§2.2περὶ δὲ τῆς τοῦ σπέρματος φύσεως ἀπορήσειεν ἄν τις.
さて、精液の性質については、誰もが疑問を抱くかもしれない。
τὸ γὰρ σπέρμα ἐξέρχεται μὲν ἐκ τοῦ ζῴου παχὺ καὶ λευκόν, ψυχόμενον δὲ γίνεται ὑγρὸν ὥσπερ ὕδωρ, καὶ τὸ χρῶμα ὕδατος.
というのも、精液は動物から放出されるときは濃くて白いが、冷やされると水のように液状になり、その色も水のようになるからである。
ἄτοπον δὴ ἂν δόξειεν·
これは実に奇妙に思われるだろう。
οὐ γὰρ παχύνεται ὕδωρ θερμῷ, τὸ δ’ ἔσωθεν ἐκ θερμοῦ ἐξέρχεται παχύ, ψυχόμενον δὲ γίνεται ὑγρόν.
水は熱によって濃くならないのに、体内から熱い状態で出てくるときは濃く、冷やされると液状になるからである。
καίτοι πήγνυταί γε τὰ ὑδατώδη· τὸ δὲ σπέρμα οὐ πήγνυται τιθέμενον ἐν τοῖς πάγοις ὑπαίθριον, ἀλλ’ ὑγραίνεται, ὡς ὑπὸ τοῦ ἐναντίου παχυνθέν.
しかも、水的なものは凍るものであるが、精液は屋外の氷の中に置かれても凍らず、むしろ液状になる。 まるで、反対のもの(熱)によって濃くされていたかのように。
ἀλλὰ μὴν οὐδ’ ὑπὸ θερμοῦ παχύνεσθαι εὔλογον.
しかし、熱によって濃くなるというのも理にかなっていない。
ὅσα γὰρ γῆς πλεῖον ἔχει, ταῦτα συνίσταται καὶ παχύνεται ἑψόριενα, οἷον καὶ τὸ γάλα.
なぜなら、地(土要素)を多く含むものは、煮られると固まり、濃くなるからである。 例えば牛乳のように。
ἔδει οὖν ψυχόμενον στερεοῦσθαι.
それゆえ、冷やされると固化するはずであった。
νῦν δ’ οὐθὲν γίνεται στερεόν, ἀλλὰ πᾶν ὥσπερ ύδωρ.
しかし、実際には何ら固化せず、すべて水のように(液状に)なる。
ἡ μὲν οὖν ἀπορία αὕτη ἐστίν.
さて、困難(アポリア)はこのようなものである。
εἰ μὲν γὰρ ὕδωρ, τὸ ὕδωρ οὐ φαίνεται παχυνόμενον ὑπὸ τοῦ θερμοῦ, τὸ δ’ ἐξέρχεται παχὺ καὶ θερμὸν καὶ ἐκ θερμοῦ τοῦ σώματος·
もし精液が水であるなら、水は熱によって濃くなるようには見えないのに、精液は濃く、かつ温かく、温かい体から出てくる。
εἰ δ’ ἐκ γῆς ἢ μικτὸν γῆς καὶ ὕδατος, οὐχ ἔδει ὑγρὸν πᾶν γίνεσθαι καὶ ῾ὕδωρ.
また、もしそれが地からなるか、あるいは地と水の混合物であるなら、すべてが液状に、かつ水のように(液状に)なるはずはなかった。
ἢ οὐ πάντα τὰ συμβαίνοντα διιηρήκαμεν.
あるいは、私たちは起こりうるすべての事象を区分し尽くしたわけではないのである。
οὐ γὰρ μόνον παχύνεται τὸ ἐξ ὕδατος καὶ γεώδους συνιστάμενον ὑγρόν, ἀλλὰ καὶ τὸ ἐξ ὕδατος καὶ πνεύματος, οἷον καὶ ὁ ἀφρὸς γίνεται παχύτερος καὶ λευκός, καὶ ὅσιω ἂν ἐλάττους καὶ ἀδηλότεραι αἱ πομφόλυγες ὦσι, τοσούτῳ καὶ λευκότερος καὶ στιφρότερος ὁ ὄγκος φαίνεται.
なぜなら、水と地的なものから構成される液体だけでなく、水と気(プネウマ)から構成されるものも濃くなるからである。 例えば泡もまた、より濃く白くなり、気泡が小さく目立たないものであるほど、その塊はいっそう白く、密に見える。
τὸ δ’ αὐτὸ καὶ τὸ ἕλαιον πάσχει·
そして、油もこれと同じことを被る。
παχύνεται γὰρ τῷ πνεύματι μιγνύμενον·
すなわち、気(プネウマ)と混ざり合うことで濃くなる。
διὸ καὶ τὸ λευκαινόμοῦ μενον παχύτερον γίνεται, τοῦ ἐνότος ὑδατώδους ὑπὸ τοῦ θερδιακρινομένου καὶ γινομένου πνεύματος.
それゆえ、白くなる油はより濃くなる。 内包されている水的なものが、熱によって分離されて気(プネウマ)になるからである。
καὶ ἡ μολύβ δαινα μιγνυμένη ὕδατι ἢ καὶ ἐλαὶῳ ἐξ ὀλίγου τε πολὺν ὄγκον ποιεῖ καὶ ἐξ ὑγροῦ στιφρὸν καὶ ἐκ μέλανος λευκόν.
また、一酸化鉛も、水や油と混ざり合うと、少量から多くの体積を作り出し、液状の固体(あるいは密なもの)になり、黒から白になる。
αἴτιον δ’ ὅτι ἐγκαταμίγνυται πνεῦμα, ὃ τόν τε ὄγκον ποιεῖ καὶ τὴν λευκότητα διαφαίνει, ὥσπερ ἐν τῷ ἀφρῷ καὶ τῇ χιόνι·
その原因は、気(プネウマ)が混入することであり、これが体積を作り出し、白さを透かして見せるのである。 ちょうど泡や雪におけるように。
καὶ γὰρ ἡ χιών ἐστιν ἀφρός.
なぜなら、雪もまた泡だからである。
καὶ αὐτὸ τὸ ὕδωρ τῷ ἐλαίῳ μιγνύμενον γίνεται παχὺ καὶ λευκόν·
そして水自体も、油と混ざり合うと、濃く白くなる。
καὶ γὰρ ὑπὸ τῆς τρίψεως ἐγκατακλείεται πνεῦμα, καὶ αὐτὸ τὸ ἔλαιον ἔχει πνεῦμα πολύ·
摩擦によって気が閉じ込められるからであり、油自体もまた多くの気を含んでいる。
ἔστι γὰρ οὕτε γῆς οὔτε ὕδατος ἀλλὰ πνεύματος τὸ λιπαρόν.
なぜなら、脂肪(油分)は地でも水でもなく、気からなるものだからである。
διὸ καὶ ἐπὶ τῷ ὕδατι ἐπιπολάζει·
それゆえ、それは水の上に浮かぶ。
ὁ γὰρ ἐν αὐτῷ ὢν ἀήρ, ὥσπερ ἐν ἀγγείῳ, φέρει ἄνω καὶ ἐπιπολάζει καὶ αἴτιος τῆς κουφότητός ἐστιν.
その中にある空気が、器の中にあるように、それを上へと運び、浮かせ、その軽さの原因となっているからである。
καὶ ἐν τοῖς ψύχεσι δὲ καὶ πάγοις παχύνεται τὸ ἔλαιον, πήγνυται δ’ οὔ·
そして、寒さや氷の中でも油は濃くなるが、凍ることはない。
διὰ μὲν γὰρ θερμότητα οὐ πήγνυται (ὁ γὰρ ἀὴρ θερμὸν καὶ ἄπηκτον), διὰ δὲ τὸ συνίστασθαι αὐτὸν καὶ πυκνοῦσθαι ὥσπερ ὑπὸ τοῦ ψύχους παχύτερον γίνεται τὸ ἔλαιον.
温かさのゆえに凍ることはなく(空気は温かく、凍らないものであるから)、寒さによってその空気が凝集し密になることで、油はより濃くなるのである。
διὰ ταύτας τὰς αἰτίας καὶ τὸ σπέρμα ἔσωθεν μὲν ἐξέρχεται στιφρὸν καὶ λευκόν, ὑπὸ τῆς ἐντὸς θερμότητος πνεῦμα πολὺ ἔχον θερμόν, ἐξελθόντος δὲ ὅταν ἀποπνεύσιη τὸ θερμὸν καὶ ὁ ἀὴρ ψυχθῇ, ὑγρὸν γίνεται καὶ μέλαν·
これらの原因により、精液もまた体内からは、内部の熱によって温かい気(プネウマ)を多く含んでいるために、密で白く出てくるが、出てきた後に、その温かい気が抜け、空気が冷やされると、液状で黒くなる。
λείπεται γὰρ τὸ ὕδωρ καὶ εἴ τι μικρὸν γεῶδες, ὥσπερ ἐν φλέγματι, καὶ ἐν τῷ σπέρματι ξηραινομένῳ.
なぜなら、粘液(フレグマ)において、また乾燥していく精液において、水と、もし何か僅かな地的なものがあればそれが、残されるからである。
ἔστ μὲν οὖν τὸ σπέρμα κοινὸν πεύματος καὶ ὕδατος, τὸ δὲ πνεῦμά ἐστι θερμὸς ἀήρ·
したがって、精液は気(プネウマ)と水の共有物(混合物)であり、気とは温かい空気である。
διὸ ὑγρὸν τὴν φύσιν, ὅτι ἐξ ὕδατος.
それゆえ、水からできているという点において、本質的に液状(湿潤)なのである。
Κτησίας γὰρ ὁ Κνίδιος ἃ περὶ τοῦ σπέρματος τῶν ἐλεφάντων εἴρηκε, φανερός ἐστιν ἐψευσμένος.
というのも、クニドスのクテシアスが象の精液について語っていることは、明らかに誤っているからである。
φησὶ γὰρ οὕτω σκληρύνεσθαι ξηραινόμενον ὥστε γίνεσθαι ἠλέκτρῳ ὅμοιον.
彼は、それが乾燥すると非常に硬くなり、琥珀のようになると言っている。
τοῦτο δ’ οὐ γίνεται·
しかし、そのようなことは起こらない。
μᾶλλον μὲν γὰρ ἕτερον ἑτέρου σπέρμα γεωδέστερον ἀναγκαῖον εἶναι, καὶ μάλιστα τοιοῦτον ὅσοις πολὺ γεῶδες ὑπάρχει κατὰ τὸν ὄγκον τὸν τοῦ σώματος.
もちろん、ある動物の精液が他の動物のものよりも地を多く含むことは必然であり、とりわけ体の大きさに比例して多くの地要素を保持している動物においてはそうである。
παχὺ δὲ καὶ λευκὸν διὰ τὸ μεμῖχθαι πνεῦμα.
しかし、それが濃く白いのは、気が混ざり合っているためである。
καὶ γὰρ λευκόν ἐστι τὸ σπέρμα πάντων·
なぜなら、すべての者の精液は白いからである。
Ἡρόδοτος γὰρ οὐκ ἀληθῆ λέγει, φάσκων μέλαιναν εἶναι τὴν τῶν Αἰθιόπων γονήν, ὥσπερ ἀναγκαῖον ὂν τῶν τὴν χρόαν μελάνων εἶναι πάντα μέλανα, καὶ ταῦθ’ ὁρῶν καὶ τοὺς ὀδόντας αὐτῶν ὄντας λευκούς.
エチオピア人の精液が黒いと主張するヘロドトスは、真実を語っていない。 まるで、皮膚の色の黒い人々においてはすべてのものが黒いことが必然であるかのように、しかも彼らの歯が白いことを見ていながら、そう主張しているのである。
αἴτιον δὲ τῆς λευκότητος τοῦ σπέρματος ὅτι ἐστὶν ἡ γονὴ ἀφρός, ὁ δ’ ἀφρὸς λευκόν, καὶ μάλιστα τὸ ἐξ ὀλιγίστων συγκείμενον μορίων καὶ οὕτω μικρῶν ὥσπερ ἑκάστης ἀοράτου τῆς πομφόλυγος οὔσης, ὅπερ συμβαίνει καὶ ἐπὶ τοῦ ὕδατος καὶ τοῦ ἐλαίου μιγυμένων καὶ τριβομένων, καθάπερ ἐλέχθη πρότερον.
精液の白さの原因は、精液が泡であり、泡が白いことにある。 とりわけ、個々の気泡が目に見えないほどに非常に小さく、きわめて少数の構成部分からなる場合はそうである。 これは、前に言われたように、水と油が混ざり合って摩擦されるときにも起こることである。
ἔοικε δὲ οὐδὲ τοὺς ἀρχαίους λανθάνειν ἀφρώδης ἡ τοῦ σπέρματος οὖσα φύσις·
そして、古代の人々も精液が泡のような性質を持っていることを見逃してはいなかったようである。
τὴν γοῦν κυρίαν θεὸν τῆς μιξεως ἀπὸ τῆς δυνάμεως ταύτης προσηγόρευσαν.
少なくとも、彼らは交わりの主宰女神を、この能力にちなんで名付けた。
Ἡ μὲν οὖν αἰτία τῆς λεχθείσης ἀπορίας εἴρηται, φανερὸν δὲ ὅτι διὰ τοῦτ’ οὐδὲ πήγνυται·
したがって、先に述べた困難の原因は語られた。 また、それゆえに精液が凍らないということも明らかである。
ὁ γὰρ ἀὴρ ἄπηκτος.
空気は凍らないものだからである。