§2.8#2τοῦτον μὲν οὖν τὸν τρόπον οὔτε περὶ τῶν ἄλλων δεῖ ζητεῖν οὔτε περὶ τῶν φυσικῶν·
したがって、このような方法で、他の事柄についても、自然に関する事柄についても探求すべきではない。
ἐκ δὲ τῶν ὑπαρχόντων τῷ γένει τῷ τῶν ἵππων καὶ τῷ τῶν ὄνων θεωρῶν ἄν τις μᾶλλον λάβοι τὴν αἰτίαν, ὅτι πρῶτον μὲν ἑκάτερον αὐτῶν ἐστὶ μονοτόκον ἐκ τῶν συγγενῶν ζῴων, ἔπειτ’ οὐ συλληπτικὰ τὰ θήλεα ἐκ τῶν ἀρρένων ἀεί, διόπερ τοὺς ἴππους διαλείποντες ὀχεύουσι διὰ τὸ μὴ δύνασθαι συνεχῶς φέρειν.
むしろ、馬の類とロバの類に元から備わっている性質から観察することによって、その原因をよりよく捉えることができるだろう。 第一に、それらの各々は、同類の動物と交配した場合には一頭しか生まない。 第二に、雌は雄から常に受胎するわけではない。 そのため、人々は期間を空けて馬を交配させるが、これは絶え間なく妊娠を維持することができないからである。
ἀλλ’ ἡ μὲν ἵππος οὐ καταμηνιώδης, ἀλλ’ ἐλάχιστον προΐεται τῶν τετραπόδων·
また、雌馬は月経を持たず、四肢動物の中で最も排出が少ない。
ἡ δ’ ὄνος οὐ δέχεται τὴν ὀχείαν, ἀλλ’ ἐξουρεῖ τὸν γόνον, διὸ μαστιγοῦσιν ἀκολουθοῦντες.
一方、雌ロバは交配を受け入れず、精液を尿とともに放出してしまい、そのため人々は後ろを追って鞭打つのである。
ἔτι δὲ ψυχρὸν τὸ ζῷον ὁ ὂνος ἐστί, διόπερ ἐν τοῖς χειμερινοῖς οὐ θέλει γίνεσθαι τόποις διὰ τὸ δύσριγον εἶναι τὴν φύσιν, οἷον περὶ Σκύθας καὶ τὴν ὅμορον χώραν, οὐδὲ περὶ Κελτοὺς τοὺς ὑπὲρ τῆς Ἰβηρίας·
さらに、ロバは寒冷な性質の動物であり、そのため、スキタイやその近隣の地域、またイベリアの彼方にいるケルト人の地域のように、非常に寒さの厳しい地域には住みたがらない。
ψυχρὰ γὰρ καὶ αὕτη ἡ χώρα.
それらの地域もまた寒冷だからである。
διὰ ταύτην δὲ τὴν αἰτίαν καὶ τὰ ὀχεῖα ἐπιβάλλουσι τοῖς ὄνοις οὐχ ὥσπερ τοῖς ἵπποις κατ’ ἰσημερίαν, ἀλλὰ περὶ τροπὰς θερινάς, ὅπως ἐν ἀλεεινῇ γίνηται ὥρᾳ τὰ πωλία·
この原因により、人々はロバに交配を施す際、馬のように春分・秋分に行うのではなく、夏至のころに行う。 それは、暖かい季節に子ロバが生まれるようにするためである。
ἐν τῇ αὐτῇ γὰρ γίνεται ἐν ᾗ ἂν ὀχευθῇ·
交配されたのと同じ季節に生まれるからである。
ἐνιαυτὸν γὰρ κύει καὶ ἵππος καὶ ὄνος.
馬もロバも1年間妊娠するからである。
ὄντος δ’ ὥσπερ εἴρηται ψυχροῦ τὴν φύσιν, καὶ τὴν γονὴν ἀναγκαῖον εἶναι τοῦ τοιούτου ψυχράν.
ロバが言ったように寒冷な性質であるため、そのような動物の精液もまた必然的に寒冷である。
σημεῖον δὲ τούτου· διὰ τοῦτο γάρ, ἐὰν μὲν ἵππος ἀναβῇ ἐπὶ ὠχευμένην ὑπὸ ὄνου, οὐ διαφθείρει τὴν τοῦ ὄνου ὀχείαν, ὁ δ’ ὄνος ἐὰν ἐπαναβῇ, διαφθείρει τὴν τοῦ ἵππου διὰ ψυχρότητα τὴν τοῦ σπέρματος.
その証拠に、もし馬が、すでにロバによって交配された雌に乗ったとしても、ロバの交配を台無しにすることはないが、ロバが後から乗ったなら、その精液の冷たさのために馬の交配を台無しにしてしまう。
ὅταν μὲν οὖν ἀλλήλοις μιχθῶσι, σώζεται διὰ τὴν θατέρου θερμότητα.
したがって、それらが互いに混ざり合うとき、一方の温かさによって維持される。
θερμότερον γὰρ τὸ ἀπὸ τοῦ ἵππου ἀποκρινόμενον·
馬から分泌されるものはより温かいからである。
ἡ μὲν γὰρ τοῦ ὅνου ψυχρὰ καὶ ἡ ὕλη καὶ ἡ γονή, ἡ δὲ τοῦ ἵππου θερμοτέρα.
ロバの分泌物は、素材も精液も寒冷であるが、馬のものはより温かい。
ὅταν δὲ μιχθῇ ἢ θερμὸν ἐπὶ ψυχρὸν ἤ ψυχρὸν ἐπὶ θερμόν, συμβαίνει αὐτὸ μὲν τὸ ἐκ τούτων κύημα γίνομενον σώζεσθαι καὶ ταῦτ’ ἐξ ἀλλήλων εἶναι γόνιμα, τὸ δ’ ἐκ τούτων μηκέτι γόνιμον ἀλλ’ ἄγονον εἰς τελειογονίαν.
しかし、温かいものの上に冷たいものが、あるいは冷たいものの上に温かいものが混ざり合うとき、それらから生じる胚自体は維持され、それらはお互いから繁殖力のあるものを生み出すことができるが、それらから生まれたものは、もはや繁殖力を持たず、完全な子孫を残すことに関して不妊となる。
ὅλως δ’ ὑπάρχοντος ἑκατέρου εὐφυοῦς πρὸς ἀγονίαν, τῷ τε γὰρ ὄνῳ ὑπάρχει τὰ ἄλλα τὰ εἰρημένα, καὶ ἐὰν μὴ μετὰ τὸν βόλον τὸν πρῶτον ἄρξηται γεννᾶν, οὐκέτι γεννᾷ τὸ παράπαν·
全体として、どちらの動物も不妊になりやすい性質をそもそも持っている。 というのも、ロバには前述の他の特徴が備わっているし、もし最初の落歯の後に子を産み始めなければ、もはやまったく産まなくなるからである。
οὕτως ἐπὶ μικροῦ ἔχεται τὸ ἄγονον εἶναι τὸ σῶμα τῶν ὄνων.
このように、ロバの体はわずかな差で不妊となる状態に隣り合っている。
ὁμοίως δὲ καὶ ὁ ἵππος·
馬も同様である。
εὐφυὴς γὰρ πρὸς τὴν ἀγονίαν, καὶ τοσοῦτον λείπει τοῦ ἄγονος εἶναι ὅσον τὸ γενέσθαι τὸ ἐκ τούτου ψυχρότερον·
馬は不妊になりやすい性質を持っており、その子孫がより冷たくなることによって不妊になるという境界から、ほんのわずかしか離れていない。
τοῦτο δὲ γίνεται, ὅταν μιχθῇ τῇ τοῦ ὅου ἀποκρίσει.
そして、それがロバの分泌物と混ざり合うときに、まさにそれが起こるのである。
καὶ ὁ ὄνος δὲ ὡσαύτως μικροῦ δεῖν κατὰ τὸν οἰκεῖον συνδυασμὸν ἄγονον γεννᾷ ὥστε ὅταν προσγένηται τὸ παρὰ φύσιν, εἰ τότε ἑνὸς μόλις γεννητικὸν ἐξ ἀλλήλων ἦν, τὸ ἐκ τούτων ἔτι μᾶλλον ἄγονον καὶ παρὰ φύσιν οὐθενὸς δεήσει τοῦ ἄγονον εἶναι, ἀλλ’ ἐξ ἀνάγκης ἔσται ἄγονον.
ロバも同様に、同種での交配においてさえ、ほとんど不妊の子を産むと言ってよいほどである。 したがって、自然に反する交配が加わったとき、もしその時点で、互いから一頭の子を辛うじて生むことができるだけであったなら、それらから生まれるものはなおさら不妊であり、不妊となるための他の要因を何も必要とせず、必然的に不妊となるだろう。
συμβαίνει δὲ καὶ τὰ σώματα τὰ τῶν ἡμιόνων μεγάλα γίνεσθαι διὰ τὸ τὴν ἀπόκρισιν τὴν εἰς τὰ καταμήνια τρέπεσθαι εἰς τὴν αὔξησιν.
また、ラバの体は大きくなるが、それは月経として排出されるべき分泌物が成長へと転用されるからである。
ἐπεὶ δ’ ἐνιαύσιος ὁ τοκετὸς τῶν τοιούτων, οὐ μόνον συλλαβεῖν δεῖ τὴν ἡμίονον ἀλλὰ καὶ ἐκθρέψαι·
しかし、このような動物の出産は1年かかるため、雌のラバは受胎するだけでなく、それを育て上げなければならない。
τοῦτο δ’ ἀδύνατον μὴ γινομένων καταοὐδὲ μηνίων.
だが、月経が生じなければ、これは不可能である。
ταῖς δ᾽ ἡμιόνοις οὐ γίνεται ἀλλὰ τὸ μὲν ἄχπμστον μετὰ τοῦ περιττώματος τοῦ ἐκ τῆς κύστεως ἐκκρίνεται (διόπερ τῶν ἄθρῶν οἱ ἡμίονοι οἰ ἄρρενες ὁσφραίνονται τῶν θηλειῶν, ὥσπερ τἄλλα τὰ μώνυχα, ἀλλ’ αὐτοῦ τοῦ περιττώματος), τὰ δ’ ἄλλα τρέπεται εἰς τὴν αὔξησιν καὶ τὸ μέγεθος.
雌のラバには月経が生じず、膀胱からの老廃物とともに、役に立たない部分が排出される(それゆえ、雄のラバは他の雌の尿のにおいを嗅ぐが、これは他の単蹄類と同様であるが、老廃物そのもののにおいを嗅ぐのである)。 そして、その他の部分は成長と体の大きさに転用される。
ὥστε συλλαβεῖν μὲν ἐνδέχεταί ποτε τὴν θήλειαν, ὅπερ ἤδη φαίνεται γεγονός, ἐκθρέψαι δὲ καὶ ἐξενεγκεῖν εἰς τέλος ἀδύνατον.
したがって、雌のラバが受胎することは時には可能であり、それはすでに起こったこととして知られているが、育て上げて最後まで産み落とすことは不可能である。
ὁ δ ἄρρην ποτὲ γεννήσειεν ἂν διά τε τὸ θερμότερον εἶναι τοῦ θήλεος φύσει τὸ ἄρρεν, καὶ διὰ τὸ μὴ συμβάλλεσθαι πρὸς τὴν μίξιν σῶμα μηδὲν τὸ ἄρρεν.
一方、雄のラバは、雄が雌よりも本性上温かいということ、また雄は混合に肉体的な物質を何も提供しないということから、いつか子をなすことができるかもしれない。
τὸ δ’ ἀποτελεσθὲν γίνεται γῖννος.
しかし、その結果生じるものはギノスとなる。
τοῦτο δ’ ἐστὶν ἡμίονος ἀνάπηρος·
これは不具のラバである。
καὶ γὰρ ἐκ τοῦ ἵππου καὶ τοῦ ὄνου γίνονται γῖννοι, ὅταν νοσήσῃ τὸ κύημα ἐν τῇ ὑστέρᾳ.
というのも、馬とロバからも、胚が子宮内で病気になったときにギノスが生じるからである。
ἔστι γὰρ ὁ γῖννος ὥσπερ τὰ μετάχοιρα ἐν τοῖς χοίροις·
ギノスとは、豚におけるメタコイロンのようなものである。
καὶ γὰρ ἐκεῖ τὸ πηρωθὲν ἐν τῇ ὑστέρᾳ καλεῖται μετάχοιρον.
というのも、豚においても子宮内で不具になったものはメタコイロンと呼ばれるからである。
γίνεται δὲ τοιοῦτος ὃς ἂν τύχη τῶν χοίρων.
それは生まれる豚のどれであってもそうなりうる。
ὁμοίως δὲ γίνονται καὶ οἱ πυγμαῖοι·
同様にピュグマイオイも生じる。
καὶ γὰρ οὔτοι πηροῦνται τὰ μέρη καὶ τὸ μέγεθος ἐν τῇ κυήσει, καὶ εἰσὶν ὥσπερ μετάχοιρα καὶ γῖννοι.
それらも妊娠中に部分や大きさが不具になったものであり、メタコイロンやギノスのようなものである。