§1.20#2αἴτιον δ’ ἡ τοῦ σώματος σύστασις ὑγρὰ καὶ θερμὴ οὖσα·
その原因は、身体の組成が湿っており、温かいことである。
ἀναγκαῖον γὰρ ἐν τῷ τοιούτῳ γίνεσθαι πλείστην περίττωσιν.
なぜなら、そのような状態においては、最も多くの余剰物が生じるのが必然だからである。
ἔτι δὲ οὐδὲ τὰ τοιαῦτ᾽ ἔχει ἐν τῷ σώματι μέρη, εἰς ἅ τρέπεται ἡ περίττωσις, ὥσπερ ἐν τοῖς ἄλλοις·
さらに、女性は他の動物のように余剰物が向けられるような身体の部分を持たない。
οὐ γὰρ ἔχει οὔτε τριχῶν πλῆθος κατὰ τὸ σῶμα, οὔτε ὀστῶν καὶ κεράτων καὶ ὀδόντων ἐκκρίσεις.
すなわち、身体に多量の体毛を持つこともなければ、骨や角や歯の分泌もないのである。
σημεῖον δ’ ὅτι ἐν τοῖς καταμηνίοις τὸ σπέρμα ἐστίν· ἅμα γάρ, ὥσπερ εἴρηται πρότερον, τοῖς ἄρρεσι γίνεται τὸ περίττωμα τοῦτο, καὶ τοῖς θήλεσι τὰ καταμήνια ἐπισημαίνει ἐν τῇ αὐτῇ ἡλικίᾳ, ὡς καὶ ἅμα διισταμένων, τῶν τόπων τῶν δεκτικῶν ἑκατέρου τοῦ περιττώματος·
そして、月経の中に精液があることの兆候は、先に述べられたように、雄にこの余剰物が生じるのと同時に、雌にも同じ年齢で月経が現れることである。
καὶ ἀραιουμένων ἑκατέρων τῶν πλησίον τόπων ἐξανθεῖ ἡ τῆς ἥβης τρίχωσις.
それは、それぞれの余剰物を受け入れる場所が同時に開き、それぞれの近くの場所が希薄になるにつれて、陰毛が生え出すことからもわかる。
μελλόντων δὲ διίστασθαι οἱ τόποι ἀνοιδοῦσιν ὑπὸ τοῦ πνεύματος, τοῖς μὲν ἄρεσιν ἐπιδηλότερον περὶ τοὺς ὄρχεις, ἐπισημαίνει δὲ καὶ περὶ τοὺς μαστούς, τοῖς δὲ θήλεσι περὶ τοὺς μαστοὺς μᾶλλον·
そして、場所がまさに開こうとするとき、それらは気によって膨らみ、雄においては睾丸の周りでより顕著であり、乳房の周りにも現れるが、雌においては乳房の周りでより顕著である。
ὅταν γὰρ δύο δακτύλους ἀρθῶσι, τότε γίνεται τὰ καταμήνια ταῖς πλείσταις.
実際、多くの女性において、乳房が二指の高さに盛り上がるときに、月経が始まるのである。
ἐν ὅσοις μὲν οὖν τῶν ζωὴν ἐχόντων μὴ κεχώρισται τὸ θῆλυ καὶ τὸ ἄρρεν, τούτοις μὲν τὸ σπέρμα οἷον κύημά ἐστιν, λέγω δὲ κύημα τὸ πρῶτον μῖγμα θήλεος καὶ ἄρρενος.
さて、生命を持つもののうちで、雌と雄が区別されていないものにおいては、精液は言わば胚である。 私が胚と呼ぶのは、雌と雄の最初の混合物のことである。
διὸ καὶ ἐξ ἑνὸς σπέρματος ἓν σῶμα γίνεται, οἷον ἑνὸς πυροῦ εἷς πυθμήν, ὥσπερ ἐξ ἑνὸς ᾠοῦ ἓν ζῷον·
それゆえ、一つの精液から一つの身体が生じる。 例えば、一粒の小麦から一つの茎が生じ、一つの卵から一つの動物が生じるようなものである。
τὰ γὰρ δίδυμα τῶν ᾠῶν δύο ᾠά ἐστιν.
なぜなら、卵の中の双子は二つの卵だからである。
ἐν ὅσοις δὲ τῶν γενῶν διώρισται τὸ θῆλυ καὶ τὸ ἄρρεν, ἐν δὲ τούτοις ἀφ’ ἑνὸς σπέρματος ἐνδέχεται πολλὰ γίνεσθαι ζῷα, ὡς διαφέροντος τῇ φύσει τοῦ σπέρματος ἐν τοῖς φυτοῖς τε καὶ ζῴοις.
しかし、雌と雄が分けられている類においては、これらのうちでは一つの精液から多くの動物が生じることがありうる。 これは、植物における精液と動物におけるそれとが本性上異なっているからである。
σημεῖον δέ, ἀπὸ μιᾶς γὰρ ὀχείας πλείω γίνεται ἐν τοῖς πλείω δυναμένοις γεννᾶν ἑνός.
その兆候として、一回よりも多く産むことができる動物においては、一回の交尾から多くの個体が生じる。
ᾗ καὶ δῆλον ὅτι οὐκ ἀπὸ παντὸς ἔρχεται ἡ γονή·
このことからも、精液がすべての部分から来るのではないことは明らかである。
οὔτε γὰρ ἂν κεχωρισμένα ἀπὸ τοῦ αὐτοῦ μέρους εὐθὺς ἀπεκρίνετο, οὔτε ἅμα ἐλθόντα εἰς τὰς ὑστέρας ἐκεῖ διεχωρίζετο·
なぜなら、同じ部分から離れ離れになってすぐに分泌されることもなければ、同時に子宮に達してそこで分かれることもないはずだからである。
ἀλλὰ συμβαίνει ὥσπερ εὔλογον, ἐπειδὴ τὸ μὲν ἄρρεν παρέχεται τό τε εἶδος καὶ τὴν ἀρχὴν τῆς κινήσεως, τὸ δὲ θῆλυ τὸ σῶμα καὶ τὴν ὕλην, οἷον ἐν τῇ τοῦ γάλακτος πήξει τὸ μὲν σῶμα τὸ γάλα ἐστίν, ὁ δὲ ὀπός, ἡ πυτία, τὸ τὴν ἀρχὴν ἔχον τὴν συνιστᾶσαν, οὕτω τὸ ἀπὸ τοῦ ἄρρενος ἐν τῷ θήλει μεριζόμενον.
しかし、むしろ道理にかなったように次のようなことが起こる。 すなわち、雄は形相と運動の始原を提供し、雌は身体と質料を提供するので、例えば牛乳を固める際に、その身体は牛乳であり、イチジクの汁やレンネットがそれを凝固させる原理を持っているように、雄から来るものが雌の中で分割されるのである。
δι’ ἣν δ’ αἰτίαν μερίζεται ἔνθα μὲν εἰς πλείω ἔνθα δ’ εἰς ἐλάττω ἔνθα δὲ μοναχῶς, ἕτερος ἔσται λόγος.
どのような原因によって、ある場合には多くに分割され、ある場合には少なくに、またある場合には単一に分割されるのかについては、別の議論となるだろう。
ἀλλὰ διὰ τὸ μηθέν γε διαφέρειν τῷ εἴδει, ἀλλ᾽ ἐὰν μόνον σύμμετρον ᾖ τὸ διαιρούμενον πρὸς τὴν ὕλην, καὶ μήτε ἔλαττον ὥστε μὴ πέττειν μηδὲ συνιστάναι, μήτε πλεῖον ὥστε ξηρᾶναι, πλείω οὕτω γεννᾶται.
しかし、形相において全く異ならないために、分割されるものが質料に対して均衡が取れてありさえすれば、そして、消化や凝固をさせることができないほど少なすぎず、また乾燥させてしまうほど多すぎなければ、このようにして多くの個体が産まれるのである。
ἐκ δὲ τοῦ συνιστάντος πρώτου, ἐξ ἑνὸς ἤδη ἓν γίνεται μόνον.
しかし、最初に凝固させたものから、今や一対一で一つだけが生じるのである。
ὅτι μὲν οὖν τὸ θῆλυ εἰς τὴν γένεσιν γονὴν μὲν οὑ συμβάλλεται, συμβάλλεται δέ τι, καὶ τοῦτ᾽ ἐστὶν ἡ τῶν καταμηνίων σύστασις καὶ τὸ ἀνάλογον ἐν τοῖς ἀναίμοις, ἔκ τε τῶν εἰρημένων δῆλον καὶ κατὰ τὸν λόγον καθόλου σκοπουμένοις.
したがって、雌が発生において精液を寄与することはないが、何らかのものを寄与すること、そしてそれが月経の構成物であり、無血動物においてはその相当物であることは、これまでに述べられたことから明らかであり、また普遍的な理路に照らして検討する者にとっても明らかである。
ἀνάγκη γὰρ εἶναι τὸ γεννῶν καὶ ἐξ οὗ, καὶ τοῦτ᾽ ἂν καὶ ἓν ᾖ, τῷ γε εἴδει διαφέρειν καὶ τῷ τὸν λόγον αὐτῶν εἶναι ἕτερον, ἐν δὲ τοῖς κεχωρισμένας ἔχουσι τὰς δυνάμεις καὶ τὰ σώματα καὶ τὴν φύσιν ἑτέραν εἶναι τοῦ τε ποιοῦντος καὶ τοῦ πάσχοντος.
なぜなら、生み出すものと生み出される元となるものが存在せねばならず、たとえこれらが一つであっても、少なくとも形相において異なり、それらの定義が異なっている必要があるからである。 また、それらの能力が分かれているものにおいては、作用を及ぼすものと受容するものの身体と本性もまた異なっていなければならない。
εἰ οὖν τὸ ἄρρεν ἐστὶν ὡς κινοῦν καὶ ποιοῦν, τὸ δὲ θῆλυ, ᾗ θῦλυ, ὡς παθητικόν, εἰς τὴν τοῦ ἄρρενος γονὴν τὸ θῆλυ ἂν συμβάλλοιτο οὐ γονὴν ἀλλ᾽ ὕλην.
それゆえ、もし雄が運動させ作用を及ぼすものとして存在し、雌が、雌である限りにおいて、受容的なものとして存在するならば、雌が雄の精液に対して寄与するのは精液ではなく質料であろう。
ὅπερ καὶ φαίνεται συμβαῖνον·
そして、このことは現に起こっているように思われる。
κατὰ γὰρ τὴν πρώτην ὕλην ἐστὶν ἡ τῶν καταμηνίων φύσις.
なぜなら、月経の本性は最初の質料に相当するからである。