§3.10#2οἱ γὰρ ἐρυθρῖνοι γεννῶσιν ἐρυθρίνους καὶ αἱ χάνναι χάννας.
因为红鱼产生红鱼,魨鱼产生魨鱼。
αἴτιον δ᾽ ὅτι καὶ αὐταὶ γεννῶνται αἱ μέλιτται οὐχ ὥσπερ αἱ μυῖαι καὶ τὰ τοιαῦτα τῶν ζῴων, ἀλλ᾽ ἐξ ἑτέρου μὲν συγγενοῦς δὲ γένους.
其原因在于,蜜蜂自身也同样产生,但并不像苍蝇和这类动物那样,而是由另一个与其同宗但不同的种类产生的。
γίγνονται γὰρ ἐκ τῶν ἡγεμόνων.
因为它们产生于首领。
διὸ καὶ ἔχει ἀνάλογόν πως ἡ γένεσις αὐτῶν.
因此,它们的产生在某种程度上也是成比例的。
οἱ μὲν γὰρ ἡγεμόνες μεγέθει μὲν ὅμοιοί εἰσι τοῖς κηφῆσι, τῷ δὲ κέντρον ἔχειν ταῖς μελίτταις.
因为首领在大小上与雄蜂相似,但在拥有蜇针上则与蜜蜂相似。
αἱ μὲν οὖν μέλιτται κατὰ τοῦτ᾽ ἐοίκασιν αὐτοῖς, οἱ δὲ κηφῆνες κατὰ τὸ μέγεθος.
所以,蜜蜂在这一点上与它们相似,而雄蜂则在大小上相似。
ἀνάγκη γάρ τι παραλλάττειν, εἰ μὴ δεῖ ἀεὶ τὸ αὐτὸ γένος ἐξ ἑκάστου γίνεσθαι.
因为如果并不是每次都从各自分类中产生出相同的种类,那么必然会有所改变。
τοῦτο δ᾽ ἀδύνατον· πᾶν γὰρ ἂν τὸ γένος ἡγεμόνες ἦσαν.
但这又是不可行的;因为若非如此,整个种类就都会成为首领了。
αἱ μὲν οὖν μέλιτται κατὰ τὴν δύναμιν αὐτοῖς ὡμοίωνται καὶ τῷ τίκτειν, οἱ δὲ κηφῆνες κατὰ τὸ μέγεθος εἰ δ᾽ εἶχον καὶ κέντρον, ἡγεμόνες ἂν ἦσαν.
因此,蜜蜂在能力以及生育上被赋予了与它们相似的特征,而雄蜂则在大小上相似;如果雄蜂也拥有蜇针,那它们就会是首领了。
νῦν δὲ τοῦτο λείπεται τῆς ἀπορίας· οἱ γὰρ ἡγεμόνες ἀμφοτέροις ἐοίκασιν ἐν τῷ αὐτῷ τοῖς γένεσι, τῷ μὲν κέντρον ἔχειν ταῖς μελίτταις, τῷ δὲ μεγέθει τοῖς κηφῆσιν.
而现在,这个疑难点依然存在:因为首领在相同的种类中与两者都相似,在拥有蜇针上与蜜蜂相似,在大小上与雄蜂相似。
ἀναγκαῖον δὲ καὶ τοὺς ἡγεμόνας γίνεσθαι ἔκ τινος.
然而,首领也必须由某种东西产生。
ἐπεὶ οὖν οὔτ’ ἐκ τῶν μελιττῶν οὔτ’ ἐκ τῶν κηφήνων, αὐτοῖς ἀναγκαῖον καὶ αὑτοὺς γεννᾶν.
既然它们既不产生于蜜蜂,也不产生于雄蜂,那么它们自身也必然生育自己。
γίνονται δ’ ἐπὶ τέλει οἱ κύτταροι αὐτῶν καὶ οὐ πολλοὶ τὸν ἀριθμόν.
它们的蜂房在最后产生,且数量并不多。
ὥστε συμβαίνει τοὺς μὲν ἡγεμόνας γεννᾶν μὲν καὶ αὑτούς, γεννᾶν δὲ καὶ ἄλλο τι γένος (τοῦτο δ’ ἐστὶ τὸ τῶν μελιττῶν), τὰς δὲ μελίττας ἄλλο μέν τι γεννᾶν, τοὺς κηφῆνας, αὑτὰς δὲ μηκέτι γεννᾶν, ἀλλὰ τοῦτ’ ἀφῃρῆσθαι αὐτῶν.
因此,结果是首领既生育自己,也生育另一个种类(这就是蜜蜂的种类),而蜜蜂则生育另一种类,即雄蜂,但蜜蜂自身却不再生育,这一能力已从它们身上被剥夺了。
ἐπεὶ δ’ ἀεὶ τὸ κατὰ φύσιν ἔχει τάξιν, διὰ τοῦτο τῶν κηφήνων ἀναγκαῖον καὶ τὸ ἄλλο τι γένος γεννᾶν ἀφῃρῆσθαι.
由于符合自然的事物总是具有秩序的,因此也必然要剥夺雄蜂生育其他种类的能力。
ὅπερ καὶ φαίνεται συμβαῖνον· αὐτοὶ μὲν γὰρ γίγνονται, ἄλλο δ’ οὐθὲν γεννῶσιν, ἀλλ’ ἐν τῷ τρίτῳ ἀριθμῷ πέρας ἔσχεν ἡ γένεσις.
这确实被观察到发生着;因为它们自身被产生出来,却不生育其他任何东西,产生在第三个数量上便告终结。
καὶ οὕτω δὴ συνέστηκε τῇ φύσει καλῶς ὥστ’ αἰεὶ διαμένειν ὄντα τὰ γένη καὶ μηδὲν ἐλλείπειν, μὴ πάντων γεννώντων.
自然正是这样精妙地构建了它们,以至于即使并非所有成员都生育,各属也始终存续而毫无缺失。
εὔλογον δὲ καὶ τοῦτο συμβαίνειν, ἐν μὲν ταῖς εὐετηρίαις μέλι καὶ κηφῆνας γίνεσθαι πολλούς, ἐν δὲ ταῖς ἐπομβρίαις ὅλως γόνον πολύν.
此外,在丰收的年份产生许多蜂蜜和雄蜂,而在多雨的年份则普遍产生许多幼子,这也是合理的。
αἱ μὲν γὰρ ὑγρότητες περίττωμα ποιοῦσι πλεῖον ἐν τοῖς σώμασι τῶν ἡγεμόνων, αἱ δ’ εὐετηρίαι ἐν τοῖς τῶν μελιττῶν· ἔλαττον γὰρ ὂν τῷ μεγέθει δεῖται τῆς εὐετηρίας μᾶλλον.
因为水分在首领体内产生更多的余屑,而丰收在蜜蜂体内产生;因为蜜蜂在体积上较小,因此更需要丰收。
εὖ δὲ καὶ τὸ τοὺς βασιλεῖς ὥσπερ πεποιημένους ἐπὶ τέκνωσιν ἔσω μένειν, ἀφειμένους τῶν ἀναγκαίων ἔργων, καὶ μέγεθος δὲ ἔχειν, ὥσπερ ἐπὶ τεκνοποιίαν συστάντος τοῦ σώματος αὐτῶν· τούς τε κηφῆνας ἀργοὺς ἅτ’ οὐδὲν ἔχοντας ὅπλον πρὸς τὸ διαμάχεσθαι περὶ τῆς τροφῆς, καὶ διὰ τὴν βραδυτῆτα τὴν τοῦ σώματος.
同样精妙的是,蜂王似乎完全是为了生育而被制造出来的,它们留在内部,免于必要的劳作,并且拥有较大的体积,仿佛它们的身体正是为了繁衍后代而构建的;而雄蜂则是闲散的,因为它们没有任何武器来为食物而争斗,而且由于它们身体的迟缓。
αἱ δὲ μέλιτται μέσαι τὸ μέγεθός εἰσιν ἀμφοῖν (χρήσιμοι γὰρ οὕτω πρὸς τὴν ἐργασίαν), καὶ ἐργάτιδες ὡς καὶ τέκνα τρέφουσαι καὶ πατέρας.
而蜜蜂在大小上介于两者之间(因为这样有利于工作),并且作为既抚养孩子又抚养父亲的劳动者。
ὁμολογούμενον δ’ ἐστὶ καὶ τὸ ἐπακολουθεῖν τοῖς βασιλεῦσι τῷ τὴν γένεσιν ἐκ τούτων εἶναι τὴν τῶν μελιττῶν (εἰ γὰρ μηθὲν τοιοῦτον ὑπῆρχεν, οὐκ εἶχε λόγον τὰ συμβαίνοντα περὶ τὴν ἡγεμονίαν αὐτῶν), καὶ τὸ τοὺς μὲν ἐᾶν μηθὲν ἐργαζομένους ὡς γονεῖς, τοὺς δὲ κηφῆνας κολάζειν ὡς τέκνα· κάλλιον γὰρ τὰ τέκνα κολάζειν καὶ ὧν μηθέν ἐστιν ἔργον.
蜜蜂跟随蜂王也与它们的产生来自蜂王这一事实相一致(因为如果不存在这样的事情,关于它们首领地位的发生情况就毫无道理),它们允许后者作为父母不从事任何工作,却将雄蜂作为孩子加以惩罚,这也同样是一致的;因为惩罚孩子以及那些无所事事者是更合理的。
τὸ δὲ τὰς μελίττας γεννᾶν πολλὰς αὐτοὺς ὄντας ὀλίγους τοὺς ἡγεμόνας παραπλήσιον ἔοικε συμβαίνειν τῇ γενέσει τῇ τῶν λεόντων, οἳ τὸ πρῶτον πέντε γεννήσαντες ὕστερον ἐλάττω γεννῶσι καὶ τέλος ἕν, εἶτ’ ὀυδέν.
尽管首领自身数量很少,但蜜蜂生育出很多,这似乎与狮子的产生情况相似,狮子最初生育五只,之后生育得更少,最后生育一只,再之后就生不出来了。
οἱ δ’ ἡγεμόνες τὸ μὲν πρῶτον πλῆθος, ὕστερον δ’ ὀλίγους αὑτούς, κἀκείνων μὲν ἐλάττω τὸν γόνον, αὐτῶν δ’ ἐπεὶ τοῦ πλήθους ἀφεῖλε, τὸ μέγεθος αὐτοῖς ἀπέδωκεν ἡ φύσις.
而首领起初产生大量蜜蜂,之后产生少量的自身,前者的幼子数量较少;由于自然剥夺了它们的数量,自然便将体积回馈给了它们。
ἐκ μὲν οὖν τοῦ λόγου τὰ περὶ τὴν γένεσιν τῶν μελιττῶν τοῦτον ἔχειν φαίνεται τὸν τρόπον, καὶ ἐκ τῶν συμβαίνειν δοκούντων περὶ αὐτάς· οὐ μὴν εἴληπταί γε τὰ συμβαίνοντα ἱκανῶς, ἀλλ’ ἐάν ποτε ληφθῇ, τότε τῇ αἰσθήσει μᾶλλον τῶν λόγων πιστευτέον, καὶ τοῖς λόγοις, ἐὰν ὁμολογούμενα δεικνύωσι τοῖς φαινομένοις.
因此,从理论上来看,关于蜜蜂产生的情况似乎就是这样,从关于它们显现出来的现象来看也是如此;然而,实际发生的情况尚未被充分掌握,如果将来有一天它们被掌握了,那时就应当相信感觉更甚于理论,而对于理论,只有当它们展示出与现象一致的结果时才应予以相信。
πρὸς δὲ τὸ μὴ ἐξ ὀχείας γίνεσθαι σημεῖον καὶ τὸ τὸν γόνον φαίνεσθαι μικρὸν ἐν τοῖς τοῦ κηρίου κυτταρίοις· ὅσα δ’ ἐξ ὀχείας τῶν ἐντόμων γεννᾶται, συνδυάζεται μὲν πολὺν χρόνον, τίκτει δὲ ταχέως καὶ μέγεθος ἔχον σκωληκοειδές.
不通过交配产生的另一个证据是,在蜂巢的孔洞中,幼子显得很小;而所有通过交配产生的昆虫中,交配时间都很长,并且迅速产下具有虫状大小的卵。
περὶ δὲ τὴν γένεσιν τὴν τῶν συγγενῶν ζῴων αὐταῖς, οἷον ἀνθρηνῶν τε καὶ σφηκῶν, τρόπον τιν’ ἔχει παραπλησίως πᾶσιν, ἀφῄρηται δὲ τὸ περιττὸν εὐλόγως· οὐ γὰρ ἔχουσιν οὐθὲν θεῖον, ὥσπερ τὸ γένος τὸ τῶν μελιττῶν.
至于与它们同宗的动物的产生,在某种程度上在所有情况下都是相似的,但其中奇特的部分已被合理地剥夺了;因为它们并不像蜜蜂这一种类那样拥有神圣的特质。
γεννῶσι μὲν γὰρ αἱ μῆτραι καλούμεναι, καὶ τὰ πρῶτα συμπλάττουσι τῶν κηρίων, ὀχευόμεναι δὲ γεννῶσιν ὑπ’ ἀλλήλων· ὦπται γὰρ πολλάκις ὁ συνδυασμὸς αὐτῶν.
因为被称为母蜂的个体进行生育,并且筑造出蜂巢的最初部分,但它们是通过彼此交配而生育的;因为它们的交配已被多次观察到。
πόσας δ’ ἔχουσι διαφορὰς ἢ πρὸς ἄλληλα τῶν τοιούτων γενῶν ἕκαστον ἢ πρὸς τὰς μελίττας, ἐκ τῶν περὶ τὰς ἱστορίας ἀναγεγραμμένων δεῖ θεωρεῖν.
然而,这些种类各自之间,或者与蜜蜂之间存在着多少差异,必须从《动物志》中记载的内容去进行考察。