Humanitext Reader

亚里士多德 · 动物的产生 §1.19#2

雌性不排精与作为生育素材的月经

第 16 段,共 93 段 · 希腊语

内容简介

作为雌性不排出精液的证据,作者讨论了月经与身体特征、脂肪的关系,以及与快感无关的受孕现象,并最终得出结论:雌性为生育所贡献的是作为素材的月经(残余物)。

§1.19#2ἔτι δὲ οὔτε φλεβώδεις ὀμοίως γλαφυρώτερά τε καὶ λειότερα τὰ θήλεα τῶν ἀρρένων ἐστὶ διὰ τὸ συνεκκρίνεσθαι τὴν εἰς ταῦτα περίττωσιν ἐν τοῖς καταμηνίοις.
此外,雌性不像雄性那样血管显露,而且比雄性更细腻、更光滑,因为本该流向这些部位的残余物在月经中一起被排出了。
τὸ δ’ αὐτὸ τοῦτο δεῖ νομίζειν αἴτιον εἶναι καὶ τοῦ τοὺς ὄγκους ἐλάττους εἶναι τῶν σωμάτων τοῖς θήλεσιν ἢ τοῖς ἄρρεσιν ἐν τοῖς ζῳοτοκοῦσιν· ἐν τούτοις γὰρ ἡ τῶν καταμηνίων γίνεται ῥύσις θύραζε μόνοις, καὶ τούτων ἐπιδηλότατα ἐν ταῖς γυναιξίν· πλείστην γὰρ ἀφίησιν ἀπόκρισιν γυνὴ τῶν ζῴων.
应当认为,这同一原因也是胎生动物中雌性的身体体量小于雄性的原因;因为只有在这些动物中,月经才会向体外流出,而在其中,这在女性中最为明显;因为在所有动物中,女性排出的分泌物最多。
διόπερ ἐπιδηλοτάτως ἀεὶ ὠχρόν τέ ἐστι καὶ ἀδηλόφλεβον, καὶ τὴν ἔλλειψιν πρὸς τοὺς ἄρρενας ἔχει τοῦ σώματος φανεράν.
因此,女性总是非常明显地显得苍白且血管不明显,并且她相对于雄性的身体不足是显而易见的。
ἐπεὶ δὲ τοῦτ’ ἐστὶν ὃ γίγεται τοῖς θήλεσιν ὡς ἡ γονὴ τοῖς ἄρρεσιν, δύο δ’ οὐκ ἐνδέχεται σπερματικὰς ἅμα γίνεσθαι ἀποκρίσεις, φανερὸν ὅτι τὸ θῆλυ οὐ συμβάλλεται σπέρμα εἰς τὴν γένεσιν· εἰ μὲν γὰρ σπέρμα ἦν, τὰ καταμήνια οὐκ ἂν ἦν· νῦν δὲ διὰ τὸ ταῦτα γίγνεσθαι ἐκεῖνο οὐκ ἔστιν.
既然在雌性中产生的是这个,如同在雄性中产生的是精液,而且不可能同时产生两种生殖性的分泌物,显然,雌性不为生育贡献精液;因为如果她有精液,就不会有月经;但现在因为后者产生,前者便不存在。
διότι μὲν οὖν, ὥσπερ τὸ σπέρμα, καὶ τὰ καταμήνια περίττωμά ἐστιν, εἴρηται· λάβοι δ’ ἄν τις εἰς τοῦτο μαρτύρια ἔνια τῶν συμβαινόντων τοῖς ζῴοις.
因此,月经和精液一样是一种残余物,其原因已经说过;人们可以从动物身上发生的某些事情中获得对此的证据。
τά τε γὰρ πίονα ἧττόν ἐστι σπερματικὰ τῶν ἀπιμέλων, ὥσπερ εἴρηται πρότερον.
因为肥胖的个体比不带脂肪的个体具有更少的精液,正如前面已经说过的那样。
αἴτιον δ’ ὅτι καὶ ἡ πιμελὴ περίττωμά ἐστι καθάπερ τὸ σπέρμα, καὶ πεπεμμένον αἷμα, ἀλλ’ οὐ τὸν αὐτὸν τρόπον τῷ σπέρματι.
原因在于,脂肪也像精液一样是一种残余物,是消化了的血液,但与精液不以同样的方式消化。
ὥστ’ εὐλόγως εἰς τὴν πιμελὴν ἀνηλωμένης τῆς περιττώσεως ἐλλείπει τὰ περὶ τὴν γονήν, οἷον τῶν τε ἀναίμων τὰ μαλάκια καὶ τὰ μαλακόστρακα περὶ τὴν κύησίν ἐστιν ἄριστα.
因此,当残余物被消耗在脂肪上时,关于精液的部分自然就会匮乏;例如,在无血动物中,软体动物和软甲动物在怀孕方面是最好的。
διὰ τὸ ἄναιμα γὰρ εἶναι καὶ μὴ γίνεσθαι πιμελὴν ἐν αὐτοῖς, τὸ ἀνάλογον αὐτοῖς τῇ πιμελῇ ἀποκρίνεται εἰς τὸ περίττωμα τὸ σπερματικόν.
因为它们是无血的,其体内不产生脂肪,所以它们体内相当于脂肪的东西被分泌到了生殖性残余物中。
σημεῖον δ’ ὅτι οὐ τοιοῦτο σπέρμα προΐεται τὸ θῆλυ οἷον τὸ ἄρρεν.
有迹象表明雌性不排出像雄性那样的精液。
οὐδὲ μιγνυμένων ἀμφοῖν γίνεται, ὥσπερ τινές φασιν, ὅτι πολλάκις τὸ θῆλυ συλλαμβάνει οὐ γενομένης αὐτῇ τῆς ἐν τῇ ὁμιλίᾳ ἡδονῆς· καὶ γιγνομένης πάλιν οὐδὲν ἧττον, καὶ ἰσοδρομησάντων παρὰ τοῦ ἄρρενος καὶ τοῦ θήλεος, οὐ γίγνεται, ἐὰν μὴ ἡ τῶν καλουμένων καταμηνίων ἰκμὰς ὑπάρχῃ σύμμετρος.
即使两者混合,生育也不会发生,正如某些人所说的那样,因为雌性常常在交配中没有产生快感的情况下受孕;反之,在产生快感时,也同样不一定受孕,即使雄性和雌性同时达到高潮,如果所谓的月经的水分不适量,生育也不会发生。
διὸ οὔτε ὅλως μὴ γιγνομένων αὐτῶν γεννᾷ τὸ θῆλυ, οὔτε γιγνομένων ὅταν ἐξικμάζῃ ὡς ἐπὶ τὸ πολύ, ἀλλὰ μετὰ τὴν κάθαρσιν.
因此,在月经完全不产生时,雌性不生育,在月经产生但大多流失掉时也不生育,而是在净化之后。
ὁτὲ μὲν γὰρ οὐκ ἔχει τροφὴν οὐδ’ ὕλην, ἐξ ἧς δυνήσεται συστῆσαι τὸ ζῷον ἡ ἀπὸ τοῦ ἄρρενος ἐνυπάρχουσα ἐν τῇ γονῇ δύναμις· ὁτὲ δὲ συνεκκλύζεται διὰ τὸ πλῆθος.
因为在一种情况下,她没有营养或素材,无法让来自雄性的精液中所包含的力量来构建动物;在另一种情况下,由于数量过多,精液被一起冲刷掉了。
ὅταν δὲ γενομένων ἀπέλθῃ, τὸ ὑπολειφθὲν συνίσταται.
而当月经产生并排去过剩部分后,留下的部分便凝聚起来。
ὅσαι δὲ μὴ γιγνομένων τῶν καταμηνίων συλλαμβάνουσιν, ἢ μεταξὺ γιγνομένων ὕστερον δὲ μή, αἴτιον ὅτι ταῖς μὲν τοσαύτη γίνεται ἰκμὰς ὅση μετὰ τὴν κάθαρσιν ὑπολείπεται ταῖς γονίμοις, πλείων δ’ οὐ γίγνεται περίττωσις ὥστε καὶ θύραζε ἀπελθεῖν, ταῖς δὲ μετὰ τὴν κάθαρσιν συμμύει τὸ στόμα τῶν ὑστερῶν.
至于那些在没有月经时受孕,或在两次月经之间受孕且其后没有的人,原因在于,对一些人来说,产生的湿气刚好与有生育能力的女性净化后留下的一样多,没有产生更多的残余物以致流向体外;而对另一些人来说,净化后子宫口闭合了。
ὅταν οὖν πολὺ μὲν τὸ ἀπεληλυθὸς ᾖ, ἔτι δὲ γίγνηται μὲν κάθαρσις, μὴ τοσαύτη δὲ ὥστε ἐξικμάζειν τὸ σπέρμα, τότε πλησιάζουσαι συλλαμβάνουσι πάλιν.
因此,当排出的量虽多,但净化仍在产生,且不至于冲走精液时,此时进行交配便能再次受孕。
οὐδὲν δὲ ἄτοπον τὸ συνειληφυίαις ἔτι γίγνεσθαι· καὶ γὰρ ὕστερον μέχρι τινὸς φοιτᾷ τὰ καταμήνια, ὀλίγα δὲ καὶ οὐ διὰ παντός.
而对于已经受孕的女性仍然产生月经,这没有什么奇怪的;因为在此之后,月经还会来潮直到一定时期,虽然量少且并非一直如此。
ἀλλὰ τοῦτο μὲν νοσηματῶδες, διόπερ ὀλίγαις καὶ ὀλιγάκις συμβαίνει· τὰ δ’ ὡς ἐπὶ τὸ πολὺ γινόμενα μάλιστα κατὰ φύσιν ἐστίν.
但这是病态的,因此发生在少数人身上且很少发生;而大体上发生的事情最符合自然。
Ὅτι μὲν οὖν συμβάλλεται τὸ θῆλυ εἰς τὴν γένεσιν τὴν ὕλην, τοῦτο δ’ ἐστὶν ἐν τῇ τῶν καταμηνίων συστάσει, τὰ δὲ καταμήνια περίττωμα, δῆλον.
因此,显然,雌性为生育贡献了素材,而这存在于月经的构成中,且月经是一种残余物。

词汇与语法注释

  1. §1.19#2τὴν εἰς ταῦτα περίττωσιν — 介词短语 εἰς ταῦτα 指示了残余物(περίττωμα)的去向,其中 ταῦτα 指代前文形容词 φλεβώδεις(血管显露)、γλαφυρώτερα καὶ λειότερα(细腻光滑)所暗示的身体部位(血管或皮肤)。
  2. §1.19#2τοῦ τοὺς ὄγκους ἐλάττους εἶναι — 这是由属格冠词 τοῦ 引导的带对格的不定式短语(对格主语:τοὺς ὄγκους,不定式:εἶναι),作为 αἴτιον(原因)的定语。
  3. §1.19#2ἰσοδρομησάντων — 动词 ἰσοδρομέω(同时并进、同时达到高潮)的主动语态不定过去时分词属格复数。构成属格独立结构,其逻辑主语是未明言的男女双方的“快感”或“排出”。
  4. §1.19#2ταῖς μὲν... ταῖς δὲ — 与格指示代词 ταῖς 分别指代前文两个关系从句中所提及的女性群体:即 ὅσαι δὲ μὴ γιγνομένων...(无月经而受受孕者)和 ἢ μεταξὺ γιγνομένων...(在两次月经之间受孕者)。

引用这一段

亚里士多德, 动物的产生 §1.19#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg012.humanitext-grc1:1.19%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。