§1.18#5ἔτι τόπος συντήγματι μὲν οὐθεὶς ἀποδέδοται κατὰ φύσιν, ἀλλὰ ῥεῖ ὅπου ἂν εὐοδήσῃ τοῦ σώματος, τοῖς δὲ κατὰ φύσιν περιττώμασι πᾶσιν, οἷον τῆς τροφῆς τῆς ξηρᾶς ἡ κάτω κοιλία καὶ τῆς ὑγρᾶς ἡ κύστις καὶ τῆς χρησίμης ἡ ἄνω κοιλία καὶ τῆς σπερματικῆς ὑστέραι καὶ αἰδοῖα καὶ μαστοί·
さらに、融解物に対しては、自然にいかなる場所も割り当てられておらず、体のうち通りやすいところならどこへでも流れるが、自然にかなったすべての余剰物に対しては[場所が割り当てられており]、例えば固形の栄養に対しては下腹、液状の栄養に対しては膀胱、有益な栄養に対しては上腹、そして精液の余剰物に対しては子宮、生殖器、乳房がそうである。
εἰς τούτους γὰρ ἀθροίζεται καὶ συρρεί.
なぜなら、これらの中にそれは集まり、流れ込むからである。
καὶ μαρτύρια τὰ συμβαίνοντα, ὅτι τὸ εἰρημένον σπέρμα ἐστίν·
そして、現実に起こる事象が、精液が今述べたようなものであることの証拠となっている。
ταῦτα, δὲ συμβαίνει διὰ τὸ τὴν φύσιν εἶναι τοῦ περιττώματος τοιαύτην.
そして、これらが起こるのは、その余剰物の本性がそのようなものだからである。
ἥ τε γὰρ ἔκλυσις ἐλαχίστου ἀπελθόντος τούτου γίνεται ἐπίδηλος, ὡς στεροσκόμενα τὰ σώματα τοῦ ἐκ τῆς τροφῆς γινομένου τέλους.
なぜなら、これが極めてわずか放出されただけでも、体が栄養から生じる最終成果を奪われるかのように、明らかな疲弊が生じるからである。
ὀλόγοις δέ τισιν ἐν μικρῷ χρόνῳ κατὰ τὰς ἡλικίας κουφίζει τοῦτ’ ἀπιόν, ὅταν πλεονάσῃ, καθάπερ ἡ πρώτη τροφή, ἂν ὑπερβάλλῃ τῷ πλήθει·
しかし、少数の人々においては、特定の年齢において、これが過剰になったときに、これが放出されることで一時的に体が軽くなることがある。
καὶ γὰρ ταύτης ἀπιούσης τὰ σώματ’ εὐημερεῖ μᾶλλον, ἔτι ὅταν συναπίῃ ἄλλα περιττώματα·
それは最初の栄養が量において過剰になったときに、それが放出されると体がより健康な状態になるのと同じである。 さらに、他の余剰物が一緒に排出されるときもそうである。
οὐ γὰρ μόνον σπέρμα τὸ ἀπιόν, ἀλλὰ καὶ ἕτεραι μεμιγμέναι δυνάμεις τούτοις συναπέρχονται, αὗται δὲ νοσώδεις, διὸ ἐνίων γε καὶ ἄγονόν ποτε γίνεται τὸ ἀποχωροῦν διὰ τὸ ὀλίγον ἔχειν τὸ σπερματικόν, ἀλλὰ τοῖς πλείστοις καὶ ὡς ἐπὶ τὸ πολὺ εἰπεῖν συμβαίνει ἐκ τῶν ἀφροδισιασμῶν ἔκλυσις καὶ ἀδυναμία μᾶλλον διὰ τὴν εἰρημένην αἰτίαν.
なぜなら、放出されるのは精液だけでなく、他の混ざり合った性質もこれらと一緒に放出されるからであり、これらは病的なものである。 そのため、ある人々においては、精液の成分が少ないために、排出されるものが不妊のものとなることもある。 しかし、大方の人々において、また一般的に言えば、性交によって疲弊や無力化がより多く生じるのは、上述の理由によるのである。
ἔτι οὐκ ἐνυπάρχει σπέρμα οὔτ’ ἐν τῇ πρώτῃ ἡλικίᾳ οὔτ’ ἐν τῷ γήρᾳ οὔτ’ ἐν ταῖς ἀρρωστίαις, ἐν μὲν τῷ κάμνειν διὰ τὴν ἀδυναμίαν, ἐν δὲ τῷ γήρᾳ διὰ τὸ μὴ πέττειν τὸ ἱκανὸν τὴν φύσιν, νέοις δ’ οὖσι διὰ τὴν αὔξησιν·
さらに、精液は、幼少期にも、老齢期にも、病気のときにも存在しない。 病気においては力がないためであり、老齢期においては自然が十分に消化させることができないためであり、若い者においては成長のためである。
φθάνει γὰρ ἀναλισκόμενον πᾶν·
なぜなら、すべて消費されるのが先だからである。
ἐν ἔτεσι γὰρ πέντε σχεδὸν ἐπί γε τῶν ἀνθρώπων ἥμισυ λαμβάνειν δοκεῖ τὸ σῶμα τοῦ μεγέθους τοῦ ἐν τῷ ἄλλῳ χρόνῳ γιγνομένου ἅπαντος.
事実、人間の場合は、ほぼ最初の5年間で、その後に成長する全骨格の半分を体が獲得すると思われる。
πολλοῖς δὲ συμβαίνει καὶ ζῴοις καὶ φυτοῖς καὶ γένεσι πρὸς γένη διαφορὰ περὶ ταῦτα κἀν τῷ γένει τῷ αὐτῷ τοῖς ὁμοειδέσι πρὸς ἄλληλα, οἷον ἀνθρώπῳ πρὸς ἄνθρωπον καὶ ἀμπέλῳ πρὸς ἄμπελον.
そして多くの動物や植物において、また属と属の間、さらに同じ属の中の同種のものどうしの間、例えば人間と人間の間、ブドウの木とブドウの木の間に、これらのことに関する違いが生じる。
τὰ μὲν γὰρ πολύσπερμα τὰ δ᾽ ὀλιγόσπερμά ἐστι, τὰ δ᾽ ἄσπερμα πάμπαν, οὐ δι᾽ ἀσθένειαν, ἀλλ᾽ ἐνίοις γε τοὐναντίον·
なぜなら、あるものは精液を多く持ち、あるものは少なく、あるものは全く持たないが、それは不健康のためではなく、一部のものにおいてはむしろ逆の理由による。
καταναλίσκεται γὰρ εἰς τὸ σῶμα, οἷον τῶν ἀνθρώπων ἐνίοις·
すなわち、それは体へと消費されるからであり、例えば一部の人間においてそうである。
εὐεκτικοὶ γὰρ ὄντες καὶ γινόμενοι πολύσαρκοι.
彼らは健康であり、肉付きが良くなっている。
ἢ πιότεροι μᾶλλον ἧττον προΐενται σπέρμα καὶ ἧττον. ἐπιθυμοῦσι τοῦ ἀφροδισιάζειν.
あるいは、より肥満している人々は、より少なく精液を放出し、性交を欲することがより少ない。
ὅμοιον δὲ καὶ τὸ περὶ τὰς τραγώσας ἀμπέλους πάθος, αἳ διὰ τὴν τροφὴν ἐξυβρίζουσιν, ἐπεὶ καὶ οἱ τράγοι πίονες ὄντες ἧττον ὀχεύουσιν·
ブドウの木が過剰繁茂する状態もこれに似ており、これらは栄養のために過剰に繁茂する。 雄ヤギも太っていると交尾をすることがより少ないからである。
διὸ καὶ προλεπτύνουσιν αὐτούς, καὶ τὰς ἀμπέλους τραγᾶν ἀπὸ τοῦ πάθους τῶν τράγων καλοῦσιν.
そのため、ヤギをあらかじめ痩せさせたり、ブドウの木が過剰繁茂することをヤギの状態にちなんで「雄ヤギ化する」と呼んだりするのである。
καὶ οἱ πίονες δὲ ἀγονώτεροι φαίνονται εἶναι τῶν μὴ πιόνων, καὶ γυναῖκες καὶ ἄνδρες, διὰ τὸ τοῖς εὐτραφέσι πεττόμενον τὸ περίττωμα γίνεσθαι πιμελήν·
また、肥満した人々は、女性も男性も、肥満していない人々よりも不妊になりやすいように思われる。 それは、栄養状態が良い人々においては、消化された余剰物が脂肪になるからである。
ἔστι γὰρ καὶ ἡ πιμελὴ περίττωμα δι’ εὐβοσίαν ὑγιεινόν.
脂肪もまた、良好な栄養摂取による健康的な余剰物だからである。
ἔνια δ᾽ ὅλως οὐδὲ φέρει σπέρμα, οἷον ἰτέα καὶ αἴγειρος.
あるものは全く種子を作らない、例えばヤナギやポプラがそうである。
εἰσὶ μὲν οὖν καὶ ἕτεραι αἰτίαι τούτου τοῦ πάθους.
したがって、この状態には他にも原因がある。
καὶ γὰρ δι᾽ ἀδυναμίαν οὐ πέττουσι καὶ διὰ δύναμιν ἀναλίσκουσιν, ὥσπερ εἴρηται.
なぜなら、彼らは力がないために消化させないこともあれば、力があるために消費してしまうこともあるからである、今述べたように。
ὁμοίως δὲ καὶ πολύχοά ἐστι καὶ πολύσπερμα τὰ μὲν διὰ δύναμιν τὰ δὲ δι᾽ ἀδυναμίαν, πολὺ γὰρ καὶ ἄχρηστον περίττωμα συμμίγνυται, ὥστ᾽ ἐνίοις γίγνεσθαι καὶ ἀρρώστημα, ὅταν αὐτῶν μὴ εὐοδήσῃ ἡ ἀποκάθαρσις.
同様に、大量の液体や精液を持つものについても、あるものは力によるものであり、あるものは不健康によるものである。 なぜなら、多くの無益な余剰物も混ざり合っているためであり、その結果、その排出が順調に行われないときには、ある人々にとっては病気にすらなる。
καὶ ἔνιοι· μὲν ὑγιάζονται, οἱ δὲ καὶ ἀναιροῦνται.
そしてある人々は回復し、ある人々は命を落とすことさえある。
συντήκονται γὰρ ταύτῃ ὥσπερ καὶ εἰς τὸ οὖρον·
なぜなら、彼らはこれを通じて融解してしまうからである、尿の中に融解物が流れ出るように。
ἤδη γὰρ καὶ τοῦτ᾽ ἀσθένημα συνέβη τισίν.
実際、このような病気はすでに一部の人々に起こったことがある。
ἔτι ὁ πόρος ὁ αὐτὸς τῷ περιττώματι καὶ τῷ σπέρματι·
さらに、余剰物と精液のための通路は同じである。
καὶ ὅσοις μὲν ἀμφοῖν γίγνεται περίττωμα, καὶ τῆς ὑγρᾶς καὶ τῆς ξηρᾶς τροφῆς, ᾗπερ ἡ τοῦ ὑγροῦ, ταύτῃ καὶ ἡ τῆς γονῆς γίγνεται ἀπόκρισις (ὑγροῦ γὰρ περίττωμά ἐστιν·
そして、液状の栄養と固形の栄養の両方から余剰物が生じるすべての動物において、液状の余剰物の出るところから、放出物の分泌も行われる(なぜなら、それは液状の余剰物であり、すべての栄養は液状に傾いているからである)。
ἡ γὰρ τροφὴ πάντων ὑγρὰ μᾶλλον), οἷς δὲ μή ἐστιν αὕτη; κατὰ τὴν τῆς ξηρᾶς ὑποστάσεως ἀποχώρησιν.
しかし、この液状の余剰物を持たないものにおいては、固形の排泄物の放出経路に沿って行われる。
ἔτι ἡ μὲν σύντηξις ἀεὶ νοσώδης, ἡ δὲ τοῦ περιττώματος ἀφαίρεσις ὠφέλιμος·
さらに、融解は常に病的なものであるが、余剰物の除去は有益である。
ἡ δὲ τοῦ σπέρματος ἀποχώρησις ἀμφοτέρων διὰ τὸ προσλαμβάνειν τῆς μὴ χρησίμου τροφῆς.
これに対して精液の放出は、無益な栄養を一部余計に伴うがゆえに、両方の性質を合わせ持つ。
εἰ δέ γ᾽ ἦν σύντηξις, ἀεὶ ἔβλαπτεν ἄν·
もしそれが融解物であるなら、常に害を与えるはずである。
νῦν δ᾽ οὐ ποιεῖ τοῦτο.
しかし、実際にはそうではない。
Ὅτι μὲν οὖν περίττωμά ἐστι τὸ σπέρμα χρησίμου τροφῆς καὶ τῆς ἐσχάτης, εἴτε πάντα προΐεται σπέρμα εἴτε μή, ἐν τοῖς προειρημένοις φανερόν.
したがって、すべてのものが精液を放出するにせよしないにせよ、精液が有益な栄養、それも最後の段階の栄養の余剰物であることは、これまでに述べたことから明らかである。