§3.10#2οἱ γὰρ ἐρυθρῖνοι γεννῶσιν ἐρυθρίνους καὶ αἱ χάνναι χάννας.
というのも、エリュトリーノイ(赤い魚)はエリュトリーノイを、ハンナイ(スズキ科の魚)はハンナイを産むからである。
αἴτιον δ᾽ ὅτι καὶ αὐταὶ γεννῶνται αἱ μέλιτται οὐχ ὥσπερ αἱ μυῖαι καὶ τὰ τοιαῦτα τῶν ζῴων, ἀλλ᾽ ἐξ ἑτέρου μὲν συγγενοῦς δὲ γένους.
その原因は、蜜蜂たち自身もまた、ハエやその類の動物のように生まれるのではなく、異なりつつも親縁関係にある属から生まれることにある。
γίγνονται γὰρ ἐκ τῶν ἡγεμόνων.
というのも、彼女たちは指導者たちから生まれるからである。
διὸ καὶ ἔχει ἀνάλογόν πως ἡ γένεσις αὐτῶν.
それゆえ、彼女たちの発生はある意味で比例的である。
οἱ μὲν γὰρ ἡγεμόνες μεγέθει μὲν ὅμοιοί εἰσι τοῖς κηφῆσι, τῷ δὲ κέντρον ἔχειν ταῖς μελίτταις.
指導者たちは、大きさにおいては雄蜂たちに似ており、針を持つことにおいては蜜蜂たちに似ているからである。
αἱ μὲν οὖν μέλιτται κατὰ τοῦτ᾽ ἐοίκασιν αὐτοῖς, οἱ δὲ κηφῆνες κατὰ τὸ μέγεθος.
したがって、蜜蜂たちはこの点において彼らに似ており、雄蜂たちは大きさにおいて似ている。
ἀνάγκη γάρ τι παραλλάττειν, εἰ μὴ δεῖ ἀεὶ τὸ αὐτὸ γένος ἐξ ἑκάστου γίνεσθαι.
というのも、常に各々から同じ属が生まれなければならないわけではないとすれば、何か異なる点が生じるのは必然だからである。
τοῦτο δ᾽ ἀδύνατον·
しかしこれは不可能である。
πᾶν γὰρ ἂν τὸ γένος ἡγεμόνες ἦσαν.
もしそうなら、その属全体が指導者になってしまうだろうから。
αἱ μὲν οὖν μέλιτται κατὰ τὴν δύναμιν αὐτοῖς ὡμοίωνται καὶ τῷ τίκτειν, οἱ δὲ κηφῆνες κατὰ τὸ μέγεθος εἰ δ᾽ εἶχον καὶ κέντρον, ἡγεμόνες ἂν ἦσαν.
したがって、蜜蜂たちは能力において、また産むことにおいて彼らに似せられており、雄蜂たちは大きさにおいて似せられている。 もし彼らが針をも持っていたなら、指導者であっただろう。
νῦν δὲ τοῦτο λείπεται τῆς ἀπορίας·
そして今や、この困難な点が残されている。
οἱ γὰρ ἡγεμόνες ἀμφοτέροις ἐοίκασιν ἐν τῷ αὐτῷ τοῖς γένεσι, τῷ μὲν κέντρον ἔχειν ταῖς μελίτταις, τῷ δὲ μεγέθει τοῖς κηφῆσιν.
指導者たちは、針を持つことにおいては蜜蜂に、大きさにおいては雄蜂に似ており、同一の属において両方に似ているからである。
ἀναγκαῖον δὲ καὶ τοὺς ἡγεμόνας γίνεσθαι ἔκ τινος.
しかし、指導者たちもまた何者かから生まれることが必然である。
ἐπεὶ οὖν οὔτ’ ἐκ τῶν μελιττῶν οὔτ’ ἐκ τῶν κηφήνων, αὐτοῖς ἀναγκαῖον καὶ αὑτοὺς γεννᾶν.
彼らは蜜蜂からも雄蜂からも生まれないので、彼ら自身が自分たち自身をも産むことが必然である。
γίνονται δ’ ἐπὶ τέλει οἱ κύτταροι αὐτῶν καὶ οὐ πολλοὶ τὸν ἀριθμόν.
そして、彼らの巣房は最後に生じ、その数は多くない。
ὥστε συμβαίνει τοὺς μὲν ἡγεμόνας γεννᾶν μὲν καὶ αὑτούς, γεννᾶν δὲ καὶ ἄλλο τι γένος (τοῦτο δ’ ἐστὶ τὸ τῶν μελιττῶν), τὰς δὲ μελίττας ἄλλο μέν τι γεννᾶν, τοὺς κηφῆνας, αὑτὰς δὲ μηκέτι γεννᾶν, ἀλλὰ τοῦτ’ ἀφῃρῆσθαι αὐτῶν.
その結果、指導者たちは自分たち自身を産むと同時に、別の属(これは蜜蜂の属である)をも産み、蜜蜂たちは別のもの(雄蜂)を産むが、自分たち自身を産むことはもはやなく、この能力は彼女たちから奪われている、ということになる。
ἐπεὶ δ’ ἀεὶ τὸ κατὰ φύσιν ἔχει τάξιν, διὰ τοῦτο τῶν κηφήνων ἀναγκαῖον καὶ τὸ ἄλλο τι γένος γεννᾶν ἀφῃρῆσθαι.
そして、自然に適ったものは常に秩序を持っているため、それゆえに、雄蜂たちからは他の属を産むこともまた奪われているのが必然である。
ὅπερ καὶ φαίνεται συμβαῖνον· αὐτοὶ μὲν γὰρ γίγνονται, ἄλλο δ’ οὐθὲν γεννῶσιν, ἀλλ’ ἐν τῷ τρίτῳ ἀριθμῷ πέρας ἔσχεν ἡ γένεσις.
そして、このことは実際に起こっているように見える。彼ら自身は生まれるが、他のものは何も産まず、むしろ発生は第3の数において終わりを迎えるのである。
καὶ οὕτω δὴ συνέστηκε τῇ φύσει καλῶς ὥστ’ αἰεὶ διαμένειν ὄντα τὰ γένη καὶ μηδὲν ἐλλείπειν, μὴ πάντων γεννώντων. εὔλογον δὲ καὶ τοῦτο συμβαίνειν, ἐν μὲν ταῖς εὐετηρίαις μέλι καὶ κηφῆνας γίνεσθαι πολλούς, ἐν δὲ ταῖς ἐπομβρίαις ὅλως γόνον πολύν.
このように、すべての者が産むわけではないとしても、諸々の属が常に存続して何一つ欠けることがないように、自然によって実によく組織されているのである。また、豊作の年には蜜と雄蜂が多く生じ、雨の多い年には全体として幼子が数多く生じるというのも合理的である。
αἱ μὲν γὰρ ὑγρότητες περίττωμα ποιοῦσι πλεῖον ἐν τοῖς σώμασι τῶν ἡγεμόνων, αἱ δ’ εὐετηρίαι ἐν τοῖς τῶν μελιττῶν·
というのも、水分は指導者たちの体に多くの余剰物を作り出し、豊作は蜜蜂たちの体にそれを作り出すからである。
ἔλαττον γὰρ ὂν τῷ μεγέθει δεῖται τῆς εὐετηρίας μᾶλλον.
蜜蜂は大きさがより小さいので、豊作をより必要とする。
εὖ δὲ καὶ τὸ τοὺς βασιλεῖς ὥσπερ πεποιημένους ἐπὶ τέκνωσιν ἔσω μένειν, ἀφειμένους τῶν ἀναγκαίων ἔργων, καὶ μέγεθος δὲ ἔχειν, ὥσπερ ἐπὶ τεκνοποιίαν συστάντος τοῦ σώματος αὐτῶν·
また、王たちが、いわば子孫を残すためだけに作られたかのように、必要な仕事から解放されて内に留まり、その体が子作りのために組織されているかのように大きさをも持っていることも、よくできている。
τούς τε κηφῆνας ἀργοὺς ἅτ’ οὐδὲν ἔχοντας ὅπλον πρὸς τὸ διαμάχεσθαι περὶ τῆς τροφῆς, καὶ διὰ τὴν βραδυτῆτα τὴν τοῦ σώματος.
また、雄蜂たちが、食物をめぐって争うための武器を何も持たず、かつ体の動きが鈍いために、仕事を持たず怠惰であることも、よくできている。
αἱ δὲ μέλιτται μέσαι τὸ μέγεθός εἰσιν ἀμφοῖν (χρήσιμοι γὰρ οὕτω πρὸς τὴν ἐργασίαν), καὶ ἐργάτιδες ὡς καὶ τέκνα τρέφουσαι καὶ πατέρας.
一方で、蜜蜂たちは両者の中間の大きさであり(作業のためにそのように有用だからである)、子供たちと父親たちの双方を養う働き手である。
ὁμολογούμενον δ’ ἐστὶ καὶ τὸ ἐπακολουθεῖν τοῖς βασιλεῦσι τῷ τὴν γένεσιν ἐκ τούτων εἶναι τὴν τῶν μελιττῶν (εἰ γὰρ μηθὲν τοιοῦτον ὑπῆρχεν, οὐκ εἶχε λόγον τὰ συμβαίνοντα περὶ τὴν ἡγεμονίαν αὐτῶν), καὶ τὸ τοὺς μὲν ἐᾶν μηθὲν ἐργαζομένους ὡς γονεῖς, τοὺς δὲ κηφῆνας κολάζειν ὡς τέκνα·
また、王たちに付き従うことも、蜜蜂たちの発生がこれらからであるということと合致している(もしそのようなことが存在しないなら、彼らの支配に関して起こる事柄に理屈が通らないからである)。 また、彼らを親として何も働かないままにしておき、一方で雄蜂たちを子供として懲らしめることも合致している。
κάλλιον γὰρ τὰ τέκνα κολάζειν καὶ ὧν μηθέν ἐστιν ἔργον.
なぜなら、子供や何の仕事もしない者を懲らしめることは、よりふさわしいからである。
τὸ δὲ τὰς μελίττας γεννᾶν πολλὰς αὐτοὺς ὄντας ὀλίγους τοὺς ἡγεμόνας παραπλήσιον ἔοικε συμβαίνειν τῇ γενέσει τῇ τῶν λεόντων, οἳ τὸ πρῶτον πέντε γεννήσαντες ὕστερον ἐλάττω γεννῶσι καὶ τέλος ἕν, εἶτ’ ὀυδέν.
指導者たち自身は少数であるのに、多くの蜜蜂を産むということは、ライオンの発生に似たことが起こっているように見える。 ライオンは最初は5頭を産み、その後はより少なく産み、最後には1頭、その後は何も産まなくなる。
οἱ δ’ ἡγεμόνες τὸ μὲν πρῶτον πλῆθος, ὕστερον δ’ ὀλίγους αὑτούς, κἀκείνων μὲν ἐλάττω τὸν γόνον, αὐτῶν δ’ ἐπεὶ τοῦ πλήθους ἀφεῖλε, τὸ μέγεθος αὐτοῖς ἀπέδωκεν ἡ φύσις.
指導者たちは最初は多数を、後には少数(自分たち自身)を産み、それらの幼子よりは少数である。 そして自然は、彼らから数を減らした代わりに、彼らに大きさを与えたのである。
ἐκ μὲν οὖν τοῦ λόγου τὰ περὶ τὴν γένεσιν τῶν μελιττῶν τοῦτον ἔχειν φαίνεται τὸν τρόπον, καὶ ἐκ τῶν συμβαίνειν δοκούντων περὶ αὐτάς·
したがって、理論からは蜜蜂の発生に関してこのようになっていると思われるし、彼女たちに関して起こると思われる現象からもそうである。
οὐ μὴν εἴληπταί γε τὰ συμβαίνοντα ἱκανῶς, ἀλλ’ ἐάν ποτε ληφθῇ, τότε τῇ αἰσθήσει μᾶλλον τῶν λόγων πιστευτέον, καὶ τοῖς λόγοις, ἐὰν ὁμολογούμενα δεικνύωσι τοῖς φαινομένοις.
しかしながら、実際に起こる事柄はまだ十分に把握されていない。 もし将来それが把握されるならば、その時には、理論よりもむしろ感覚を信じるべきであり、理論については、それが現象と合致することを示している場合にのみ信じるべきである。
πρὸς δὲ τὸ μὴ ἐξ ὀχείας γίνεσθαι σημεῖον καὶ τὸ τὸν γόνον φαίνεσθαι μικρὸν ἐν τοῖς τοῦ κηρίου κυτταρίοις·
また、交配によらずに生じることの兆候は、巣の小部屋において幼子が小さく見えることでもある。
ὅσα δ’ ἐξ ὀχείας τῶν ἐντόμων γεννᾶται, συνδυάζεται μὲν πολὺν χρόνον, τίκτει δὲ ταχέως καὶ μέγεθος ἔχον σκωληκοειδές.
昆虫の中で交配から生まれるものは、長い時間交尾し、速やかに、しかも大きめの虫のような姿のものを産むからである。
περὶ δὲ τὴν γένεσιν τὴν τῶν συγγενῶν ζῴων αὐταῖς, οἷον ἀνθρηνῶν τε καὶ σφηκῶν, τρόπον τιν’ ἔχει παραπλησίως πᾶσιν, ἀφῄρηται δὲ τὸ περιττὸν εὐλόγως·
彼女たちの親縁関係にある動物、たとえばスズメバチやアシナガバチなどの発生については、ある意味ですべて同様になっているが、余分な点は合理的に取り除かれている。
οὐ γὰρ ἔχουσιν οὐθὲν θεῖον, ὥσπερ τὸ γένος τὸ τῶν μελιττῶν.
というのも、それらは蜜蜂の属のように神聖なものを何も持っていないからである。
γεννῶσι μὲν γὰρ αἱ μῆτραι καλούμεναι, καὶ τὰ πρῶτα συμπλάττουσι τῶν κηρίων, ὀχευόμεναι δὲ γεννῶσιν ὑπ’ ἀλλήλων·
実際、母虫と呼ばれるものが産み、最初に巣の一部を形作るが、それらは互いに交尾することによって産む。
ὦπται γὰρ πολλάκις ὁ συνδυασμὸς αὐτῶν.
というのも、それらの交尾はしばしば目撃されているからである。
πόσας δ’ ἔχουσι διαφορὰς ἢ πρὸς ἄλληλα τῶν τοιούτων γενῶν ἕκαστον ἢ πρὸς τὰς μελίττας, ἐκ τῶν περὶ τὰς ἱστορίας ἀναγεγραμμένων δεῖ θεωρεῖν.
このような属の各々が互いに、あるいは蜜蜂に対してどのような違いを持っているかについては、動物誌に記録されている記述から考察せねばならない。