§2.4#4ἤδη γὰρ ἀρχὴν ταύτην ἄξιον ἀκοῦσαι τοῦ ζῴου καὶ τοῦ συστήματος, ὅταν δέηται τροφῆς·
なぜなら、動物とその構成体が栄養を必要とするとき、すでにこれを動物の原理とみなすのがふさわしいからである。
τὸ γὰρ δὴ ὂν αὐξάνεται.
存在するものは成長するからである。
τροφὴ δὲ ζῴου ἡ ἐσχάτη αἷμα καὶ τὸ ἀνάλογον.
そして動物の最終的な栄養は血液、あるいはそれに対応するものである。
τούτων δ᾽ ἀγγεῖον αἱ φλέβες· διὸ ἡ καρδία καὶ τούτων ἀρχή.
そして、これらの容器が血管であり、それゆえ心臓はこれら血管の原理でもある。
δῆλον δὲ τοῦτο ἐκ τῶν ἱστοριῶν καὶ τῶν ἀνατομῶν.
このことは『動物誌』および『解剖書』から明らかである。
ἐπεὶ δὲ δυνάμει μὲν ἤδη ζῷον ἀτελὲς δέ, ἄλλοθεν ἀναγκαῖον λαμβάνειν τὴν τροφήν·
しかし、胚は可能的にはすでに動物であるが、未完成であるため、他から栄養を受け取ることが必要である。
διὸ χρῆται τῇ ὑστέρᾳ καὶ τῇ ἐχούσῃ, ὥσπερ γῇ φυτόν, τοῦ λαμβάνειν τροφήν, ἕως ἂν τελεωθῇ πρὸς τὸ εἶναι ἤδη ζῷον δυνάμει πορευτικόν.
それゆえ、移動能力を可能的に持つ完成された動物になるまでの間、栄養を受け取るために、植物が土壌を利用するのと同様に、胚は子宮とそれを宿している母体を利用する。
διὸ ἐκ τῆς καρδίας τὰς δύο φλέβας πρῶτον ἡ φύσις ὑπέγραψεν·
それゆえ、自然はまず心臓から二つの血管を輪郭づけた。
ἀπὸ δὲ τούτων φλέβια ἀπήρτηται πρὸς τὴν ὑστέραν ὁ καλούμενος ὀμφαλός.
そして、これらから子宮に向かって、いわゆる臍と呼ばれる細い血管が伸びている。
ἔστι γὰρ ὁ ὀμφαλὸς φλέψ, τοῖς μὲν μία, τοῖς δὲ πλείους τῶν ζῴων.
なぜなら、臍とは血管であり、動物のうちあるものには一本、他のものには複数あるからである。
περὶ δὲ ταύτας κέλυφος δερματικὸν [ὁ καλούμενος ὀμφαλός] διὰ τὸ δεῖσθαι σωτηρίας καὶ σκέπης τὴν τῶν φλεβῶν ἀσθένειαν.
そして、これらの周囲には、皮膚のような鞘[いわゆる臍]がある。 なぜなら、血管の弱さは保護と被覆を必要とするからである。
αἱ δὲ φλέβες οἷον ῥίζαι πρὸς τὴν ὑστέραν συνάπτουσι, δι᾽ ὧν λαμβάνει τὸ κύημα τὴν τροφήν.
そして、これらの血管は根のように子宮に結合しており、それらを通じて胚は栄養を受け取る。
τούτου γὰρ χάριν ἐν ταῖς ὑστέραις μένει τὸ ζῷον, ἀλλ᾽ οὐχ ὡς Δημόκριτός φησιν, ἵνα διαπλάττηται τὰ μόρια κατὰ τὰ μόρια τῆς ἐχούσης.
なぜなら、動物が子宮内に留まるのはこのためであり、デモクリトスが言うように、宿しているものの各部位に応じて各部位が形づくられるためではないからである。
τοῦτο γὰρ ἐπὶ τῶν ᾠοτοκούντων φανερόν·
このことは卵生動物において明らかである。
ἐκεῖνα γὰρ ἐν τοῖς ᾠοῖς λαμβάνει τὴν διάκρισιν, κεχωρισμένα τῆς μήτρας.
なぜなら、それらは子宮から分離された状態で、卵のなかで分化を行うからである。
ἀπορήσειε δ᾽ ἄν τις, εἰ τὸ αἷμα μὲν τροφή ἐστιν, ἡ δὲ καρδία πρώτη γίνεται ἔναιμος οὖσα, τὸ δ᾽ αἷμα τροφή, ἡ δὲ τροφὴ θύραθεν, πόθεν εἰσῆλθεν ἡ πρώτη τροφή;
しかし、もし血液が栄養であり、心臓が最初に血液を持つものとして生じ、しかも血液が栄養であって、その栄養が外部から来るとすれば、最初の栄養はどこから入ったのか、という疑問が生じるかもしれない。
ἢ τοῦτ᾽ οὐκ ἀληθές, ὡς πᾶσα θύραθεν, ἀλλ᾽ εὐθύς, ὥσπερ ἐν τοῖς τῶν φυτῶν σπέρμασιν ἔνεστί τι τοιοῦτον τὸ φαινόμενον πρῶτον γαλακτῶδες, οὕτω καὶ ἐν τῇ ὕλῃ τῶν ζῴων τὸ περίττωμα τῆς συστάσεως τροφή ἐστιν.
あるいは、すべての栄養が外部から来るというのは真実ではなく、むしろ直ちに、植物の種子において最初に乳状に現れるような何かが存在しているのと同様に、動物の物質のなかにも、凝縮の余剰物が栄養として存在するのだろうか。
ἡ μὲν οὖν αὔξησις τῷ κυήματι γίνεται διὰ τοῦ ὀμφαλοῦ τὸν αὐτὸν τρόπον ὅνπερ διὰ τῶν ῥιζῶν τοῖς φυτοῖς, καὶ τοῖς ζῴοις αὐτοῖς, ὅταν ἀπολυθῶσιν ἐκ τῆς ἐν αὑτοῖς τροφῆς·
それゆえ、胚における成長は、植物において根を通じて行われるのと、また動物自身においても、自らの中にある栄養から解放されたときに行われるのと、同じように臍を通じて行われる。
περὶ ὧν ὕστερον λεκτέον κατὰ τοὺς οἰκείους τῶν λόγων καιρούς.
これらについては、議論の適切な時期に後で述べなければならない。
ἡ δὲ διάκρισις γίγνεται τῶν μορίων οὐχ ὥς τινες ὑπολαμβάνουσι, διὰ τὸ πεφυκέναι φέρεσθαι τὸ ὅμοιον πρὸς τὸ ὅμοιον (πρὸς γὰρ πολλαῖς ἄλλαις αἷς ὁ λόγος οὗτος ἔχει δυσχερείαις, συμβαίνει χωρὶς ἕκαστον γίνεσθαι τῶν μορίων τῶν ὁμοιομερῶν, οἷον ὀστᾶ καθ’ αὑτὰ καὶ νεῦρα, καὶ τὰς σάρκας καθ’ αὑτάς, εἴ τις ἀποδέξαιτο ταύτην τὴν αἰτίαν)·
また、諸部位の分化は、一部の人々が想定するように、同種のものが同種のものへと運ばれる自然な傾向があるから、ということによって起こるのではない(なぜなら、この説が抱える他の多くの困難に加えて、もしこの原因を受け入れるならば、同質部分の各部位、例えば骨がそれ自体で、腱がそれ自体で、肉がそれ自体で、別々に形成されることになってしまうからである)。
ἀλλ’ ὅτι τὸ περίττωμα τὸ τοῦ θήλεος δυνάμει τοιοῦτόν ἐστιν οἷον φύσει τὸ ζῷον, καὶ ἔνεστι δυνάμει τὰ μόρια, ἐνεργείᾳ δ’ οὐθέν, διὰ ταύτην τὴν αἰτίαν γίνεται ἕκαστον αὐτῶν, καὶ ὅτι τὸ ποιητικὸν καὶ τὸ παθητικόν, ὅταν θίγωσιν ὃν τρόπον ἐστὶ τὸ μὲν ποιητικὸν τὸ δὲ παθητικόν (τὸν δὲ τρόπον λέγω τὸ ὣς καὶ οὗ καὶ ὅτε), εὐθὺς τὸ μὲν ποιεῖ τὸ δὲ πάσχει.
むしろ、雌の余剰物が、可能的には本性上その動物であり、その各部位が可能的には含まれているが、現実的には何一つ含まれていないからであり、この原因によってそれら各部位が生じるのである。 そして、能動的なものと受動的なものが、それぞれ能動的なもの、受動的なものとしてある方法(方法というのは、いかに、どこで、いつ、ということである)で接触するとき、直ちに一方は作用を及ぼし、他方は作用を受けるからである。
ὕλην μὲν οὖν παρέχει τὸ θῆλυ, τὴν δ’ ἀρχὴν τῆς κινήσεως τὸ ἄρρεν.
したがって、雌は物質を提供し、雄は運動の原理を提供する。
ὥσπερ δὲ τὰ ὑπὸ τῆς τέχνης γινόμενα γίνεται διὰ τῶν ὀργάνων, ἔστι δ’ ἀληθέστερον εἰπεῖν διὰ τῆς κινήσεως αὐτῶν, αὕτη δ’ ἐστὶν ἡ ἐνέργεια τῆς τέχνης, ἡ δὲ τέχνη μορφὴ τῶν γινομένων ἐν ἄλλῳ, οὕτως ἡ τῆς θρεπτικῆς ψυχῆς δύναμις, ὥσπερ καὶ ἐν αὐτοῖς τοῖς ζῴοις καὶ τοῖς φυτοῖς ὕστερον ἐκ τῆς τροφῆς ποιεῖ τὴν αὔξησιν, χρωμένη οἷον ὀργάνοις θερμότητι καὶ ψυχρότητι (ε᾽ν γὰρ τούτοις ἡ κίνησις ἐκείνης, καὶ λόγῳ τινὶ ἕκαστον γίνεται), οὕτω καὶ έξ ἀρχῆς συνίστησι τὸ φύσει γιγνόμενον.
そして、技術によって作られるものが、道具を通じて、あるいはより真実に言えば、道具の運動(これこそが技術の現実活動である)を通じて作られ、技術とは他なるもののうちにある作られるものの形相であるのと同様に、栄養摂取的霊魂の能力も、後に動物や植物自身において栄養から成長を行わせるのと同様に、熱さと冷たさをあたかも道具のように用いて(なぜなら、それらのなかに霊魂の運動があり、各部位はある比例に従って生じるからである)、最初からも本性的に生じるものを構成するのである。
ἡ γὰρ αὐτή ἐστιν ὕλη ᾗ αὐξάνεται καὶ ἐξ ἧς συνίσταται τὸ πρῶτον, ὥστε καὶ ἡ ποιοῦσα δύναμις ταὐτὸ τῷ ἐξ ἀρχῆς.
なぜなら、それによって成長するものと、それから最初に構成されるものとは同じ物質であり、したがって作用を及ぼし形成する能力も最初から作用していたものと同じだからである。
μείζων δὲ αὕτη ἐστίν.
ただ、こちらの方がより大きいのである。
εἰ οὖν αὕτη ἐστὶν ἡ θρεπτικὴ ψυχή, αὕτη ἐστὶ καὶ ἡ γεννῶσα·
したがって、もしこれが栄養摂取的霊魂であるならば、これこそが生成させるものでもある。
καὶ τοῦτ’ ἐστὶν ἡ φύσις ἡ ἑκάστου, ἐνυπάρχουσα καὶ ἐν φυτοῖς καὶ ἐν ζῴοις πᾶσιν.
そしてこれこそが、各ものの本性であり、植物にもすべての動物にも内在しているものである。
τὰ δ’ ἄλλα μόρια τῆς ψυχῆς τοῖς μὲν ὑπάρχει τοῖς δ’ οὐχ ὑπάρχει τῶν ζῴων. ἐν μὲν οὖν τοῖς φυτοῖς οὐ κεχώρισται τὸ θῆλυ τοῦ ἄρρενος·
しかし、霊魂の他の諸部分は、動物のうちあるものには存在し、他のものには存在しない。
ἐν δὲ τοῖς ζῴοις ἐν οἷς κε χώρισται, προσδεῖται τοῦ θήλεος τὸ ἄρρεν.
それゆえ、植物においては雌は雄から分離していないが、それが分離している動物においては、雄はさらに雌を必要とするのである。