§1.19#2ἔτι δὲ οὔτε φλεβώδεις ὀμοίως γλαφυρώτερά τε καὶ λειότερα τὰ θήλεα τῶν ἀρρένων ἐστὶ διὰ τὸ συνεκκρίνεσθαι τὴν εἰς ταῦτα περίττωσιν ἐν τοῖς καταμηνίοις.
さらに、雌は雄ほど血管が浮き出ておらず、よりきめ細かく、より滑らかである。 なぜなら、これらの部分に行くはずの余剰物が月経において一緒に分泌されるからである。
τὸ δ’ αὐτὸ τοῦτο δεῖ νομίζειν αἴτιον εἶναι καὶ τοῦ τοὺς ὄγκους ἐλάττους εἶναι τῶν σωμάτων τοῖς θήλεσιν ἢ τοῖς ἄρρεσιν ἐν τοῖς ζῳοτοκοῦσιν·
そして、まさにこれと同じことが、胎生動物において雌の身体の容積が雄よりも小さい原因であると考えるべきである。
ἐν τούτοις γὰρ ἡ τῶν καταμηνίων γίνεται ῥύσις θύραζε μόνοις, καὶ τούτων ἐπιδηλότατα ἐν ταῖς γυναιξίν·
なぜなら、これらにおいてのみ、月経の体外への流出が起こり、その中でも特に女性において最も顕著だからである。
πλείστην γὰρ ἀφίησιν ἀπόκρισιν γυνὴ τῶν ζῴων.
なぜなら、女性は動物の中で最も多量の分泌物を放出するからである。
διόπερ ἐπιδηλοτάτως ἀεὶ ὠχρόν τέ ἐστι καὶ ἀδηλόφλεβον, καὶ τὴν ἔλλειψιν πρὸς τοὺς ἄρρενας ἔχει τοῦ σώματος φανεράν.
それゆえ、女性は極めて顕著に常に皮膚が白く血管が目立たず、雄に対する身体の不足が明らかである。
ἐπεὶ δὲ τοῦτ’ ἐστὶν ὃ γίγεται τοῖς θήλεσιν ὡς ἡ γονὴ τοῖς ἄρρεσιν, δύο δ’ οὐκ ἐνδέχεται σπερματικὰς ἅμα γίνεσθαι ἀποκρίσεις, φανερὸν ὅτι τὸ θῆλυ οὐ συμβάλλεται σπέρμα εἰς τὴν γένεσιν·
そして、雄における精液のように雌において生じるのがこれであり、かつ、二つの生殖的な分泌物が同時に生じることはあり得ない以上、雌が発生に精液を寄与しないことは明らかである。
εἰ μὲν γὰρ σπέρμα ἦν, τὰ καταμήνια οὐκ ἂν ἦν·
なぜなら、もし精液を放出するのであれば、月経はないはずだからである。
νῦν δὲ διὰ τὸ ταῦτα γίγνεσθαι ἐκεῖνο οὐκ ἔστιν.
しかし実際には、これが生じるために、あれはないのである。
διότι μὲν οὖν, ὥσπερ τὸ σπέρμα, καὶ τὰ καταμήνια περίττωμά ἐστιν, εἴρηται·
したがって、精液のように月経もまた余剰物である理由は、すでに述べられた。
λάβοι δ’ ἄν τις εἰς τοῦτο μαρτύρια ἔνια τῶν συμβαινόντων τοῖς ζῴοις.
そして、動物において生じるいくつかの事象から、このことの証拠を得ることができるだろう。
τά τε γὰρ πίονα ἧττόν ἐστι σπερματικὰ τῶν ἀπιμέλων, ὥσπερ εἴρηται πρότερον.
なぜなら、肥満したものは、脂肪の少ないものに比べて精液が少ないからである。 それは以前述べられた通りである。
αἴτιον δ’ ὅτι καὶ ἡ πιμελὴ περίττωμά ἐστι καθάπερ τὸ σπέρμα, καὶ πεπεμμένον αἷμα, ἀλλ’ οὐ τὸν αὐτὸν τρόπον τῷ σπέρματι.
その原因は、脂肪もまた精液のように余剰物であり、消化された血液だからであるが、精液と同じ仕方で消化されたものではないからである。
ὥστ’ εὐλόγως εἰς τὴν πιμελὴν ἀνηλωμένης τῆς περιττώσεως ἐλλείπει τὰ περὶ τὴν γονήν, οἷον τῶν τε ἀναίμων τὰ μαλάκια καὶ τὰ μαλακόστρακα περὶ τὴν κύησίν ἐστιν ἄριστα.
したがって、余剰物が脂肪へと消費されるため、精液に関するものが不足するのは理にかなっている。 例えば、無血動物のうち、軟体類や甲殻類は妊娠に関して極めて優れている。
διὰ τὸ ἄναιμα γὰρ εἶναι καὶ μὴ γίνεσθαι πιμελὴν ἐν αὐτοῖς, τὸ ἀνάλογον αὐτοῖς τῇ πιμελῇ ἀποκρίνεται εἰς τὸ περίττωμα τὸ σπερματικόν.
なぜなら、それらは無血であり、それらの中に脂肪が生じないため、脂肪に相当するものが生殖用の余剰物へと分泌されるからである。
σημεῖον δ’ ὅτι οὐ τοιοῦτο σπέρμα προΐεται τὸ θῆλυ οἷον τὸ ἄρρεν.
また、雌は雄のような精液を放出しないことの兆候がある。
οὐδὲ μιγνυμένων ἀμφοῖν γίνεται, ὥσπερ τινές φασιν, ὅτι πολλάκις τὸ θῆλυ συλλαμβάνει οὐ γενομένης αὐτῇ τῆς ἐν τῇ ὁμιλίᾳ ἡδονῆς·
また、ある人々が言うように、両者が混ざり合うことによって発生が起こるのでもない。 なぜなら、雌は交わりの最中に快感が生じなくても、しばしば受胎するからである。
καὶ γιγνομένης πάλιν οὐδὲν ἧττον, καὶ ἰσοδρομησάντων παρὰ τοῦ ἄρρενος καὶ τοῦ θήλεος, οὐ γίγνεται, ἐὰν μὴ ἡ τῶν καλουμένων καταμηνίων ἰκμὰς ὑπάρχῃ σύμμετρος.
また逆に快感が生じる場合でも、同じように受胎しないこともあり、また雄と雌から同時に快感が達したとしても、いわゆる月経の適度な水分が存在しない限りは、受胎は起こらない。
διὸ οὔτε ὅλως μὴ γιγνομένων αὐτῶν γεννᾷ τὸ θῆλυ, οὔτε γιγνομένων ὅταν ἐξικμάζῃ ὡς ἐπὶ τὸ πολύ, ἀλλὰ μετὰ τὴν κάθαρσιν.
それゆえ、月経が全く生じない時にも、また、生じていてもそれが多量に流出している間も、雌はほとんどの場合、子を産まない。 そうではなく、浄化の後に生殖するのである。
ὁτὲ μὲν γὰρ οὐκ ἔχει τροφὴν οὐδ’ ὕλην, ἐξ ἧς δυνήσεται συστῆσαι τὸ ζῷον ἡ ἀπὸ τοῦ ἄρρενος ἐνυπάρχουσα ἐν τῇ γονῇ δύναμις· ὁτὲ δὲ συνεκκλύζεται διὰ τὸ πλῆθος.
なぜなら、ある時には、雄から精液の中に備わっている力が動物を構成するための栄養や素材が存在しないからであり、別の時には、その多量さゆえに一緒に洗い流されてしまうからである。
ὅταν δὲ γενομένων ἀπέλθῃ, τὸ ὑπολειφθὲν συνίσταται.
しかし、それらが起きて多すぎる分が去ったとき、残されたものが構成されるのである。
ὅσαι δὲ μὴ γιγνομένων τῶν καταμηνίων συλλαμβάνουσιν, ἢ μεταξὺ γιγνομένων ὕστερον δὲ μή, αἴτιον ὅτι ταῖς μὲν τοσαύτη γίνεται ἰκμὰς ὅση μετὰ τὴν κάθαρσιν ὑπολείπεται ταῖς γονίμοις, πλείων δ’ οὐ γίγνεται περίττωσις ὥστε καὶ θύραζε ἀπελθεῖν, ταῖς δὲ μετὰ τὴν κάθαρσιν συμμύει τὸ στόμα τῶν ὑστερῶν.
月経が生じないのに受胎する女性や、月経の合間に受胎してその後は生じなくなる女性がいるが、その原因は、一方の女性たちにおいては、生殖能力のある女性たちに浄化の後に残されるのと同程度の水分しか生じず、体外へと排出されるほどの過剰な余剰物は生じないからであり、他方の女性たちにおいては、浄化の後に子宮口が閉じてしまうからである。
ὅταν οὖν πολὺ μὲν τὸ ἀπεληλυθὸς ᾖ, ἔτι δὲ γίγνηται μὲν κάθαρσις, μὴ τοσαύτη δὲ ὥστε ἐξικμάζειν τὸ σπέρμα, τότε πλησιάζουσαι συλλαμβάνουσι πάλιν.
したがって、流出した分が多量であっても、浄化が依然として生じており、それが精液を流し出すほどではないときに、交わって再び受胎するのである。
οὐδὲν δὲ ἄτοπον τὸ συνειληφυίαις ἔτι γίγνεσθαι·
また、すでに受胎した女性たちに、さらに月経が生じるとしても、何ら不都合はない。
καὶ γὰρ ὕστερον μέχρι τινὸς φοιτᾷ τὰ καταμήνια, ὀλίγα δὲ καὶ οὐ διὰ παντός.
なぜなら、受胎後も、ある時期までは月経が、少量で、しかも常にではないが、周期的に訪れるからである。
ἀλλὰ τοῦτο μὲν νοσηματῶδες, διόπερ ὀλίγαις καὶ ὀλιγάκις συμβαίνει·
しかし、これは病的なことであり、それゆえに少数の女性に、また稀にしか起こらない。
τὰ δ’ ὡς ἐπὶ τὸ πολὺ γινόμενα μάλιστα κατὰ φύσιν ἐστίν.
大体において起こることが、最も自然にかなっているのである。
Ὅτι μὲν οὖν συμβάλλεται τὸ θῆλυ εἰς τὴν γένεσιν τὴν ὕλην, τοῦτο δ’ ἐστὶν ἐν τῇ τῶν καταμηνίων συστάσει, τὰ δὲ καταμήνια περίττωμα, δῆλον.
したがって、雌が発生に対して素材を寄与すること、そしてこれが月経の構成物の中にあり、月経は余剰物であることは明らかである。