。
τοῖς δὲ τῶν ἰχθύων οὐθὲν ὥρισται τοιοῦτον, ἀλλὰ πρὸς τὸ σώζεσθαι ταχέως ἀπορραίνουσιν οἱ ἄρρενες.
但是对于鱼类的卵,并没有限制这样的事情,雄鱼会为了让卵存活而迅速撒播精液。
αἴτιον δ᾽ ὅτι, οὐ δί χροα ταῦτα· διόπερ οὐχ ὥρισται τοιοῦτος καιρὸς τούτοις οἷος ἐπὶ τῶν ὀρνίθων.
其原因在于,这些卵并非双色的;因此,它们不像鸟类那样有限定的交配时期。
τοῦτο δὲ συμβέβηκεν εὐλόγως· ὅταν γὰρ τὸ λευκὸν ἀφωρισμένον ᾖ καὶ τὸ ὠχρὸν ἀπ᾽ ἀλλήλων, ἔχει ἤδη τὴν ἀπὸ τοῦ ἄρρενος ἀρχήν· εἰς ταύτην γὰρ συμβάλλεται τὸ ἄρρεν.
而这是理所当然的;因为当蛋白和蛋黄彼此区分开来时,卵已经拥有了来自雄性的原理;因为雄性对此有所贡献。
τὰ μὲν οὗν ὑπηνέμια λαμβάνει τὴν γένεσιν μέχρι τοῦ ἐνδεχομένου αὐτοῖς.
因此,无精卵确实在它们可能的范围内获得了发生。
τελεωθῆναι μὲν γὰρ εἰς ζῴον ἀδύνατον (δεῖ γὰρ αἰσθήσεως), τὴν δὲ θρεπτικὴν δύναμιν τῆς ψυχῆς ἔχει καὶ τὰ θήλεα καὶ τὰ ἄρρενα καὶ πάντα τὰ ζῶντα, καθάπερ εἴρηται πολλάκις· διόπερ αὐτοῦ τὸ ᾠὸν ὡς μὲν φυτοῦ κύημα τέλειόν ἐςτιν, ὡς δὲ ζῴου ἀτελές.
因为要发育完全成为动物是不可能的(因为需要感觉),但雌性、雄性以及所有生物都具有灵魂的营养能力,正如多次指出的那样;因此,卵本身作为植物的胚胎是完全的,但作为动物的胚胎是不完全的。
εἰ μὲν οὖν μὴ ἐνῆν ἄρρεν ἐν τῷ γένει αὐτῶν, ἐγίγνετ’ ἂν ὥσπερ καὶ ἐπὶ τῶν ἰχθύων, εἴπερ ἔστι τι τοιοῦτον γένος οἷον ἄνευ ἄρρενος γεννᾶν· εἴρηται δὲ περὶ αὐτῶν καὶ πρότερον, ὅτι οὔ πω ὦπται ἱκανῶς.
因此,如果它们的种类中没有雄性,就会像鱼类那样,如果确实有这样一种无需雄性即可生育的种类的话;但关于它们,正如之前也说过的,尚未得到充分的观察。
νῦν δ᾽ ἐστὶν ἐν πᾶτι ταῖς ὄρνισι τὸ μὲν θῆλυ τὸ δ᾽ ἄρρεν, ὥσθ᾽ ᾗ μὲν φυτόν, τετελέωκεν (διόπερ οὐ μεταβάλλει πάλιν μετὰ τὴν ὀχείαν), ᾗ δ᾽ οὐ φυτόν, οὐ τετελέωκεν, οὐδ᾽ ἀποβαίνει ἐξ αὐτοῦ ἕτερον οὐθέν· οὔτε γὰρ ὡς φυτοῦ ἁπλῶς οὔθ᾽ ὡς ζῴου ἐκ συνδυασμοῦ γέγονεν.
但实际情况是,在所有鸟类中既有雌性也有雄性,所以就其作为植物而言,它已经发育完全(因此交配后不会再次改变),而就其不作为植物而言,它尚未发育完全,从中也无法产生其他任何东西;因为它既没有单纯作为植物的卵产生,也没有作为交配产生的动物的卵产生。
τὰ δ᾽ ἐξ ὀχείας μὲν γενόμενα ᾠά, διακεκριμένα δ᾽ εἰς τὸ λευκόν, γίνεται κατὰ τὸ πρῶτον ὀχεῦσαν· ἔχει γὰρ ἀμφοτέρας ἤδη τὰς ἀρχάς.
另一方面,由交配产生且已分离出蛋白的卵,则遵循首次交配的雄性;因为它们已经拥有了两种原理。