§3.1#1Περὶ μὲν οὖν τῆς τῶν ἡμιόνων ἀτεκνίας εἴρηται, καὶ περὶ τῶν ζῳοτοκούντων καὶ θύραζε καὶ ἐν αὑτοῖς·
したがって、ラバの不妊について、また、体外でも体内でも胎生であるものについて語られた。
ἐν δὲ τοῖς ᾠοτοκοῦσι τῶν ἐναίμων τῇ μὲν παραπλησίως ἔχει τὰ περὶ τὰς γενέσεις αὐτοῖς τε καὶ τοῖς πεζοῖς καὶ ταὐτόν τι λαβεῖν ἔστι περὶ πάντων, τῇ δ’ ἔχει διαφορὰς καὶ πρὸς ἄλληλα καὶ πρὸς τὰ πεζὰ τῶν ζῴων.
しかし、有血の卵生動物においては、一方では発生に関する事柄が彼ら自身と陸上動物とで類似しており、すべてについて何か同一の点を捉えることができるが、他方では互いに対しても、また陸上動物に対しても相違点を持っている。
γίνεται μὲν οὖν ἀπὸ συνδυασμοῦ πάντα ὅλως, καὶ προϊεμένου γονὴν εἰς τὸ θῆλυ τοῦ ἄρρενος·
そもそも、すべては交尾から、すなわち雄が雌の中に精液を放出することから生じる。
τῶν δ’ ᾠοτοκούντων αἱ μὲν ὄρνιθες προΐενται τέλειον ᾠὸν καὶ σκληρόδερμον, ἐὰν μή τι πηρωθῇ διὰ νόσον, καὶ πάντα δίχροα τὰ τῶν ὀρνίθων ἐστίν, τῶν δ’ ἰχθύων οἱ μὲν σελαχώδεις, ὥσπερ εἴρηται πολλάκις, ἐν αὑτοῖς ᾠοτοκήσαντες ζῳοτοκοῦσι, μεταστάντος τοῦ ᾠοῦ ἐξ ἄλλου τόπου τῆς ὑστέρας εἰς ἄλλον, μαλακόδερμον δὲ τὸ ᾠὸν καὶ ὁμόχρων ἐστὶν αὐτῶν.
そして卵生動物のうち、鳥類は、病気のために何らかの不具が生じない限り、殻の硬い完全な卵を放出し、鳥の卵はすべて二色である。 魚類のうち、軟骨魚類は、しばしば述べたように、体内で卵を産んでから胎生となり、その卵は子宮の一つの場所から別の場所へと移動するのであり、彼らの卵は殻が柔らかく一色である。
εἶς δὲ μόνος οὐ ζῳοτοκεῖ τῶν τοιούτων ἐν αὑτῷ, ὁ καλούμενος βάτραχος·
このような中で、いわゆるアンコウだけは体内で胎生にならない。
περὶ οὗ τὴν αἰτίαν ὕστερον λεκτέον.
その原因については後で語られねばならない。
οἱ δὲ ἄλλοι ὅσοιπερ ᾠοτοκοῦσι τῶν ἰχθύων, μονόχρων μὲν προΐενται τὸ ᾠόν, ἀτελὲς δὲ τοῦτο·
魚類のうちで卵を産む他のすべてのものは、一色の卵を放出するが、これは不完全なものである。
λαμβάνει γὰρ ἔξω τὴν αὔξησιν, διὰ τὴν αὐτὴν αἰτίαν δι’ ἥνπερ καὶ τὰ ἔσω τελειούμενα τῶν ᾠῶν.
なぜなら、その成長は体外で行われるからであり、それは卵が体内で完成されるのと同じ原因によるのである。
περὶ μὲν οὖν τῶν ὑστερῶν, τίνας ἔχουσι διαφορὰς καὶ διὰ τίνας αἰτίας, εἴρηται πρότερον.
子宮がどのような相違点を持っているか、またいかなる原因によるかについては、以前に述べられた。
καὶ γὰρ τῶν ζῳοτοκούντων τὰ μὲν ἄνω πρὸς τῷ ὑπόζώματι ἔχει τὰς ὑστέρας, τὰ δὲ κάτω πρὸς τοῖς ἄρθροις, ἄνω μὲν τὰ σελαχώδη, κάτω δὲ τὰ καὶ ἐν αὐτοῖς ζῳοτοκοῦντα καὶ θύραζε, οἷον ἄνθρωπος καὶ ἵππος καὶ τῶν ἄλλων ἕκαστον τῶν τοιούτων·
というのも、胎生動物のうち、あるものは上部の横隔膜の近くに子宮を持ち、他のものは下部の股関節の近くに持つからであり、軟骨魚類は上部に、体内でも体外でも胎生であるもの、例えば人間や馬、その他そのようなものの各々は下部に持つ。
καὶ τῶν ᾠοτοκούντων τὰ μὲν κάτω, καθάπερ τῶν ἰχθύων οἱ ᾠοτοκοῦντες, τὰ δ’ ἄνω, καθάπερ οἱ ὄρνιθες.
そして卵生動物のうち、卵生の魚類のようにあるものは下部に持ち、鳥類のように他のものは上部に持つ。
συνίσταται μὲν οὖν κυήματα τοῖς ὄρνισι καὶ αὐτόματα, ἃ καλοῦσιν ὑπηνέμια καὶ ζεφύριά τινες, γίνεται δὲ ταῦτα τοῖς μὴ πτητικοῖς μηδὲ γαμψώνυξι τῶν ὀρνίθων, ἀλλὰ τοῖς πολυγόνοις, διὰ τὸ πολὺ περίττωμα ταῦτ’ ἔχειν, τοῖς δὲ γαμψώνυξιν εἰς τὰς πτέρυγας καὶ τὰ πτερὰ τρέπεσθαι τὴν τοιαύτην ἀπόκρισιν, τὸ δὲ σῶμα μικρὸν ἔχειν καὶ ξηρόν τε καὶ θερμόν, τὴν δ’ ἀπόκρισιν τὴν καταμηνιώδη καὶ τὴν γονὴν περίττωμα εἶναι·
さて、鳥類には自発的に胚が形成されることもあり、これを風卵あるいはゼピュロスの卵と呼ぶ人々もいる。 これらは、鳥類の中でも飛翔性が高くなく、鉤爪も持たないもの、むしろ多産なものに生じる。 それは、彼らが多量の余剰物を持っているからである。 一方、鉤爪を持つ鳥においては、そのような分泌物は翼や羽毛へと転用され、体は小さく乾燥しており、かつ温かい。 そして月経の分泌物や精液は余剰物なのである。
ἐπεὶ οὖν καὶ ἡ τῶν πτερῶν φύσις καὶ ἡ τοῦ σπέρματος γίνεται ἐκ περιττώσεως, οὐ δύναται ἡ φύσις ἐπ’ ἀμφότερα πολυχοεῖν.
したがって、羽毛の形成も精液の形成も余剰物から生じるため、自然は双方に対して豊かに供給することはできない。
διὰ τὴν αὐτὴν δὲ ταύτην αἰτίαν καὶ τὰ μὲν γαμψώνυχα οὔτ’ ὀχευτικά ἐστιν οὔτε πολύγονα, τὰ δὲ βαρέα καὶ τῶν πτητικῶν ὅσων τὰ σώματα ὀγκώδη, καθάπερ περιστερᾶς καὶ τῶν τοιούτων.
まさにこの同じ原因によって、鉤爪を持つ鳥は交尾を好まず多産でもないが、重い鳥や、飛翔性の鳥のうちで体が大きいもの、例えばハトの類やその同類は交尾を好み多産である。
τοῖς μὲν γὰρ βαρέσι καὶ μὴ πτητικοῖς, οἷον ἀλεκτορίσι καὶ πέρδιξι καὶ τοῖς ἄλλοις τοῖς τοιούτοις, πολὺ γίνεται περίττωμα τοιοῦτον·
なぜなら、重くて飛べない鳥、例えばニワトリやシャコ、その他そのようなものには、このような余剰物が多量に生じるからである。
διὸ τά τε ἄρρενα αὐτῶν ὀχευτικὰ καὶ τὰ θήλεα προΐεται πολλὴν ὕλην, καὶ τίκτει τῶν τοιούτων τὰ μὲν πολλὰ τὰ δὲ πολλάκις, πολλὰ μὲν οἷον ἀλεκτορὶς καὶ πέρδιξ καὶ στρουθὸς ὁ Λιβυκός, τὰ δὲ περιστερώδη πολλὰ μὲν οὔ, πολλάκις δέ μεταξὺ γάρ ἐστι ταῦτα τῶν γαμψωνύχων καὶ τῶν βαρέων·
それゆえ、それらの雄は交尾を好み、雌は多量の素材を放出し、このような鳥のうち、あるものは多くの数を産み、あるものは頻繁に産む。 多くの数を産むのは、例えばニワトリやシャコ、リビアダチョウであり、ハトの類は多くは産まないが頻繁に産む。 というのも、これらは鉤爪を持つ鳥と重い鳥の中間に位置するからである。
πτητικὰ μὲν γάρ ἐστιν ὥσπερ τὰ γαμψώνυχα, πλήθη δ’ ἔχει τοῦ σώματος ὥσπερ τὰ Βαρέα, ὣστε διὰ μὲν τὸ πτητικὰ εἶναι καὶ ἐνταῦθα τρέπεσθαι τὸ περίττωμα ὀλίγα τίκτουσι, διὰ δὲ τὸ λῆθος τοῦ σώματος καὶ διὰ τὸ θερμὴν ἔχειν τὴν κοιλίαν καὶ πεπτικωτάτην, πρὸς δὲ τούτοις καὶ διὰ τὸ ῥᾳδίως πορίζεσθαι τὴν τροφήν, τὰ δὲ γαμψώνυχα χαλεπῶς, πολλάκις.
すなわち、彼らは鉤爪を持つ鳥のように飛翔性であるが、重い鳥のように肉体的な体積を持っている。 したがって、飛翔性であり、余剰物がそちらに転用されることによって、彼らはわずかな数しか産まないが、体の体積が大きく、胃が温かくて非常に消化力が高く、さらにこれらに加えて、容易に食物を獲得できるのに対し、鉤爪を持つ鳥は困難であるということから、頻繁に産むのである。
ὀχευτικὰ δὲ καὶ πολύγονα καὶ τὰ μικρὰ τῶν ὀρνέων ἐστί, καθάπερ ἐνίοτε καὶ τῶν φυτῶν·
また、小さな鳥たちも交尾を好み多産であり、植物において時折見られるのと同様である。
ἡ γὰρ εἰς τὸ σῶμα αὔξησις γίνεται περίττωμα σπερματικόν.
なぜなら、体の成長が精液的な余剰物になるからである。
διὸ καὶ τῶν ἀλεκτορίδων αἱ Ἀδριανικαὶ πολυτοκώταταί εἰσιν·
それゆえ、ニワトリの中でもアドリア鶏は非常に多産である。
διὰ γὰρ μικρότητα τοῦ σώματος εἰς τὴν τέκνωσιν καταναλίσκεται ἡ τροφή.
体の小ささのために、栄養が子孫を残すことに費やされるからである。
καὶ αἱ ἀγεννεῖς τῶν γενναίων πολυτοκώτεραι·
また、卑しい品種は高貴な品種よりも多産である。
ὑγρότερα γὰρ τὰ σώματα τῶνδε καὶ ὀγκωδέστερα, τῶν δὲ ἰσχνότερα καὶ ξηρότερα·
前者の体はより湿っていて体積が大きいのに対し、後者の体はより引き締まって乾燥しているからである。
ὁ γὰρ θυμὸς ὁ γενναῖος ἐν τοῖς τοιούτοις γίνεται σώμασι μᾶλλον.
というのも、高貴な気性は、そのような体において、より生じるからである。
ἔτι δὲ καὶ ἡ τῶν σκελῶν λεπτότης καὶ ἀσθένεια συμβάλλεται πρὸς τὸ τὴν φύσιν τῶν τοιούτων ὀχευτικὴν εἶναι καὶ πολύγονον, καθάπερ καὶ ἐπὶ τῶν ἀνθρώπων·
さらに、脚の細さと弱さも、そのような動物の性質が交尾を好み多産になることに寄与しており、これは人間の場合にも見られるのと同様である。
ἡ γὰρ εἰς τὰ κῶλα τροφὴ τρέπεται τοῖς τοιούτοις εἰς περίττωμα σπερματικόν·
なぜなら、そのような者たちにおいては、四肢に行くべき栄養が精液的な余剰物へと転用されるからである。
ὃ γὰρ ἐκεῖθεν ἀφαιρεῖ ἡ φύσις, προστίθησιν ἐνταῦθα.
自然がそこから奪い去るものを、こちらに付け加えるのである。
τὰ δὲ γαμψώνυχα τὴν βάσιν ἰσχυρὰν ἔχει καὶ τὰ σκέλη πάχος ἔχοντα διὰ τὸν βίον, ὥστε διὰ πάσας ταύτας τὰς αἰτίας οὔτ᾽ ὀχευτικά ἐστιν οὔτε πολύγονα.
一方、鉤爪を持つ鳥は、その生活様式のために強力な足場と太い脚を持っており、したがってこれらすべての原因により、彼らは交尾を好まず多産でもない。
μάλιστα δὲ ἡ κεγχρὶς πολύγονον·
しかし、猛禽類の中でチョウゲンボウは最も多産である。
μόνον γὰρ σχεδὸν τοῦτο καὶ πίνει τῶν γαμψωνύχων, ἡ δ᾽ ὑγρότης καὶ ἡ σύμφυτος καὶ ἡ ἐπακτὸς σπερματικὸν μετὰ τῆς ὑπαρχούσης αὐτῇ θερμότητος.
なぜなら、猛禽類の中でこれだけがほぼ唯一、水を飲むからであり、生来の水分と外から取り入れられた水分の双方が、備わっている熱とともに精液的なものとなるからである。