Humanitext Reader

亚里士多德 · 动物的产生 §3.1#1

卵生动物的发生与鸟类的卵及多产性

第 42 段,共 93 段 · 希腊语

内容简介

作者结束了关于骡子不育的讨论,概述了鸟类和鱼类等有血卵生动物的发生和卵的多样性,特别探讨了鸟类无精蛋的产生以及鸟类的身体特征和品种对其多产性的影响。

§3.1#1Περὶ μὲν οὖν τῆς τῶν ἡμιόνων ἀτεκνίας εἴρηται, καὶ περὶ τῶν ζῳοτοκούντων καὶ θύραζε καὶ ἐν αὑτοῖς·
至于骡子的不育,以及在体外和体内皆为胎生的动物,都已经讨论过了。
ἐν δὲ τοῖς ᾠοτοκοῦσι τῶν ἐναίμων τῇ μὲν παραπλησίως ἔχει τὰ περὶ τὰς γενέσεις αὐτοῖς τε καὶ τοῖς πεζοῖς καὶ ταὐτόν τι λαβεῖν ἔστι περὶ πάντων, τῇ δ’ ἔχει διαφορὰς καὶ πρὸς ἄλληλα καὶ πρὸς τὰ πεζὰ τῶν ζῴων.
但在有血的卵生动物中,一方面,关于它们自身与陆生动物的发生情况是相似的,并且可以对所有这些动物得出某种相同的结论;另一方面,它们彼此之间以及与陆生动物之间都存在差异。
γίνεται μὲν οὖν ἀπὸ συνδυασμοῦ πάντα ὅλως, καὶ προϊεμένου γονὴν εἰς τὸ θῆλυ τοῦ ἄρρενος·
总的来说,所有这些都是由交配产生的,即雄性向雌性体内排出精液。
τῶν δ’ ᾠοτοκούντων αἱ μὲν ὄρνιθες προΐενται τέλειον ᾠὸν καὶ σκληρόδερμον, ἐὰν μή τι πηρωθῇ διὰ νόσον, καὶ πάντα δίχροα τὰ τῶν ὀρνίθων ἐστίν, τῶν δ’ ἰχθύων οἱ μὲν σελαχώδεις, ὥσπερ εἴρηται πολλάκις, ἐν αὑτοῖς ᾠοτοκήσαντες ζῳοτοκοῦσι, μεταστάντος τοῦ ᾠοῦ ἐξ ἄλλου τόπου τῆς ὑστέρας εἰς ἄλλον, μαλακόδερμον δὲ τὸ ᾠὸν καὶ ὁμόχρων ἐστὶν αὐτῶν.
在卵生动物中,鸟类排出完整的且硬壳的蛋,除非因疾病而产生某种畸形,而且鸟类的蛋都是双色的。 在鱼类中,软骨鱼类正如经常说到的那样,是在体内产卵后变为胎生的,卵从子宫的一个部位移到另一个部位,它们的卵是软壳且单色的。
εἶς δὲ μόνος οὐ ζῳοτοκεῖ τῶν τοιούτων ἐν αὑτῷ, ὁ καλούμενος βάτραχος· περὶ οὗ τὴν αἰτίαν ὕστερον λεκτέον.
在这类动物中,只有所谓的琵琶鱼不在体内进行胎生;关于其原因,必须在以后进行说明。
οἱ δὲ ἄλλοι ὅσοιπερ ᾠοτοκοῦσι τῶν ἰχθύων, μονόχρων μὲν προΐενται τὸ ᾠόν, ἀτελὲς δὲ τοῦτο· λαμβάνει γὰρ ἔξω τὴν αὔξησιν, διὰ τὴν αὐτὴν αἰτίαν δι’ ἥνπερ καὶ τὰ ἔσω τελειούμενα τῶν ᾠῶν.
而其他所有产卵的鱼类,排出的卵是单色的,但这卵是不完全的;因为卵是在体外获得生长的,其原因与在体内完成的卵获得生长的原因完全相同。
περὶ μὲν οὖν τῶν ὑστερῶν, τίνας ἔχουσι διαφορὰς καὶ διὰ τίνας αἰτίας, εἴρηται πρότερον.
关于子宫,它们有什么差异以及出于什么原因,以前已经说过了。
καὶ γὰρ τῶν ζῳοτοκούντων τὰ μὲν ἄνω πρὸς τῷ ὑπόζώματι ἔχει τὰς ὑστέρας, τὰ δὲ κάτω πρὸς τοῖς ἄρθροις, ἄνω μὲν τὰ σελαχώδη, κάτω δὲ τὰ καὶ ἐν αὐτοῖς ζῳοτοκοῦντα καὶ θύραζε, οἷον ἄνθρωπος καὶ ἵππος καὶ τῶν ἄλλων ἕκαστον τῶν τοιούτων·
因为在胎生动物中,有些子宫较高,靠近横隔膜,有些则较低,靠近关节;软骨鱼类的子宫在较高处,而在体内和体外皆为胎生的动物,例如人、马以及每个此类其他动物的子宫在较低处。
καὶ τῶν ᾠοτοκούντων τὰ μὲν κάτω, καθάπερ τῶν ἰχθύων οἱ ᾠοτοκοῦντες, τὰ δ’ ἄνω, καθάπερ οἱ ὄρνιθες.
在卵生动物中,有些较低,如产卵的鱼类,有些较高,如鸟类。
συνίσταται μὲν οὖν κυήματα τοῖς ὄρνισι καὶ αὐτόματα, ἃ καλοῦσιν ὑπηνέμια καὶ ζεφύριά τινες, γίνεται δὲ ταῦτα τοῖς μὴ πτητικοῖς μηδὲ γαμψώνυξι τῶν ὀρνίθων, ἀλλὰ τοῖς πολυγόνοις, διὰ τὸ πολὺ περίττωμα ταῦτ’ ἔχειν, τοῖς δὲ γαμψώνυξιν εἰς τὰς πτέρυγας καὶ τὰ πτερὰ τρέπεσθαι τὴν τοιαύτην ἀπόκρισιν, τὸ δὲ σῶμα μικρὸν ἔχειν καὶ ξηρόν τε καὶ θερμόν, τὴν δ’ ἀπόκρισιν τὴν καταμηνιώδη καὶ τὴν γονὴν περίττωμα εἶναι·
另外,鸟类体内也会自发地形成胚胎,有些人称之为风卵或西风卵。 这些卵产生于那些既不善飞也没有弯爪的鸟类,而是产生于多产的鸟类中,因为它们有大量的余留物。 而在有弯爪的鸟类中,这种分泌物被转用于翅膀和羽毛,并且它们的身体矮小、干燥而温热;而月经的分泌物和精液都是余留物。
ἐπεὶ οὖν καὶ ἡ τῶν πτερῶν φύσις καὶ ἡ τοῦ σπέρματος γίνεται ἐκ περιττώσεως, οὐ δύναται ἡ φύσις ἐπ’ ἀμφότερα πολυχοεῖν.
因此,既然羽毛的产生和精液的产生都来自余留物,自然就无法向这两个方向都大量供应。
διὰ τὴν αὐτὴν δὲ ταύτην αἰτίαν καὶ τὰ μὲν γαμψώνυχα οὔτ’ ὀχευτικά ἐστιν οὔτε πολύγονα, τὰ δὲ βαρέα καὶ τῶν πτητικῶν ὅσων τὰ σώματα ὀγκώδη, καθάπερ περιστερᾶς καὶ τῶν τοιούτων.
正是由于这同一个原因,有弯爪的鸟类既不喜交配也不多产,而重型鸟类以及飞禽中体型庞大者,例如鸽类等,则喜交配且多产。
τοῖς μὲν γὰρ βαρέσι καὶ μὴ πτητικοῖς, οἷον ἀλεκτορίσι καὶ πέρδιξι καὶ τοῖς ἄλλοις τοῖς τοιούτοις, πολὺ γίνεται περίττωμα τοιοῦτον·
因为在重型且不善飞的鸟类中,例如家鸡、鹧鸪以及其他此类鸟类,会产生大量的这种余留物。
διὸ τά τε ἄρρενα αὐτῶν ὀχευτικὰ καὶ τὰ θήλεα προΐεται πολλὴν ὕλην, καὶ τίκτει τῶν τοιούτων τὰ μὲν πολλὰ τὰ δὲ πολλάκις, πολλὰ μὲν οἷον ἀλεκτορὶς καὶ πέρδιξ καὶ στρουθὸς ὁ Λιβυκός, τὰ δὲ περιστερώδη πολλὰ μὲν οὔ, πολλάκις δέ μεταξὺ γάρ ἐστι ταῦτα τῶν γαμψωνύχων καὶ τῶν βαρέων·
因此,它们的公鸟喜欢交配,母鸟则排出大量的物质,而在这些鸟类中,有些产卵数量多,有些则产卵频繁。 产卵多的是如家鸡、鹧鸪和利比亚鸵鸟;而鸽类产卵不多,但频繁,因为它们介于有弯爪的鸟类和重型鸟类之间。
πτητικὰ μὲν γάρ ἐστιν ὥσπερ τὰ γαμψώνυχα, πλήθη δ’ ἔχει τοῦ σώματος ὥσπερ τὰ Βαρέα, ὣστε διὰ μὲν τὸ πτητικὰ εἶναι καὶ ἐνταῦθα τρέπεσθαι τὸ περίττωμα ὀλίγα τίκτουσι, διὰ δὲ τὸ λῆθος τοῦ σώματος καὶ διὰ τὸ θερμὴν ἔχειν τὴν κοιλίαν καὶ πεπτικωτάτην, πρὸς δὲ τούτοις καὶ διὰ τὸ ῥᾳδίως πορίζεσθαι τὴν τροφήν, τὰ δὲ γαμψώνυχα χαλεπῶς, πολλάκις.
因为它们像有弯爪的鸟类一样善飞,但又像重型鸟类一样拥有庞大的体量。 因此,由于它们善飞且余留物被转用于飞翔,它们产卵很少;但由于身体的体量,以及它们拥有温热且极具消化力的胃,此外还因为它们容易获取食物,而有弯爪的鸟类则很难获取,所以它们产卵频繁。
ὀχευτικὰ δὲ καὶ πολύγονα καὶ τὰ μικρὰ τῶν ὀρνέων ἐστί, καθάπερ ἐνίοτε καὶ τῶν φυτῶν· ἡ γὰρ εἰς τὸ σῶμα αὔξησις γίνεται περίττωμα σπερματικόν.
此外,小鸟也喜欢交配且多产,有时植物也是如此;因为流向身体生长的养分变成了精液性的余留物。
διὸ καὶ τῶν ἀλεκτορίδων αἱ Ἀδριανικαὶ πολυτοκώταταί εἰσιν· διὰ γὰρ μικρότητα τοῦ σώματος εἰς τὴν τέκνωσιν καταναλίσκεται ἡ τροφή.
因此,在家鸡中,阿德里亚鸡是最产蛋的;因为由于体型小,养分被消耗于生育。
καὶ αἱ ἀγεννεῖς τῶν γενναίων πολυτοκώτεραι· ὑγρότερα γὰρ τὰ σώματα τῶνδε καὶ ὀγκωδέστερα, τῶν δὲ ἰσχνότερα καὶ ξηρότερα· ὁ γὰρ θυμὸς ὁ γενναῖος ἐν τοῖς τοιούτοις γίνεται σώμασι μᾶλλον.
并且普通品种比高贵品种更多产;因为前者的身体更湿润且更庞大,而后者的身体更纤细且更干燥;因为高贵的斗志更多地产生于这种身体中。
ἔτι δὲ καὶ ἡ τῶν σκελῶν λεπτότης καὶ ἀσθένεια συμβάλλεται πρὸς τὸ τὴν φύσιν τῶν τοιούτων ὀχευτικὴν εἶναι καὶ πολύγονον, καθάπερ καὶ ἐπὶ τῶν ἀνθρώπων·
此外,双腿的细弱也有助于使这类动物的本性倾向于交配且多产,正如在人类中也是如此。
ἡ γὰρ εἰς τὰ κῶλα τροφὴ τρέπεται τοῖς τοιούτοις εἰς περίττωμα σπερματικόν· ὃ γὰρ ἐκεῖθεν ἀφαιρεῖ ἡ φύσις, προστίθησιν ἐνταῦθα.
因为在这些个体中,本应流向四肢的养分被转用于精液性的余留物;因为自然从那里夺走的东西,就添加到了这里。
τὰ δὲ γαμψώνυχα τὴν βάσιν ἰσχυρὰν ἔχει καὶ τὰ σκέλη πάχος ἔχοντα διὰ τὸν βίον, ὥστε διὰ πάσας ταύτας τὰς αἰτίας οὔτ᾽ ὀχευτικά ἐστιν οὔτε πολύγονα.
另一方面,有弯爪的鸟类由于其生活方式,拥有强壮的足部和粗壮的双腿,因此由于所有这些原因,它们既不喜交配也不多产。
μάλιστα δὲ ἡ κεγχρὶς πολύγονον· μόνον γὰρ σχεδὸν τοῦτο καὶ πίνει τῶν γαμψωνύχων, ἡ δ᾽ ὑγρότης καὶ ἡ σύμφυτος καὶ ἡ ἐπακτὸς σπερματικὸν μετὰ τῆς ὑπαρχούσης αὐτῇ θερμότητος.
但在有弯爪的鸟类中,红隼是最产的;因为在有弯爪的鸟类中,几乎只有它饮水,而其先天的和外来的水分,与其固有的热量结合,便成了精液。

词汇与语法注释

  1. §3.1#1τῇ μὲν ... τῇ δ’ — 使用与格阴性单数冠词的关联表达,在此作副词用,意为“一方面……另一方面……”,用以梳理卵生动物发生的共同点与不同点。
  2. §3.1#1τὰ δὲ βαρέα καὶ τῶν πτητικῶν... — 与前句的否定表达“既不喜交配也不多产”(οὔτ’ ὀχευτικά ἐστιν οὔτε πολύγονα)相反,此处在语境中省略了肯定的谓语“喜交配且多产”(ὀχευτικὰ καὶ πολύγονά ἐστιν)。
  3. §3.1#1ἡ δ᾽ ὑγρότης καὶ ἡ σύμφυτος καὶ ἡ ἐπακτὸς σπερματικὸν μετὰ τῆς ὑπαρχούσης αὐτῇ θερμότητος — 在句末的这一名词短语中,省略了动词(最可能是 γίνεται,“变为”),形容词 σπερματικόν(精液性的)作为该隐含动词的表语。形容词 ἡ σύμφυτος 和 ἡ ἐπακτός 以限定用法修饰 ὑγρότης。

引用这一段

亚里士多德, 动物的产生 §3.1#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg012.humanitext-grc1:3.1%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。