Humanitext Reader

亚里士多德 · 动物的产生 §3.10#1

蜜蜂独特的繁殖机制与各阶层的产生

第 56 段,共 93 段 · 希腊语

内容简介

本节探讨并驳斥了关于蜜蜂产生方式的各种既有假说。进而指出,蜜蜂(工蜂)具有类似植物的雌雄同体特征,能无需交配便生育出雄蜂,而王(领袖)则生育其自身以及工蜂。

§3.10#1Ἡ δὲ τῶν μελιττῶν γένεσις ἔχει πολλὴν ἀπορίαν.
蜜蜂的产生包含着许多困难。
ἐπεὶ γάρ ἐστι καὶ περὶ τοὺς ἰχθῦς τοιαύτη τις γένεσις ἐνίων ὥστ᾽ ἄνευ ὀχείας γεννᾶν, τοῦτο συμβαίνειν ἔοικε καὶ περὶ τὰς μελίττας ἐκ τῶν φαινομένων.
因为既然在某些鱼类中也存在一种无需交配便能生育的产生方式,从现象来看,同样的事情似乎也发生在蜜蜂身上。
ἀνάγκη γὰρ ἤτοι φέρειν αὐτὰς ἄλλοθεν τὸν γόνον, ὥσπερ τινές φασι, καὶ τοῦτον ἢ φυόμενον αὐτόματον ἢ ἄλλου τινὸς ζῴου τίκτοντος, ἢ γεννᾶν αὐτάς, ἢ τὸν μὲν φέρειν τὸν δὲ γεννᾶν (καὶ γὰρ τοῦτο λέγουσί τινες, ὡς τὸν τῶν κηφήνων μόνων φέρουσι γόνον), καὶ γεννᾶν ἢ ὀχευομένας ἢ ἀνοχεύτους, καὶ ὀχευομένας γεννᾶν ἤτοι ἕκαστον γένος καθ᾽ αὑτὸ ἢ ἕν τι αὐτῶν τἆλλα ἢ συνδυαζόμενον ἄλλο γένος ἄλλῳ, λέγω δ᾽ οἷον μελίττας μὲν γίγνεσθαι ἐκ μελιττῶν συνδυαζομένων, κηφῆνας δ᾽ ἐκ κηφήνων καὶ τοὺς βασιλεῖς ἐκ τῶν βασιλέων, ἢ πάντα τἆλλα ἐξ ἑνὸς οἷον ἐκ τῶν καλουμένων βασιλέων καὶ ἡγεμόνων, ἢ ἐκ τῶν κηφήνων καὶ τῶν μελιττῶν· φασὶ γάρ τινες τοὺς μὲν ἄρρενας εἶναι τοὺς δὲ θήλεις, οἷον τὰς μὲν μελίττας ἄρρενας τοὺς δὲ κηφῆνας θήλεας.
因为它们要么必须像有些人说的那样,从别处带回幼体——而这幼体要么是自然产生的,要么是其他某种动物产下的——要么是它们自己生育,要么是带回一部分而自己生育另一部分(因为确实有些人是这样说的,即它们只带回雄蜂的幼体),而且如果它们生育,要么是通过交配,要么是不通过交配,如果通过交配,要么是每个种类各自生育其同类,要么是其中一个种类生育其他种类,要么是一个种类与另一个种类交配(我的意思是,例如,蜜蜂由蜜蜂交配产生,雄蜂由雄蜂产生,王由王产生),要么是所有其他种类都由一个种类产生,例如由所谓的王和领袖产生,要么是由雄蜂和蜜蜂产生;因为有些人说,一为雄,一为雌,例如蜜蜂是雄,雄蜂是雌。
ταῦτα δ᾽ ἐστὶ πάντα ἀδύνατα συλλογιζομένοις τὰ μὲν ἐκ τῶν συμβαινόντων ἰδίᾳ περὶ τὰς μελίττας, τὰ δ᾽ ἐκ τῶν κοινοτέρων τοῖς ἄλλοις ζῴοις.
但对于那些一部分根据蜜蜂特有的现象、一部分根据其他动物更普遍的现象来进行推论的人来说,所有这些假想都是不可能成立的。
εἴτε γὰρ μὴ τίκτουσαι φέρουσιν ἄλλοθεν, ἔδει γίγνεσθαι μελίττας καὶ μὴ φερουσῶν τῶν μελιττῶν ἐκ τοῦ τόπου ἐξ οὗ τὸ σπέρμα φέρουσιν.
因为如果它们自己不生育而是从别处带回,那么即使蜜蜂不带回,在它们获取胚种的地方也应该会产生蜜蜂。
διὰ τί γὰρ μετενεχθέντος μὲν ἔσται, ἐκεῖ δ᾽ οὐκ ἔσται;
因为为什么在被运送过来时会产生,而在那里却不会产生呢?
προσήκει γὰρ οὐδὲν ἧττον, εἴτε φυόμενον ἐν τοῖς ἄνθεσιν αὐτόματον εἴτε ζῴου τινὸς τίκτοντος.
因为无论它是自然在花中产生,还是由某种动物产下,其产生都同样是理所当然的。
κἂν εἴ γε ζῴου τινὸς ἑτέρου τὸ σπέρμα ἦν, ἐκεῖνο ἔδει γίγνεσθαι ἐξ αὐτοῦ, ἀλλὰ μὴ μελίττας.
而且如果它是其他某种动物的胚种,那么从中产生的也应当是那种动物,而不应当是蜜蜂。
ἔτι δὲ τὸ μὲν μέλι κομίζειν εὔλογον (τροφὴ γάρ), τὸ δὲ τὸν γόνον ἀλλότριον ὄντα καὶ μὴ τροφὴν ἄτοπον.
此外,它们携带蜂蜜是合理的(因为那是食物),但携带不属于自己的、又不是食物的幼体则是荒谬的。
τίνος γὰρ χάριν πάντα γὰρ ὅσα πραγματεύεται περὶ τὰ τέκνα, περὶ τὸν φαινόμενον οἰκεῖον διαπονεῖται γόνον.
因为它们为什么要这样做呢? 所有为后代忙碌的动物,都是为了显然是它们自己的幼体而劳碌。
ἀλλὰ μὴν οὐδὲ τὰς μὲν μελίττας θηλείας εἶναι τοὺς δὲ κηφῆνας ἄρρενας εὔλογον· οὐδενὶ γὰρ τὸ πρὸς ἀλκὴν ὅπλον τῶν θηλειῶν ἀποδίδωσιν ἡ φύσις, εἰσὶ δ᾽ οἱ μὲν κηφῆνες ἄκεντροι, αἱ δὲ μέλιτται πᾶσαι κέντρον ἔχουσιν.
此外,认为蜜蜂是雌而雄蜂是雄也是不合理的;因为自然并不会给任何雌性动物配备防御的武器,然而雄蜂没有毒刺,而蜜蜂则全都有刺。
οὐδὲ τοὐναντίον εὔλογον, τὰς μὲν μελίττας ἄρρενας τοὺς δὲ κηφῆνας θήλεας· οὐδὲν γὰρ τῶν ἀρρένων εἴωθε διαπονεῖσθαι περὶ τὰ τέκνα, νῦν δ᾽ αἱ μέλιτται τοῦτο ποιοῦσιν.
相反的说法,即蜜蜂是雄而雄蜂是雌,也同样是不合理的;因为雄性动物中没有哪一种习惯于为后代操劳,而现实中蜜蜂却在这样做。
ὅλως δ᾽ ἐπειδὴ φαίνεται ὁ μὲν τῶν κηφήνων γόνος ἐγγινόμενος καὶ μηθενὸς ὄντος κηφῆνος, ὁ δὲ τῶν μελιττῶν οὐκ ἐγγινόμενος ἄνευ τῶν βασιλέων, διὸ καὶ φασί τινες τὸν τῶν κηφήνων φέρεσθαι μόνον, δῆλον ὡς οὔτ᾽ ἐξ ὀχείας γίνονται, οὔτ’ ἐξ ἑκατέρου τοῦ γένους αὐτοῦ αὑτῷ συνδυαζομένου, οὔτ᾽ ἐκ μελιττῶν καὶ κηφήνων.
总之,由于人们观察到,即使在没有雄蜂的情况下,雄蜂的幼体也会产生,而蜜蜂的幼体若没有王的存在便不会产生(这也是为什么有些人说只有雄蜂的幼体是被带回来的原因),因此很明显,它们既不是通过交配产生的,也不是由每个种类各自交配产生的,更不是由蜜蜂和雄蜂共同产生的。
τό τε τοῦτον φέρειν μόνον διά τε τὰ εἰρημένα ἀδύνατον, καὶ οὐκ εὔλογον μὴ περὶ πᾶν τὸ γένος αὐτῶν ὅμοιόν τι συμβαίνειν πάθος.
此外,仅携带这种幼体,由于上述原因也是不可能的,而且在它们的整个属中没有发生类似的现象也是不合常理的。
ἀλλὰ μὴν οὐδ᾽ αὐτὰς τὰς μελίττας ἐνδέχεται τὰς μὲν ἄρρενας εἶναι τὰς δὲ θηλείας· ἐν πᾶσι γὰρ διαφέρει τοῖς γένεσι τὸ θῆλυ καὶ τὸ ἄρρεν.
此外,蜜蜂本身也不可能有一些是雄而另一些是雌;因为在所有属中,雌性和雄性都是有分别的。
κἂν ἐγέννων αὐταὶ αὑτάς· νῦν δ᾽ οὐ φαίνεται γιγνόμενος ὁ γόνος αὐτῶν, ἐὰν μὴ ἐνῶσιν οἱ ἡγεμόνες, ὡς φασίν.
而且若非如此,它们应当可以自己生育自己;但现实中,正如人们所说,除非领袖在场,否则它们的幼体似乎不会产生。
κοινὸν δὲ καὶ πρὸς τὴν ἐξ ἀλλήλων γένεσιν καὶ πρὸς τὴν ἐκ τῶν κηφήνων, καὶ χωρὶς καὶ μετ᾽ ἀλλήλων, τὸ μηδέποτε ὧφθαι ὀχευόμενον μηθὲν αὐτῶν· εἰ δ᾽ ἦν ἐν αὐτοῖς τὸ μὲν θῆλυ τὸ δ᾽ ἄρρεν, πολλάκις ἂν τοῦτο συνέβαινεν.
无论是彼此之间的产生,还是由雄蜂产生的,无论是单独还是共同产生,一个共同的反对事实是,从未有人见过它们中任何一种进行交配;而如果它们之中有雌有雄,这应该已经发生过许多次了。
λείπεται δ᾽, εἴπερ ἐξ ὀχείας γίγνεται, τοὺς βασιλεῖς γεννᾶν συνδυαζομένους.
因此,如果它们是通过交配产生的,那就剩下一种可能,即王们彼此交配并生育。
ἀλλ᾽ οἱ κηφῆνες φαίνονται γιγνόμενοι καὶ μὴ ἐνόντων ἡγεμόνων, ὧν οὔτε φέρειν οἷόν τε τὸν γόνον τὰς μελίττας οὔτε γεννᾶν αὐτὰς ὀχευομένας.
但是,人们观察到,即使在没有领袖的情况下也会产生雄蜂,而对于这些幼体,蜜蜂既不能携带,也不能通过交配由自己生育。
λείπεται δή, καθάπερ φαίνεται συμβαῖνον ἐπί τινων ἰχθύων, τὰς μελίττας ἄνευ ὀχείας γεννᾶν τοὺς κηφῆνας, τῷ μὲν γεννᾶν οὔσας θηλείας, ἐχούσας δ᾽ ἐν αὑταῖς, ὥσπερ τὰ φυτά, καὶ τὸ θῆλυ καὶ τὸ ἄρρεν.
于是,正如在某些鱼类中似乎发生的情况一样,剩下的结论是,蜜蜂在没有交配的情况下生育雄蜂,它们在生育这一点上是雌性,但就像植物一样,它们自身内部同时具有雌性和雄性。
διὸ καὶ τὸ πρὸς τὴν ἀλκὴν ἔχουσιν ὄργανον· οὐ γὰρ δεῖ θῆλυ καλεῖν ἐν ᾧ ἄρρεν μή ἐστι κεχωρισμένον.
因此,它们也拥有防御的器官;因为不应当将雄性未分化出去的个体称为雌性。
εἰ δ᾽ ἐπὶ τῶν κηφήνων τοῦτο φαίνεται συμβαῖνον καὶ γιγνόμενοι μὴ ἐξ ὀχείας, ἤδη καὶ κατὰ τῶν μελιττῶν καὶ τῶν βασιλέων τὸν αὐτὸν ἀναγκαῖον εἶναι λόγον καὶ μὴ γεννᾶσθαι ἐξ ὀχείας.
如果在雄蜂身上似乎发生了这种情况,且它们不是通过交配产生的,那么对于蜜蜂和王也必然适用同样的道理,即它们也不是通过交配生育出来的。
εἰ μὲν οὖν ἄνευ τῶν βασιλέων ἐφαίνετ᾽ ἐγγινόμενος ὁ γόνος τῶν μελιττῶν, κἂν τὰς μελίττας ἀναγκαῖον ἦν ἐξ αὑτῶν ἄνευ ὀχείας γίγνεσθαι.
那么,如果人们观察到没有王存在时也会产生蜜蜂的幼体,那么蜜蜂必然是由自己无需交配而产生的。
νῦν δ᾽ ἐπειδὴ τοῦτ᾽ οὔ φασιν οἱ περὶ τὴν θεραπείαν τούτων τῶν ζῴων ὄντες, λείπεται τοὺς βασιλεῖς καὶ αὑτοὺς γεννᾶν καὶ τὰς μελίττας.
但现实中,既然从事这些动物饲养的人们说并非如此,那么剩下的可能就是由王来生育它们自己以及蜜蜂。
ὄντος δὲ περιττοῦ τοῦ γένους καὶ ἰδίου τοῦ τῶν μελιττῶν, καὶ ἡ γένεσις αὐτῶν ἴδιος εἶναι φαίνεται.
由于蜜蜂这一属是奇特且独特的,它们的产生方式似乎也同样独特。
τὸ μὲν γὰρ γεννᾶν τὰς μελίττας ἄνευ ὀχείας εἴη ἂν καὶ ἐπ᾽ ἄλλων ζῴων συμβαῖνον, ἀλλὰ μὴ τὸ αὐτὸ γένος γεννᾶν ἴδιον·
因为,蜜蜂无需交配即可生育这一点,也可能发生在其他动物身上,但生育出不属于同一种类的个体则是独特的。

词汇与语法注释

  1. §3.10ἀνάγκη γὰρ ἤτοι φέρειν αὐτὰς ἄλλοθεν τὸν γόνον — 这是一个由无人称形容词谓语 ἀνάγκη(“必然……”)引导的极其冗长且复杂的交替选择句,其后支配一系列带有主格宾格的不定式(如 φέρειν, γεννᾶν 等)。关联小词 ἤτοι... ἢ... ἢ...(“要么……要么……要么……”)将逻辑可能性进行多层分支,且在各个分支内部还嵌套了表示条件或方式的分词短语。要理清整个长句的骨架,必须认识到所有这些不定式在语法上都受控于开头的 ἀνάγκη。
  2. §3.10ταῦτα δ᾽ ἐστὶ πάντα ἀδύνατα συλλογιζομένοις — 与格分词 συλλογιζομένοις(“对于进行推论的人来说”)在此充当“判断与格”(dativus iudicantis),修饰形容词 ἀδύνατα(“不可能的”)。它规定了在何种判断标准的持有者看来,“所有这些假想”(ταῦτα πάντα)是不可能成立的。
  3. §3.10τῷ μὲν γεννᾶν οὔσας θηλείας, ἐχούσας δ᾽ ἐν αὑταῖς — 带冠词不定式的与格 τῷ... γεννᾶν 表示限定或原因(“在生育这一点上 / 通过生育”)。分词 οὔσας(“是……”)和 ἐχούσας(“拥有……”)采用宾格形式,以与宾格加不定式结构(A.c.I.)中作为不定式 γεννᾶν 的主语 τὰς μελίττας 保持一致。

引用这一段

亚里士多德, 动物的产生 §3.10#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg012.humanitext-grc1:3.10%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。