§2.4#2τοῖς μὲν οὖν θήλεσιν ἅπασιν ἀναγκαῖον γίγνεσθαι περίττωμα, τοῖς μὲν αἱματικοῖς πλεῖον, καὶ τούτων ἀνθρώπῳ πλεῖστον·
したがって、すべての雌において余剰物が生じることは必然であり、有血の動物においてはより多く、これらのうち人間において最も多い。
ἀνάγκη δὲ καὶ τοῖς ἄλλοις ἀθροίζεσθαί τινα σύστασιν εἰς τὸν ὑστερικὸν τόπον.
そして他の動物においても、子宮の場所に何らかの凝固物が蓄積することは必然である。
τὸ δ᾽ αἵτίον, ὅτι τοῖς θ᾽ αἱματικοῖς πλεῖον καὶ τούτων ὅτι πλεῖστον τοῖς ἀνθρώποις, εἴρηται πρότερον·
有血の動物においてより多く、それらのうち人間において最も多いという原因は、以前に述べられた。
τοῦ δ᾽ ἐν μὲν τοῖς θήλεσι πᾶσιν ὑπάρχειν περίττωμα τοιοῦτον, ἐν δὲ τοῖς ἄρρεσι μὴ πᾶσιν, ἔνια γὰρ οὐ προΐεται γονήν, ἀλλ᾽ ὥσπερ τὰ προειρημένα τῇ ἐν τῇ γονῇ κινήσει δημιουργεῖ τὸ συνιστάμενον ἐκ τῆς ἐν τοῖς θήλεσιν ὕλης, οὕτω τὰ τοιαῦτα ἐν τῇ ἐν αὑτοῖς κινήσει ἐν τῷ μορίῳ τούτῳ, ὅθεν ἀποκρίνεται τὸ σπέρμα, ταὐτὸ ποιεῖ καὶ συνίστησιν. τοῦτο δ᾽ ἐστὶν ὁ τόπος ὁ περὶ τὸ ὑπόζωμα πᾶσι τοῖς ἔχουσιν·
すべての雌においてこのような余剰物が存在する一方で、すべての雄において存在するわけではないという点については(あるものは精液を排出せず、前述の動物が精液中の運動によって雌の中の物質から成る構成物を形成するように、このような動物は精液が分泌される部分における自分自身の内の運動によって、同じことを行い、構成するからであるが)、そしてこれは、それ(横隔膜)を持つすべての動物において、横隔膜の周りの場所である。
ἀρχὴ γὰρ τῆς φύσεως ἡ καρδία καὶ τὸ ἀνάλογον, τὸ δὲ κάτω προσθήκη καὶ τούτου χάριν.
なぜなら、本性の原理は心臓およびそれに対応する器官であり、下の部分は付け足しであってこれのためにあるからである。
αἴτιον δὴ τοῦ τοῖς μὲν ἄρρεσι μὴ πᾶσιν εἶναι περίττωμα γεννητικόν, τοῖς δὲ θήλεσι πᾶσιν, ὅτι τὸ ζῷον σῶμα ἔμψυχόν ἐστιν.
したがって、すべての雄に生殖の余剰物があるわけではないのに、すべての雌にはあるという原因は、動物が魂を持った身体であるということにある。
ἀεὶ δὲ παρέχει τὸ μὲν θῆλυ τὴν ὕλην, τὸ δ᾽ ἄρρεν τὸ δημιουργοῦν·
そして常に、雌は物質を提供し、雄は形成するものを提供する。
ταύτην γὰρ αὐτῶν φαμὲν ἔχειν τὴν δύναμιν ἑκάτερον, καὶ τὸ εἶναι τὸ μὲν θῆλυ τὸ δ᾽ ἄρρεν τοῦτο.
なぜなら、彼らの各々がこの能力を持っているのであり、一方が雌であり他方が雄であるということの本質はこれであると我々は主張するからである。
ὥστε τὸ μὲν θῆλυ ἀναγκαῖον παρέχειν σῶμα καὶ ὄγκον, τὸ δ᾽ ἄρρεν οὐκ ἀναγκαῖον·
したがって、雌が身体と質量を提供することは必然であるが、雄がそうすることは必然ではない。
οὔτε γὰρ τὰ ὄργανα ἀνάγκη ἐνυπάρχειν ἐν τοῖς γιγνομένοις οὔτε τὸ ποιοῦν.
なぜなら、道具が作られるものの中に存在することも、作るものがその中に存在することも必然ではないからである。
ἔστι δὲ τὸ μὲν σῶμα ἐκ τοῦ θήλεος, ἡ δὲ ψυχὴ ἐκ τοῦ ἄρρενος·
身体は雌から、魂は雄から生じる。
ἡ γὰρ ψυχὴ οὐσία σώματός τινός ἐστιν.
なぜなら魂はある身体の実体だからである。
καὶ διὰ τοῦτο ὅσα τῶν μὴ ὁμογενῶν μίγνυται θῆλυ καὶ ἄρρεν (μίγνυται δὲ ὧν ἴσοι οἱ χρόνοι καὶ ἐγγὺς αἱ κυήσεις, καὶ τὰ μεγέθη τῶν σωμάτων μὴ πολὺ διέστηκεν), τὸ μὲν πρῶτον κατὰ τὴν ὁμοιότητα γίγνεται κοινὸν ἀμφοτέρων, οἷον τὰ γιγνόμενα ἐξ ἀλώπεκος καὶ κυνὸς καὶ πέρδικος καὶ ἀλεκτρυόνος, προϊόντος δὲ τοῦ χρόνου καὶ ἐξ ἑτέρων ἕτερα γιγνόμενα τέλος ἀποβαίνει κατὰ τὸ θῆλυ τὴν μορφήν, ὥσπερ τὰ σπέρματα τὰ ξενικὰ κατὰ τὴν χώραν.
そしてこのために、同種でないもののうち雌と雄が交尾するすべてにおいて(交尾するのは、妊娠期間が等しいか近く、身体の大きさが大きくかけ離れていないものであるが)、最初は類似性において両者に共通のものが生じる。 例えば狐と犬、シャコと鶏から生まれるもののように。 しかし時間が経ち、世代を重ねるにつれて、最終的には雌の形に従うようになる。 これは異国の種子が土地に従うのと同じである。
αὕτη γὰρ ἡ τὴν ὕλην παρέχουσα καὶ τὸ σῶμα τοῖς σπέρμασιν ἐστίν.
なぜなら、土地こそが種子に物質と身体を提供するものだからである。
καὶ διὰ τοῦτο τοῖς μὲν θήλεσι τὸ μόριον τὸ δεκτικὸν οὐ πόρος ἐστίν, ἀλλ᾽ ἔχουσι διάστασιν αἱ ὑστέαι·
そしてこのために、雌においては受け入れる器官は単なる通路ではなく、子宮は広がりを持っている。
τοῖς δ᾽ ἄρρεσι πόροι τοῖς σπέρμα προϊεμένοις, ἄναιμοι δ᾽ οὗτοι, τῶν δὲ περιττωμάτων ἕκαστον ἅμα ἔν τε τοῖς οἰκείοις τόποις ἐστὶ καὶ γίγνεται περίττωμα· πρότερον δ᾽ οὐθέν, ἂν μή τι βίᾳ πολλῇ καὶ παρὰ φύσιν.
一方、精液を排出する雄においては通路であり、これらは血がない。 各々の余剰物は、固有の場所に達して初めて余剰物となるのであり、それ以前には、強い力による不自然な場合を除いては、決して余剰物ではない。
δι᾽ ἣν μὲν οὖν αἰτίαν ἀποκρίνεται τὰ περιττώματα τὰ γεννητικὰ τοῖς ζῴοις, εἴρηται.
したがって、いかなる原因によって生殖の余剰物が動物において分泌されるかは、述べられた。
ὅταν δ᾽ ἔλθῃ τὸ σπέρμα ἀπὸ τοῦ ἄρρενος τῶν σπέρμα προϊεμένων, συνίστησι τὸ καθαρώτατον τοῦ περιττώματος.
精液を排出する動物において、雄からの精液が至ると、それは(雌の)余剰物のうち最も純粋な部分を凝固させる。
τὸ γὰρ πλεῖστον ἄχρηστον καὶ ἐν τοῖς καταμηνίοις ἐστὶν ὑγρόν, ὥσπερ καὶ τῆς τοῦ ἄρρενος γονῆς τὸ ὑγρότατον, καὶ τῆς εἰσάπαξ προέσεως·
なぜなら、経血の中の水分もその大部分は無用であり、それは雄の精液の最も液状の部分、すなわち一度に排出されるもののうちのそれが無用であるのと同様だからである。
καὶ ἡ προτέρα τῆς ὑστέρας ἄγονος μᾶλλον τοῖς πλείστοις·
そして、多くの人において、最初の(排出)は後のものよりも生殖力が乏しい。
ἐλάττω γὰρ ἔχει θερμότητα ψυχικὴν διὰ τὴν ἀπεψίαν, τὸ δὲ πεπεμμένον πάχος ἔχει καὶ σεσωμάτωται μᾶλλον.
なぜなら、それは未消化のために生命の熱がより少ないからであり、一方、消化されたものは濃度があり、より実体化しているからである。
ὅσαις δὲ μὴ γίνεται θύραζέ τις πρόεσις, ἢ τῶν γυναικῶν ἢ τῶν ἄλλων ζῴων, διὰ τὸ μὴ ἐνυπάρχειν ἄχρηστον περίττωμα πολὺ ἐν τῇ ἀποκρίσει τῇ τοιαύτῃ, τοσοῦτόν ἐστι τὸ ἐγγινόμενον ὅσον τὸ ὑπολειπόμενον τοῖς θύραζε προϊεμένοις ζῴοις, ὃ συνίστησιν ἡ τοῦ ἄρρενος δύναμις ἡ ἐν τῷ σπέρματι τῷ ἀποκρινομένῳ, ἢ εἰς τὸ ἄρρεν ἐλθόντος τοῦ ἀνάλογον μορίου ταῖς ὑστέραις, ὥσπερ ἔν τισι τῶν ἐντόμων φαίνεται συμβαῖνον.
一方、女性であれ他の動物であれ、そのような分泌物の中に無用な余剰物が多く含まれていないために、外への排出が全く起こらないものにおいては、内部に生じる量は、外へ排出する動物において後に残る量と同量であり、これを、分泌される精液の中にある雄の能力が凝固させるか、あるいは、いくつかの昆虫で起こるのが見られるように、子宮に相当する器官が雄の側に入ることで凝固させる。
ὅτι δ᾽ ἡ γινομένη ὑγρότης μετὰ τῆς ἡδονῆς τοῖς θήλεσιν οὐδὲν συμβάλλεται εἰς τὸ κύημα, εἴρηται πρότερον.
なお、雌において快感とともに生じる液体が胚の形成に何ら寄与しないということは、以前に述べられた。
μάλιστα δ’ ἂν δόξειεν, ὅτι καθάπερ τοῖς ἄρρεσι, γίγνεται καὶ ταῖς γυναιξὶ νύκτωρ ὃ καλοῦσιν ἐξονειρώττειν.
そう思われる最大の理由は、雄と同様に、女性にも夜間に人々が「夢精」と呼ぶものが生じるからであろう。
ἀλλὰ τοῦτο σημεῖον οὐθέν·
しかし、これは何の証拠にもならない。
γίνεται γὰρ καὶ τοῖς νέοις τῶν ἀρρένων τοῖς μέλλουσι μὲν μηθὲν δὲ προϊεμένοις, ἢ τοῖς ἐπιπροϊεμένοις ἄγονον.
なぜなら、これはまだ何も排出しない若い雄や、あるいは不妊のものを排出する者にも生じるからである。
ἄνευ μὲν οὖν τῆς τοῦ ἄρρενος προέσεως ἐν τῇ συνουσίᾳ ἀδύνατον συλλαβεῖν, καὶ ἄνευ τῆς τῶν γυναικείων περιττώσεως ἢ θύραζε προελθούσης ἢ ἐντὸς ἱκανῆς οὔσης.
したがって、交尾において雄の排出なしには受胎することは不可能であり、また女性の余剰物が、外に排出されているにせよ、内部に十分にあるにせよ、それなしにも不可能である。