§3.1#2τίκτει δ᾽ οὐδ᾽ αὐτὴ πολλὰ λίαν, ἀλλὰ τέτταρα τὸ πλεῖστον.
チョウゲンボウ自体も非常に多く産むわけではなく、多くて4個である。
ὁ δὲ κόκκυξ ὀλιγοτόκον ἐστὶν οὐκ ὢν γαμψώνυχος ὅτι ψυχρὸς τὴν φύσιν ἐστίν δηλοῖ δ᾽ ἡ δειλία τοῦ ὀρέου), τὸ δὲ σπερματικὸν ζῷον δεῖ θερμὸν καὶ ὑγρὸν εἶναι.
しかしカッコウは、鉤爪を持たないにもかかわらず寡産な鳥であるが、それは本性において冷たいからである(この鳥の臆病さがそれを証明している)。 精液を出す動物は温かくかつ湿っていなければならないからである。
ὅτι δὲ δειλόν, φανερόν·
彼が臆病であることは明らかである。
ὑπό τε γὰρ τῶν ὀρνέων διώκεται πάντων καὶ ἐν ἀλλοτρίαις τίκτει νεοτιαῖς.
すべての鳥に追い回され、他人の巣に卵を産むからである。
τὰ δὲ περιστερώδη δύο ὡς τὰ πολλὰ τίκτειν εἴωθεν·
ハトの類はたいてい2個産む。
οὔτε γὰρ μονοτόκοι εἰσίν (συθεὶς γὰρ μονοτόκος ὄρνις πλὴν ὁ κόκκυξ, καὶ οὗτος ἐνίοτε διτοκεῖ) οὔτε πολλὰ τίκτουσιν, ἀλλὰ πολλάκις δύο ἢ τρία τὰ πλεῖστα γεννῶσι, τὰ δὲ πολλὰ δύο·
というのも、1個だけ産むこともなく(実際、カッコウを除けば、1個だけ産む鳥はほとんどなく、そのカッコウでさえ時には2個産む)、多くを産むこともなく、むしろ頻繁に最大で2個か3個、大抵は2個を産むからである。
οὗτοι γὰρ οἱ ἀριθμοὶ μεταξὺ τοῦ ἑνὸς καὶ πολλῶν.
これらの数は1と多くの数の中間だからである。
ὅτι δὲ τοῖς πολυγόνοις τρέπεται εἰς τὸ σπέρμα ἡ τροφή, φανερὸν ἐκ τῶν συμβαινόντων.
多産なものにおいては、栄養が精液へと転用されることは、生じる事象から明らかである。
τῶν τε γὰρ δένδρων τὰ πολλὰ πολυκαρπήσαντα λίαν ἐξαυαίνεται μετὰ τὴν φοράν, ὅταν μὴ ὑπολειφθῇ τῷ σώματι τροφή, καὶ τὰ ἐπέτεια ταὐτὸ πάσχειν ἔοικεν, οἷον τά τε χεδροπὰ καὶ ὁ σῖτος καὶ τἆλλα τὰ τοιαῦτα.
樹木の多くは、非常に多くの実を結んだ後、もし体に栄養が残されていなければ、結実の後に完全に枯れてしまうし、一年生植物、例えば豆類や穀物、その他のそのようなものも同じことを被るように思われる。
τὴν γὰρ τροφὴν ἀναλίσκουσιν εἰς τὸ σπέρμα πᾶσαν·
なぜなら、彼らは栄養のすべてを種子へと消費してしまうからである。
ἔστι γὰρ πολύσπερμον τὸ γένος αὐτῶν.
それらの属は多産だからである。
καὶ τῶν ἀλεκτορίδων ἔνιαι πολυτοκήσασαι λίαν οὕτως ὥστε καὶ δύο τεκεῖν ἐν ἡμέρᾳ, μετὰ τὴν πολυτοκίαν ἀπέθανον.
またニワトリの中には、1日に2個も産むほど非常に多く産んだ後、その多産のために死んでしまったものもある。
ὑπέρινοι γὰρ γίνονται καὶ οἱ ὄρίθες καὶ τὰ φυτά·
鳥も植物も、水分を出し尽くした状態(ユペリノイ)になるからである。
τοῦτο δ᾽ ἐστὶ τὸ πάθος ὑπερβολὴ περιττώματος ἐκρίσεως.
この状態は余剰物の排出の過剰である。
αἴτιον δὲ τὸ τοιοῦτον πάθος καὶ τῷ λέοντι τῆς ἀγονίας τῆς ὕστερον·
このような状態は、ライオンが後に不妊になる原因でもある。
τὸ μὲν γὰρ πρότερον τίκτει πέντε ἢ ἕξ, εἶτα τῷ ὑστέρω ἔτει τέτταρας, πάλιν δὲ τρεῖς σκύμνους, εἶτα τὸν ἐχόμενον ἀριθμὸν ἕως ἑνός, εἶτ᾽ οὐθεν ὡς ἐξαναλισκομένου τοῦ περιττώματος καὶ ἅμα τῆς ἡλικίας ληγούσης φθίνοντος τοῦ σπέρματος.
最初は5頭か6頭を産み、次の年には4頭、またその次は3頭の子を産み、その次は1頭に至るまで順に数を減らし、その後は何も産まなくなる。 余剰物が消費し尽くされ、同時に年齢が衰えるにつれて精液が減少するからである。
τίσι μὲν οὖν γίνεται τὰ ὑπηνέμια τῶν ὀρωίθων, ἔτι δὲ ποῖοι πολύγονοι καὶ ὀλιγόγονοι αὐτῶν, καὶ διὰ τίνας αἰτίας, εἴρηται.
したがって、鳥類のうちいかなるものに風卵が生じるか、さらにそれらのうちいかなるものが多産であり、いかなるものが寡産であるか、そしていかなる原因によるかについては語られた。
γίνεται δὲ τὰ ὑπηνέμια, καθάπερ εἴρηται καὶ πρότερον, διὰ τὸ ὑπάρχειν ἐν τῷ θήλει τὴν ὕλην τὴν σπερματικήν, τοῖς δ᾽ ὀρνέοις μὴ γίνεσθαι τὴν τῶν καταμηνίων ἀπόκρισιν ὥσπερ τοῖς ζῳοτόκοις τοῖς ἐναίμοις·
風卵が生じるのは、以前にも述べられたように、雌の中に精液的な素材が存在すること、そして鳥類においては有血の胎生動物におけるような月経の分泌が生じないことによる。
πᾶσι γὰρ τούτοις γίνεται, τοῖς μὲν πλείων, τοῖς δ᾽ ἐλάττων, τοῖς δὲ τοσαύτη τὸ πλῆθος ὥστε ὅσον γε ἐπισημαίνειν.
というのも、これら有血の胎生動物すべてに月経は生じるが、あるものには多く、あるものには少なく、あるものにはほんのわずか兆候を示す程度の量が生じるからである。
ὁμοίως δ᾽ οὐδὲ τοῖς ἰχθύσι, καθάπερ τοῖς ὄρνισιν·
同様に、魚類にも月経は生じず、鳥類と同様である。
διὸ καὶ τούτοις γίνεται μὲν ἄνευ ὀχείας σύστασις κυημάτων, ὁμοίως καὶ τοῖς ὄρνισιν, ἧττον δ’ ἐπιδήλως·
それゆえ、彼らにも交尾なしで胚の形成が生じるが、それは鳥類と同様でありながら、より目立たない。
ψυχροτέρα γὰρ ἡ φύσις αὐτῶν.
彼らの本性がより冷たいからである。
ἡ δὲ γινομένη τοῖς ζῳοτόκοις ἀπόκρισις τῶν καταμηνίων συωίσταται τοῖς ὄρνισι κατὰ τοὺς ἱκνουμένους χρόνους τοῦ περιττώματος, καὶ διὰ τὸ τὸν τόπον εἶναι θερμὸν τὸν πρὸς τῷ διαξώματι τελειοῦται τοῖς μεγέθεσιν.
胎生動物において生じる月経の分泌物は、鳥類においては余剰物の適切な時期に合わせて集まり、横隔膜の近くの場所が温かいことによって、大きさにおいて完成される。
πρὸς δὲ τὴν γένεσιν ἀτελῆ καὶ ταῦτα καὶ τὰ τῶν ἰχθύων ὁμοίως ἄνευ τῆς τοῦ ἄρρενος γονῆς·
しかし、発生に関しては、これら風卵も魚類のそれも同様に、雄の精液なしには不完全である。
ἡ δ’ αἰτία τούτων εἴρηται πρότερον.
これらの原因については以前に述べられた。
οὐ γίνεται δὲ τὰ ὑπηνέμια τοῖς πτητικοῖς τῶν ὀρίθων διὰ τὴν αὐτὴν αἰτίαν δι᾽ ἥνπερ οὐδὲ πολυτοκεῖ τὰ τοιαῦτα·
飛翔性の鳥に風卵が生じないのは、そのような鳥が多産でないのとまったく同じ原因による。
τοῖς γὰρ γαμψώνυξιν ὀλίγον τὸ περίττωμα, καὶ προσδέονται τοῦ ἄρρενος πρὸς τὴν ὁρμὴν τῆς τοῦ σπέρματος ἐκκρίσεως.
すなわち、鉤爪を持つ鳥においては余剰物がわずかであり、精液の排出の刺激のために雄を必要とするからである。
πλείω δὲ τὰ ὑπηνέμια γίνεται τῶν γόνῳ γινομένων, ἐλάττω δὲ τὸ μέγεθος διὰ μίαν αἰτίαν καὶ τὴν αὐτήν·
また、風卵は交尾によって生じる卵よりも数が多くなるが、大きさが小さくなるのは、ただ一つの同じ原因による。
διὰ μὲν γὰρ τὸ ἀτελῆ εἶναι ἐλάττω τὸ μέγεθος, διὰ δὲ τὸ τὸ μέγεθος ἔλαττον πλείω τὸν ἀριθμόν.
すなわち、不完全であるために大きさが小さくなり、大きさが小さいために数が多くなるのである。
καὶ ἧττον δὲ ἡδέα διὰ τὸ ἀπεπτότερα εἶναι·
また、消化(成熟)がより不十分であるために、美味でない。
ἐν πᾶσι γὰρ τὸ πεπεμμένον γλυκύτερον.
何事においても、よく消化(成熟)されたものの方が甘いからである。
ὅτι μὲν οὗν οὔτε τὰ τῶν ὀρνίθων οὔτε τὰ τῶν ἰχθθύων τελειοῦται πρὸς τὴν γένεσιν ἄνευ τῶν ἀρρένων, ἱκανῶς ὦπται, περὶ δὲ τοῦ γίνεσθαι καὶ ἐν τοῖς ἰχθύσι κυήματα ἄνευ τῶν ἀρρένων οὐχ ὁμοίως, μάλιστα δ᾽ ἐπὶ τῶν ποταμίων ἑώραται περὶ τοὺς ἐρυθρίνους συμβαῖνον·
したがって、鳥類の卵も魚類のそれも、雄なしには発生のために完成されないということは十分に観察された。 しかし、魚類においても雄なしで胚が生じることについては、同様には観察されていないが、とりわけ川魚のエリュトリーノスにおいて生じることが観察されている。
ἔνιοι γὰρ εὐθὺς ἔχοντες ᾠὰ φαίνονται, καθάπερ ἐν ταὶς ἱστορίαις γέγραπται περὶ αὐτῶν.
というのも、あるものは生まれたときからすぐに卵を持っているように見えるからであり、彼らについては『動物誌』に書かれている通りである。
ὅλως δ᾽ ἔν γε τοῖς ὄρνισιν οὐδὲ τὰ γινόμενα διὰ τῆς ὀχείας ᾠὰ θέλει ὡς ἐπὶ τὸ πολὺ λαμβάνειν αὔξησιν, ἐὰν μὴ ὀχεύηται ἡ ὄρνις συνεχῶς.
一般に、少なくとも鳥類においては、交尾によって生じる卵でさえ、雌鳥が継続的に交尾しない限り、大抵は成長しようとしない。
τούτου δ᾽ αἴτιον ὅτι καθάπερ ἐπὶ τῶν γυναικῶν τὸ πλησιάζειν τοῖς ἄρρεσι κατασπᾷ τὴν τῶν γυναικείων ἀπόκρισιν (ἕλκει γὰρ τὸ ὑγρὸν ἡ ὑστέρα θερμανθεῖσα, καὶ οἱ πόροι ἀναστομοῦνται), τοῦτο συμβαίνει καὶ ἐπὶ τῶν ὀρνίθων ἐπιόντος κατὰ μικρὸν τοῦ καταμηνιώδους περιττώματος, ὃ θύραζε μὲν οὐκ ἀποκρίνεται διὰ τὸ ὀλίγον εἶναι καὶ πρὸς τῷ διαζώματι ἄνω τὰς ὑστέρας, συλλείβεται δ᾽ εἰς αὐτὴν τὴν ὑστέραν.
この原因は、女性において、男性に近づくことが女性の分泌を引き下ろす(温められた子宮が水分を引き寄せ、管が開口するからである)のと同様のことが、鳥類においても生じ、月経的な余剰物が少しずつ流れ込むからである。 これは、量が少なく、また子宮が横隔膜の近くの上のほうにあるために体外へは排出されないが、子宮そのものの中に滴り集まるのである。
τοῦτο γὰρ αὔξει τὸ ᾠόν, ὥσπερ τὰ ἔμβρυα τὰ τῶν ζῳοτόκων διὰ τοῦ ὀμφαλοῦ, τὸ ἐπιρρέον διὰ τῆς ὑστέρας, ἐπεὶ ὅταν ἅπαξ ὀχευθῇ τὰ ὄρνεα, πάντα σχεδὸν ἀεὶ διατελεῖ ᾠὰ ἔχοντα, μικρὰ δὲ πάμπαν.
なぜなら、これが、すなわち子宮を通じて流れ込むものが、胎生動物の胚がへその緒を通じて成長するのと同様に、卵を成長させるからである。 実際、鳥は一度交尾すると、ほとんどすべてが常に卵を持ち続けるが、それらは極めて小さい。