Humanitext Reader

亚里士多德 · 动物的产生 §1.18#5

精液作为有用残余物的经验现象论证

第 14 段,共 93 段 · 希腊语

内容简介

为了论证精液是最终有用营养的残余物而非熔解物,文中讨论了残余物的特定存储场所、排出带来的虚竭、年龄与疾病的影响以及肥胖与多精的相关现象。

§1.18#5ἔτι τόπος συντήγματι μὲν οὐθεὶς ἀποδέδοται κατὰ φύσιν, ἀλλὰ ῥεῖ ὅπου ἂν εὐοδήσῃ τοῦ σώματος, τοῖς δὲ κατὰ φύσιν περιττώμασι πᾶσιν, οἷον τῆς τροφῆς τῆς ξηρᾶς ἡ κάτω κοιλία καὶ τῆς ὑγρᾶς ἡ κύστις καὶ τῆς χρησίμης ἡ ἄνω κοιλία καὶ τῆς σπερματικῆς ὑστέραι καὶ αἰδοῖα καὶ μαστοί·
此外,对于熔解物,自然并未分配任何特定的场所,而是流向身体中任何通畅的地方,而对于所有合乎自然的残余物[则分配了场所],例如固体营养对应下腹,液体营养对应膀胱,有用营养对应上腹,而精液性的残留则对应子宫、外阴和乳房;因为它是汇集并流向这些地方的。
εἰς τούτους γὰρ ἀθροίζεται καὶ συρρεί. καὶ μαρτύρια τὰ συμβαίνοντα, ὅτι τὸ εἰρημένον σπέρμα ἐστίν· ταῦτα, δὲ συμβαίνει διὰ τὸ τὴν φύσιν εἶναι τοῦ περιττώματος τοιαύτην.
而实际发生的事情也证明了精液确如所说的那样;这些事情之所以发生,是因为这种残余物的本性便是如此。
ἥ τε γὰρ ἔκλυσις ἐλαχίστου ἀπελθόντος τούτου γίνεται ἐπίδηλος, ὡς στεροσκόμενα τὰ σώματα τοῦ ἐκ τῆς τροφῆς γινομένου τέλους.
因为即使这种东西排出极少,身体也会出现明显的疲倦,就好像身体被夺走了由营养所产生的最终成果一样。
ὀλόγοις δέ τισιν ἐν μικρῷ χρόνῳ κατὰ τὰς ἡλικίας κουφίζει τοῦτ’ ἀπιόν, ὅταν πλεονάσῃ, καθάπερ ἡ πρώτη τροφή, ἂν ὑπερβάλλῃ τῷ πλήθει· καὶ γὰρ ταύτης ἀπιούσης τὰ σώματ’ εὐημερεῖ μᾶλλον, ἔτι ὅταν συναπίῃ ἄλλα περιττώματα·
但在极少数人中,在某些特定年龄段的短时间内,当这种东西过剩时,它的排出能使身体感到轻松,就像最初的营养在数量过剩时一样;因为当它排出时,身体会更加健康,尤其是当其他残余物也随之一起排出时。
οὐ γὰρ μόνον σπέρμα τὸ ἀπιόν, ἀλλὰ καὶ ἕτεραι μεμιγμέναι δυνάμεις τούτοις συναπέρχονται, αὗται δὲ νοσώδεις, διὸ ἐνίων γε καὶ ἄγονόν ποτε γίνεται τὸ ἀποχωροῦν διὰ τὸ ὀλίγον ἔχειν τὸ σπερματικόν, ἀλλὰ τοῖς πλείστοις καὶ ὡς ἐπὶ τὸ πολὺ εἰπεῖν συμβαίνει ἐκ τῶν ἀφροδισιασμῶν ἔκλυσις καὶ ἀδυναμία μᾶλλον διὰ τὴν εἰρημένην αἰτίαν.
因为排出的不仅是精液,还有其他与之混合的、致病的各种成分也一同排出;因此,在某些人中,排出的东西有时甚至是不育的,因为其中所含的精液成分极少。 但对于大多数人,或者说大体而言,由于上述原因,性交带来的往往是疲竭和无力。
ἔτι οὐκ ἐνυπάρχει σπέρμα οὔτ’ ἐν τῇ πρώτῃ ἡλικίᾳ οὔτ’ ἐν τῷ γήρᾳ οὔτ’ ἐν ταῖς ἀρρωστίαις, ἐν μὲν τῷ κάμνειν διὰ τὴν ἀδυναμίαν, ἐν δὲ τῷ γήρᾳ διὰ τὸ μὴ πέττειν τὸ ἱκανὸν τὴν φύσιν, νέοις δ’ οὖσι διὰ τὴν αὔξησιν· φθάνει γὰρ ἀναλισκόμενον πᾶν·
此外,精液既不存在于幼年时期,也不存在于老年时期,更不存在于疾病之中;在患病时是因为虚弱,在老年时是因为自然无法充分消化,在年轻时则是由于生长;因为所有的营养在转化为精液前就被消耗殆尽了。
ἐν ἔτεσι γὰρ πέντε σχεδὸν ἐπί γε τῶν ἀνθρώπων ἥμισυ λαμβάνειν δοκεῖ τὸ σῶμα τοῦ μεγέθους τοῦ ἐν τῷ ἄλλῳ χρόνῳ γιγνομένου ἅπαντος.
事实上,至少在人类中,身体在最初的大约五年里,似乎就获得了在其余时间里所增长的全部体量的一半。
πολλοῖς δὲ συμβαίνει καὶ ζῴοις καὶ φυτοῖς καὶ γένεσι πρὸς γένη διαφορὰ περὶ ταῦτα κἀν τῷ γένει τῷ αὐτῷ τοῖς ὁμοειδέσι πρὸς ἄλληλα, οἷον ἀνθρώπῳ πρὸς ἄνθρωπον καὶ ἀμπέλῳ πρὸς ἄμπελον.
在这些事情上,不仅在许多动物和植物中,而且在属与属之间,以及在同一属的同种生物彼此之间,都会出现差异,例如人与人之间,葡萄树与葡萄树之间。
τὰ μὲν γὰρ πολύσπερμα τὰ δ᾽ ὀλιγόσπερμά ἐστι, τὰ δ᾽ ἄσπερμα πάμπαν, οὐ δι᾽ ἀσθένειαν, ἀλλ᾽ ἐνίοις γε τοὐναντίον· καταναλίσκεται γὰρ εἰς τὸ σῶμα, οἷον τῶν ἀνθρώπων ἐνίοις· εὐεκτικοὶ γὰρ ὄντες καὶ γινόμενοι πολύσαρκοι.
因为有些生物多精,有些少精,有些则完全无精,这并非由于虚弱,对某些生物而言反而是因为相反的原因;因为营养被消耗在身体上了,就像某些人那样:他们身体健壮,肌肉丰满。
ἢ πιότεροι μᾶλλον ἧττον προΐενται σπέρμα καὶ ἧττον. ἐπιθυμοῦσι τοῦ ἀφροδισιάζειν.
或者说,那些更肥胖的人排出更少的精液,对性交的渴望也更少。
ὅμοιον δὲ καὶ τὸ περὶ τὰς τραγώσας ἀμπέλους πάθος, αἳ διὰ τὴν τροφὴν ἐξυβρίζουσιν, ἐπεὶ καὶ οἱ τράγοι πίονες ὄντες ἧττον ὀχεύουσιν· διὸ καὶ προλεπτύνουσιν αὐτούς, καὶ τὰς ἀμπέλους τραγᾶν ἀπὸ τοῦ πάθους τῶν τράγων καλοῦσιν.
这与所谓“像公羊一样繁茂”的葡萄树所遭遇的情况类似,它们由于营养过剩而过度生长,因为公羊在肥胖时交配也较少;因此人们会预先让它们变瘦,并根据公羊的这种情况将那些葡萄树称为“羊化”。
καὶ οἱ πίονες δὲ ἀγονώτεροι φαίνονται εἶναι τῶν μὴ πιόνων, καὶ γυναῖκες καὶ ἄνδρες, διὰ τὸ τοῖς εὐτραφέσι πεττόμενον τὸ περίττωμα γίνεσθαι πιμελήν· ἔστι γὰρ καὶ ἡ πιμελὴ περίττωμα δι’ εὐβοσίαν ὑγιεινόν.
而且肥胖的人,无论是女人还是男人,看起来都比不胖的人更不育,因为对于营养充足的人来说,消化后的残余物变成了脂肪;因为脂肪也是由于营养良好而产生的一种健康残余物。
ἔνια δ᾽ ὅλως οὐδὲ φέρει σπέρμα, οἷον ἰτέα καὶ αἴγειρος.
有些植物则完全不结种子,例如柳树和杨树。
εἰσὶ μὲν οὖν καὶ ἕτεραι αἰτίαι τούτου τοῦ πάθους.
当然,这种情况还有其他的因由。
καὶ γὰρ δι᾽ ἀδυναμίαν οὐ πέττουσι καὶ διὰ δύναμιν ἀναλίσκουσιν, ὥσπερ εἴρηται.
因为它们或因软弱而无法消化,或因强壮而将其消耗殆尽,正如刚才所说的那样。
ὁμοίως δὲ καὶ πολύχοά ἐστι καὶ πολύσπερμα τὰ μὲν διὰ δύναμιν τὰ δὲ δι᾽ ἀδυναμίαν, πολὺ γὰρ καὶ ἄχρηστον περίττωμα συμμίγνυται, ὥστ᾽ ἐνίοις γίγνεσθαι καὶ ἀρρώστημα, ὅταν αὐτῶν μὴ εὐοδήσῃ ἡ ἀποκάθαρσις.
同样地,排泄物多和多精的生物,有些是因为强壮,有些则是因为虚弱;因为其中混入了大量无用的残余物,以至于在某些情况下,当它们的排泄不通畅时,甚至会转化为疾病。
καὶ ἔνιοι· μὲν ὑγιάζονται, οἱ δὲ καὶ ἀναιροῦνται.
有些人因此得以痊愈,有些人则甚至因此丧命。
συντήκονται γὰρ ταύτῃ ὥσπερ καὶ εἰς τὸ οὖρον· ἤδη γὰρ καὶ τοῦτ᾽ ἀσθένημα συνέβη τισίν.
因为他们以此渠道发生熔解,正如熔解物排入尿液一样;因为确实已经有人遭遇过这种疾病。
ἔτι ὁ πόρος ὁ αὐτὸς τῷ περιττώματι καὶ τῷ σπέρματι· καὶ ὅσοις μὲν ἀμφοῖν γίγνεται περίττωμα, καὶ τῆς ὑγρᾶς καὶ τῆς ξηρᾶς τροφῆς, ᾗπερ ἡ τοῦ ὑγροῦ, ταύτῃ καὶ ἡ τῆς γονῆς γίγνεται ἀπόκρισις (ὑγροῦ γὰρ περίττωμά ἐστιν· ἡ γὰρ τροφὴ πάντων ὑγρὰ μᾶλλον), οἷς δὲ μή ἐστιν αὕτη; κατὰ τὴν τῆς ξηρᾶς ὑποστάσεως ἀποχώρησιν.
此外,残余物和精液的通道是相同的;对于那些同时从液体营养和固体营养中产生残余物的生物,液体的排放路径也就是排放物的分泌路径(因为它是液体残余物;毕竟所有生物的营养大多是偏液态的);而对于那些没有这种液体残余物的生物,则沿着固体排泄物的排出路径进行。
ἔτι ἡ μὲν σύντηξις ἀεὶ νοσώδης, ἡ δὲ τοῦ περιττώματος ἀφαίρεσις ὠφέλιμος· ἡ δὲ τοῦ σπέρματος ἀποχώρησις ἀμφοτέρων διὰ τὸ προσλαμβάνειν τῆς μὴ χρησίμου τροφῆς.
此外,熔解始终是病态的,而除去残余物则是有益的;但精液的排出兼具两者的性质,因为它连带带走了一些无用的营养。
εἰ δέ γ᾽ ἦν σύντηξις, ἀεὶ ἔβλαπτεν ἄν· νῦν δ᾽ οὐ ποιεῖ τοῦτο.
如果它是一种熔解物,那它就总是会带来危害;而实际上它并非如此。
Ὅτι μὲν οὖν περίττωμά ἐστι τὸ σπέρμα χρησίμου τροφῆς καὶ τῆς ἐσχάτης, εἴτε πάντα προΐεται σπέρμα εἴτε μή, ἐν τοῖς προειρημένοις φανερόν.
因此,无论是否所有生物都会排出精液,精液是最后一阶段有用营养的残余物,这在前面所说的话中已然明了。

词汇与语法注释

  1. §1.18#5τοῖς δὲ κατὰ φύσιν περιττώμασι πᾶσιν — 与前句的 `συντήγματι μὲν οὐθεῖς ἀποδέδοται τόπος`(熔解物未被分配任何场所)相对比,该与格短语后省略了动词 `ἀποδέδοται` 及名词 `τόπος`,意为“而对于所有合乎自然的残余物[则分配了场所]”。
  2. §1.18#5ὡς στεροσκόμενα τὰ σώματα τοῦ ἐκ τῆς τροφῆς γινομένου τέλους — 连词 `ὡς` 连结现在时被动分词 `στεροσκόμενα`(在一些抄本中亦作 `στερισκόμενα`),与主格名词 `τὰ σώματα` 一致,构成表示主观或比拟原因的分词短语(“仿佛身体被剥夺了……”),用以解释主句中疲竭产生的原因。
  3. §1.18#5εἰ δέ γ᾽ ἦν σύντηξις, ἀεὶ ἔβλαπτεν ἄν — 这是一个与现在事实相反的虚拟条件句(反事实条件句),条件从句使用 `εἰ` 搭配直陈式未完成过去时(`ἦν`),主句使用小词 `ἄν` 搭配直陈式未完成过去时(`ἔβλαπτεν`),意为“如果它是熔解物,那它就总是会带来危害[但实际上并非如此]”。

引用这一段

亚里士多德, 动物的产生 §1.18#5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg012.humanitext-grc1:1.18%235

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。