§2.4#4ἤδη γὰρ ἀρχὴν ταύτην ἄξιον ἀκοῦσαι τοῦ ζῴου καὶ τοῦ συστήματος, ὅταν δέηται τροφῆς· τὸ γὰρ δὴ ὂν αὐξάνεται.
因为当动物及其结构需要营养时,就已经值得将此视为该动物和该结构的原理了;因为存在的东西就会生长。
τροφὴ δὲ ζῴου ἡ ἐσχάτη αἷμα καὶ τὸ ἀνάλογον.
而动物最终的营养是血液,或者是与之相应的物质。
τούτων δ᾽ ἀγγεῖον αἱ φλέβες· διὸ ἡ καρδία καὶ τούτων ἀρχή.
这些物质的容器是血管;因此,心脏也是这些血管的原理。
δῆλον δὲ τοῦτο ἐκ τῶν ἱστοριῶν καὶ τῶν ἀνατομῶν.
这从《动物志》和《解剖书》中是很明显的。
ἐπεὶ δὲ δυνάμει μὲν ἤδη ζῷον ἀτελὲς δέ, ἄλλοθεν ἀναγκαῖον λαμβάνειν τὴν τροφήν· διὸ χρῆται τῇ ὑστέρᾳ καὶ τῇ ἐχούσῃ, ὥσπερ γῇ φυτόν, τοῦ λαμβάνειν τροφήν, ἕως ἂν τελεωθῇ πρὸς τὸ εἶναι ἤδη ζῷον δυνάμει πορευτικόν.
但是,由于胚胎在潜能上已经是一个动物,尽管是一个不完善的动物,它必须从别处获取营养;因此,在它发育完善到能够在潜能上成为可以移动的动物之前,它利用子宫和怀有它的母体,就像植物利用土地一样,来获取营养。
διὸ ἐκ τῆς καρδίας τὰς δύο φλέβας πρῶτον ἡ φύσις ὑπέγραψεν· ἀπὸ δὲ τούτων φλέβια ἀπήρτηται πρὸς τὴν ὑστέραν ὁ καλούμενος ὀμφαλός.
因此,自然首先从心脏勾勒出两条大血管;从这些血管中,被称为脐带的细小血管悬挂着通往子宫。
ἔστι γὰρ ὁ ὀμφαλὸς φλέψ, τοῖς μὲν μία, τοῖς δὲ πλείους τῶν ζῴων.
因为脐带是血管,在某些动物中是一条,在另一些动物中则有多条。
περὶ δὲ ταύτας κέλυφος δερματικὸν [ὁ καλούμενος ὀμφαλός] διὰ τὸ δεῖσθαι σωτηρίας καὶ σκέπης τὴν τῶν φλεβῶν ἀσθένειαν.
在这些血管周围有一层皮肤状的鞘[被称为脐带],因为血管的脆弱需要保护和覆盖。
αἱ δὲ φλέβες οἷον ῥίζαι πρὸς τὴν ὑστέραν συνάπτουσι, δι᾽ ὧν λαμβάνει τὸ κύημα τὴν τροφήν.
这些血管像根一样与子宫相连,胚胎通过它们获取营养。
τούτου γὰρ χάριν ἐν ταῖς ὑστέραις μένει τὸ ζῷον, ἀλλ᾽ οὐχ ὡς Δημόκριτός φησιν, ἵνα διαπλάττηται τὰ μόρια κατὰ τὰ μόρια τῆς ἐχούσης.
因为动物留在子宫内就是为了这个缘故,而不是像德谟克利特所说的那样,为了使各部位按照怀有它的母体的各部位而塑形。
τοῦτο γὰρ ἐπὶ τῶν ᾠοτοκούντων φανερόν· ἐκεῖνα γὰρ ἐν τοῖς ᾠοῖς λαμβάνει τὴν διάκρισιν, κεχωρισμένα τῆς μήτρας.
这在卵生动物的情况下是明显的;因为那些动物是在卵中进行分化的,与子宫相分离。
ἀπορήσειε δ᾽ ἄν τις, εἰ τὸ αἷμα μὲν τροφή ἐστιν, ἡ δὲ καρδία πρώτη γίνεται ἔναιμος οὖσα, τὸ δ᾽ αἷμα τροφή, ἡ δὲ τροφὴ θύραθεν, πόθεν εἰσῆλθεν ἡ πρώτη τροφή;
但是,有人可能会提出疑问:如果血液是营养,而心脏是最先含有血液的,并且血液是营养而营养来自外部,那么第一批营养是从哪里进入的呢?
ἢ τοῦτ᾽ οὐκ ἀληθές, ὡς πᾶσα θύραθεν, ἀλλ᾽ εὐθύς, ὥσπερ ἐν τοῖς τῶν φυτῶν σπέρμασιν ἔνεστί τι τοιοῦτον τὸ φαινόμενον πρῶτον γαλακτῶδες, οὕτω καὶ ἐν τῇ ὕλῃ τῶν ζῴων τὸ περίττωμα τῆς συστάσεως τροφή ἐστιν.
或者,并非所有营养都来自外部,而是正如在植物种子中最初存在着某种看起来像乳状的东西一样,在动物的材料中,凝聚后的余留物也就是营养?
ἡ μὲν οὖν αὔξησις τῷ κυήματι γίνεται διὰ τοῦ ὀμφαλοῦ τὸν αὐτὸν τρόπον ὅνπερ διὰ τῶν ῥιζῶν τοῖς φυτοῖς, καὶ τοῖς ζῴοις αὐτοῖς, ὅταν ἀπολυθῶσιν ἐκ τῆς ἐν αὑτοῖς τροφῆς· περὶ ὧν ὕστερον λεκτέον κατὰ τοὺς οἰκείους τῶν λόγων καιρούς.
因此,胚胎的生长是通过脐带进行的,其方式与植物通过根进行生长的方式相同,也与动物自身在摆脱了体内的营养时的生长方式相同;关于这些,我们必须在以后的讨论中在适当的时刻予以说明。
ἡ δὲ διάκρισις γίγνεται τῶν μορίων οὐχ ὥς τινες ὑπολαμβάνουσι, διὰ τὸ πεφυκέναι φέρεσθαι τὸ ὅμοιον πρὸς τὸ ὅμοιον (πρὸς γὰρ πολλαῖς ἄλλαις αἷς ὁ λόγος οὗτος ἔχει δυσχερείαις, συμβαίνει χωρὶς ἕκαστον γίνεσθαι τῶν μορίων τῶν ὁμοιομερῶν, οἷον ὀστᾶ καθ’ αὑτὰ καὶ νεῦρα, καὶ τὰς σάρκας καθ’ αὑτάς, εἴ τις ἀποδέξαιτο ταύτην τὴν αἰτίαν)· ἀλλ’ ὅτι τὸ περίττωμα τὸ τοῦ θήλεος δυνάμει τοιοῦτόν ἐστιν οἷον φύσει τὸ ζῷον, καὶ ἔνεστι δυνάμει τὰ μόρια, ἐνεργείᾳ δ’ οὐθέν, διὰ ταύτην τὴν αἰτίαν γίνεται ἕκαστον αὐτῶν, καὶ ὅτι τὸ ποιητικὸν καὶ τὸ παθητικόν, ὅταν θίγωσιν ὃν τρόπον ἐστὶ τὸ μὲν ποιητικὸν τὸ δὲ παθητικόν (τὸν δὲ τρόπον λέγω τὸ ὣς καὶ οὗ καὶ ὅτε), εὐθὺς τὸ μὲν ποιεῖ τὸ δὲ πάσχει.
而且,器官的分化并不像某些人所设想的那样,是因为同类事物具有向同类事物运动的自然倾向(因为除了该观点所具有的其他许多困难外,如果接受这一原因,就会导致同质部分的各个部分分别形成,例如骨头自己形成,腱自己形成,肉自己形成);而是因为雌性的余留物在潜能上就是该动物本性上的样子,各部分在潜能上都是存在的,虽然在现实中没有一个是存在的,由于这个原因,它们中的每一个才得以产生,并且因为主动者和被动者,当它们以一方为主动而另一方为被动的方式相接触时(我所说的“方式”是指如何、在何处、以及何时),立刻一方起作用而另一方受作用。
ὕλην μὲν οὖν παρέχει τὸ θῆλυ, τὴν δ’ ἀρχὴν τῆς κινήσεως τὸ ἄρρεν.
因此,雌性提供材料,雄性提供运动的原理。
ὥσπερ δὲ τὰ ὑπὸ τῆς τέχνης γινόμενα γίνεται διὰ τῶν ὀργάνων, ἔστι δ’ ἀληθέστερον εἰπεῖν διὰ τῆς κινήσεως αὐτῶν, αὕτη δ’ ἐστὶν ἡ ἐνέργεια τῆς τέχνης, ἡ δὲ τέχνη μορφὴ τῶν γινομένων ἐν ἄλλῳ, οὕτως ἡ τῆς θρεπτικῆς ψυχῆς δύναμις, ὥσπερ καὶ ἐν αὐτοῖς τοῖς ζῴοις καὶ τοῖς φυτοῖς ὕστερον ἐκ τῆς τροφῆς ποιεῖ τὴν αὔξησιν, χρωμένη οἷον ὀργάνοις θερμότητι καὶ ψυχρότητι (ε᾽ν γὰρ τούτοις ἡ κίνησις ἐκείνης, καὶ λόγῳ τινὶ ἕκαστον γίνεται), οὕτω καὶ έξ ἀρχῆς συνίστησι τὸ φύσει γιγνόμενον.
正如通过技术制造的东西是通过工具制造的,或者更真实地说,是通过工具的运动(这就是技术的现实性)制造的,而技术是存在于他者中的被制造者的形式一样,营养灵魂的力量也是如此,正如它随后在动物和植物自身中利用热和冷作为工具从营养中产生生长一样(因为热和冷中存在着灵魂的运动,每个部分都是按照一定的比例产生的),它从一开始就建构了自然生成的东西。
ἡ γὰρ αὐτή ἐστιν ὕλη ᾗ αὐξάνεται καὶ ἐξ ἧς συνίσταται τὸ πρῶτον, ὥστε καὶ ἡ ποιοῦσα δύναμις ταὐτὸ τῷ ἐξ ἀρχῆς.
因为供其生长的材料和它最初由之构成的材料是相同的,所以产生作用的力量也与一开始的力量相同。
μείζων δὲ αὕτη ἐστίν.
但这一个力量更大。
εἰ οὖν αὕτη ἐστὶν ἡ θρεπτικὴ ψυχή, αὕτη ἐστὶ καὶ ἡ γεννῶσα· καὶ τοῦτ’ ἐστὶν ἡ φύσις ἡ ἑκάστου, ἐνυπάρχουσα καὶ ἐν φυτοῖς καὶ ἐν ζῴοις πᾶσιν.
因此,如果这就是营养灵魂,那么它也就是产生生育的灵魂;这就是每个事物的本性,存在于植物和所有动物中。
τὰ δ’ ἄλλα μόρια τῆς ψυχῆς τοῖς μὲν ὑπάρχει τοῖς δ’ οὐχ ὑπάρχει τῶν ζῴων.
但是,灵魂的其他部分存在于某些动物中,而不存在于另一些动物中。
ἐν μὲν οὖν τοῖς φυτοῖς οὐ κεχώρισται τὸ θῆλυ τοῦ ἄρρενος· ἐν δὲ τοῖς ζῴοις ἐν οἷς κε χώρισται, προσδεῖται τοῦ θήλεος τὸ ἄρρεν.
因此,在植物中,雌性与雄性不分离;但在雌雄分离的动物中,雄性还需要雌性。