§1.20#2αἴτιον δ’ ἡ τοῦ σώματος σύστασις ὑγρὰ καὶ θερμὴ οὖσα· ἀναγκαῖον γὰρ ἐν τῷ τοιούτῳ γίνεσθαι πλείστην περίττωσιν.
原因是身体的组织是湿和热的;因为在这样的体质中,必然会产生最多的残余物。
ἔτι δὲ οὐδὲ τὰ τοιαῦτ᾽ ἔχει ἐν τῷ σώματι μέρη, εἰς ἅ τρέπεται ἡ περίττωσις, ὥσπερ ἐν τοῖς ἄλλοις· οὐ γὰρ ἔχει οὔτε τριχῶν πλῆθος κατὰ τὸ σῶμα, οὔτε ὀστῶν καὶ κεράτων καὶ ὀδόντων ἐκκρίσεις.
此外,她们在身体中也不像其他动物那样拥有可供残余物转向的部位;因为她们既没有遍及身体的多量体毛,也没有骨、角和牙齿的分泌。
σημεῖον δ’ ὅτι ἐν τοῖς καταμηνίοις τὸ σπέρμα ἐστίν· ἅμα γάρ, ὥσπερ εἴρηται πρότερον, τοῖς ἄρρεσι γίνεται τὸ περίττωμα τοῦτο, καὶ τοῖς θήλεσι τὰ καταμήνια ἐπισημαίνει ἐν τῇ αὐτῇ ἡλικίᾳ, ὡς καὶ ἅμα διισταμένων, τῶν τόπων τῶν δεκτικῶν ἑκατέρου τοῦ περιττώματος· καὶ ἀραιουμένων ἑκατέρων τῶν πλησίον τόπων ἐξανθεῖ ἡ τῆς ἥβης τρίχωσις.
而精液存在于月经中的迹象是:因为如前所述,在雄性产生这种残余物的同时,雌性也在同样的年龄显现出月经,就好像接受这两种残余物的各部位同时开张,且随着邻近的各个部位变得稀疏,阴毛便萌发出来。
μελλόντων δὲ διίστασθαι οἱ τόποι ἀνοιδοῦσιν ὑπὸ τοῦ πνεύματος, τοῖς μὲν ἄρεσιν ἐπιδηλότερον περὶ τοὺς ὄρχεις, ἐπισημαίνει δὲ καὶ περὶ τοὺς μαστούς, τοῖς δὲ θήλεσι περὶ τοὺς μαστοὺς μᾶλλον· ὅταν γὰρ δύο δακτύλους ἀρθῶσι, τότε γίνεται τὰ καταμήνια ταῖς πλείσταις.
而在这些部位即将开张时,它们会因气而肿胀,在雄性中,这在睾丸周围更为明显,但在乳房周围也会显现,而在雌性中,则在乳房周围更为明显;因为在大多数女性中,当乳房隆起两个手指的高度时,月经便产生了。
ἐν ὅσοις μὲν οὖν τῶν ζωὴν ἐχόντων μὴ κεχώρισται τὸ θῆλυ καὶ τὸ ἄρρεν, τούτοις μὲν τὸ σπέρμα οἷον κύημά ἐστιν, λέγω δὲ κύημα τὸ πρῶτον μῖγμα θήλεος καὶ ἄρρενος.
在所有具有生命的生物中,凡是雌雄未分化的,其精液就像是胚胎;我所说的“胚胎”是指雌雄最初的混合物。
διὸ καὶ ἐξ ἑνὸς σπέρματος ἓν σῶμα γίνεται, οἷον ἑνὸς πυροῦ εἷς πυθμήν, ὥσπερ ἐξ ἑνὸς ᾠοῦ ἓν ζῷον· τὰ γὰρ δίδυμα τῶν ᾠῶν δύο ᾠά ἐστιν.
因此,由一粒精液产生一个身体,正如由一粒麦子产生一个根茎,以及由一个蛋产生一只动物;因为双黄蛋实际上是两个蛋。
ἐν ὅσοις δὲ τῶν γενῶν διώρισται τὸ θῆλυ καὶ τὸ ἄρρεν, ἐν δὲ τούτοις ἀφ’ ἑνὸς σπέρματος ἐνδέχεται πολλὰ γίνεσθαι ζῷα, ὡς διαφέροντος τῇ φύσει τοῦ σπέρματος ἐν τοῖς φυτοῖς τε καὶ ζῴοις.
但在雌雄分化的物种中,在这些物种中由一次排精可能产生许多动物,因为精液在植物和动物中在本性上是不同的。
σημεῖον δέ, ἀπὸ μιᾶς γὰρ ὀχείας πλείω γίνεται ἐν τοῖς πλείω δυναμένοις γεννᾶν ἑνός.
迹象是,在那些能够生育多个后代的动物中,通过一次交配就可以产生多个后代。
ᾗ καὶ δῆλον ὅτι οὐκ ἀπὸ παντὸς ἔρχεται ἡ γονή· οὔτε γὰρ ἂν κεχωρισμένα ἀπὸ τοῦ αὐτοῦ μέρους εὐθὺς ἀπεκρίνετο, οὔτε ἅμα ἐλθόντα εἰς τὰς ὑστέρας ἐκεῖ διεχωρίζετο· ἀλλὰ συμβαίνει ὥσπερ εὔλογον, ἐπειδὴ τὸ μὲν ἄρρεν παρέχεται τό τε εἶδος καὶ τὴν ἀρχὴν τῆς κινήσεως, τὸ δὲ θῆλυ τὸ σῶμα καὶ τὴν ὕλην, οἷον ἐν τῇ τοῦ γάλακτος πήξει τὸ μὲν σῶμα τὸ γάλα ἐστίν, ὁ δὲ ὀπός, ἡ πυτία, τὸ τὴν ἀρχὴν ἔχον τὴν συνιστᾶσαν, οὕτω τὸ ἀπὸ τοῦ ἄρρενος ἐν τῷ θήλει μεριζόμενον.
由此也清楚表明,精液并非来自全身各部位;因为它们既不会在离开同一部位时就立刻相互分离地排泄出来,也不会在同时到达子宫后在那里发生分离;而是正如合乎理性地发生的那样:既然雄性提供形式和运动的原理,而雌性提供身体和质料,正如在牛奶凝固的过程中,牛奶本身是身体,而无花果汁或凝乳酶则是包含凝固原理的东西,从雄性排出的东西在雌性体内被分割时也是如此。
δι’ ἣν δ’ αἰτίαν μερίζεται ἔνθα μὲν εἰς πλείω ἔνθα δ’ εἰς ἐλάττω ἔνθα δὲ μοναχῶς, ἕτερος ἔσται λόγος.
至于由于何种原因,这在有些情况下被分割成多个,在有些情况下被分割成较少,在有些情况下则只被分割成一个,这将是另一个论题。
ἀλλὰ διὰ τὸ μηθέν γε διαφέρειν τῷ εἴδει, ἀλλ᾽ ἐὰν μόνον σύμμετρον ᾖ τὸ διαιρούμενον πρὸς τὴν ὕλην, καὶ μήτε ἔλαττον ὥστε μὴ πέττειν μηδὲ συνιστάναι, μήτε πλεῖον ὥστε ξηρᾶναι, πλείω οὕτω γεννᾶται.
但由于在形式上毫无差别,只要被分割的部分与质料成比例,既不因太少而无法消化或凝结它,也不因太多而使其干燥,这样就会生育出多个后代。
ἐκ δὲ τοῦ συνιστάντος πρώτου, ἐξ ἑνὸς ἤδη ἓν γίνεται μόνον.
而从最初使之凝结的因子的每一份中,便只能产生一个。
ὅτι μὲν οὖν τὸ θῆλυ εἰς τὴν γένεσιν γονὴν μὲν οὑ συμβάλλεται, συμβάλλεται δέ τι, καὶ τοῦτ᾽ ἐστὶν ἡ τῶν καταμηνίων σύστασις καὶ τὸ ἀνάλογον ἐν τοῖς ἀναίμοις, ἔκ τε τῶν εἰρημένων δῆλον καὶ κατὰ τὸν λόγον καθόλου σκοπουμένοις.
因此,雌性在生育中并不贡献精液,但确实贡献了某种东西,而这就是月经的构成物以及无血动物中的相当物,这不仅从已说的话中可以清楚看出,而且对于从一般理论上考察的人来说也是显而易见的。
ἀνάγκη γὰρ εἶναι τὸ γεννῶν καὶ ἐξ οὗ, καὶ τοῦτ᾽ ἂν καὶ ἓν ᾖ, τῷ γε εἴδει διαφέρειν καὶ τῷ τὸν λόγον αὐτῶν εἶναι ἕτερον, ἐν δὲ τοῖς κεχωρισμένας ἔχουσι τὰς δυνάμεις καὶ τὰ σώματα καὶ τὴν φύσιν ἑτέραν εἶναι τοῦ τε ποιοῦντος καὶ τοῦ πάσχοντος.
因为必须存在生育者和被生育者,即使两者合为一体,它们在形式上至少是不同的,且它们的定义也是不同的;而在那些将这些能力分化开来的生物中,施动者和受动者的身体和本性也必然是不同的。
εἰ οὖν τὸ ἄρρεν ἐστὶν ὡς κινοῦν καὶ ποιοῦν, τὸ δὲ θῆλυ, ᾗ θῦλυ, ὡς παθητικόν, εἰς τὴν τοῦ ἄρρενος γονὴν τὸ θῆλυ ἂν συμβάλλοιτο οὐ γονὴν ἀλλ᾽ ὕλην.
因此,如果雄性是作为运动者和施动者,而雌性(就其为雌性而言)是作为受动者,那么雌性对雄性精液所做的贡献就不是精液,而是质料。
ὅπερ καὶ φαίνεται συμβαῖνον· κατὰ γὰρ τὴν πρώτην ὕλην ἐστὶν ἡ τῶν καταμηνίων φύσις.
这正是显而易见正在发生的事;因为月经的本性相当于最初的质料。