§1.11μαλακόδερμα γοῦν τὰ ᾠὰ γεννῶσιν·
ともかく、それらは柔らかい殻の卵を産み出す。
διὰ γὰρ τὸ εἶναι ὀλιγόθερμα οὐ ξηραίνει αὐτῶν ἡ φύσις τὸ ἔσχατον.
というのも、熱が乏しいために、それらの本性は(卵の)最外層を乾燥させないからである。
διὰ μὲν οὖν τὸ ψυχρὰ εἶναι μαλακόδερμα γεννῶσι, διὰ δὲ τὸ μαλακόδερμα οὐ θύραζε·
したがって、冷たいがゆえに柔らかい殻のものを産み、柔らかい殻のゆえに外には産み出さない。
διεφθείρετο γὰρ ἄν, ὅταν δὲ ζῷον ἐκ τοῦ ᾠοῦ γίγνηται, τὸν αὐτὸν τρόπον τὰ πλεῖστα γίγνεται ὅνπερ ἐν τοῖς ὄρνισιν·
なぜなら、(外に産み出されたなら)損なわれてしまうであろうからである。 しかし、卵から動物が生じるとき、その大半は鳥類におけるのと全く同じ方法で生じる。
καταβαίνει γὰρ κάτω, καὶ γίγνεται ζῷα πρὸς τοῖς ἄρθροις, καθάπερ καὶ τοῖς ἐξ ἀρχῆς εὐθὺς ζῳοτοκοῦσιν.
すなわち、(卵は)下方に降りてきて、最初から直接に胎生である動物におけるのと同様に関節の近くで動物となるからである。
διὸ καὶ τὴν ὑστέραν τὰ τοιαῦτα ἔχει ἀνομοίαν καὶ τοῖς ζῳοτόκοις καὶ τοῖς ᾠοτόκοις, διὰ τὸ ἀμφοτέρων μετέχειν τῶν εἰδῶν·
それゆえに、そのような動物は子宮が胎生動物とも卵生動物とも似ておらず、両方の特徴を併せ持っている。
καὶ γὰρ πρὸς τῷ ὑποζώματι ἔχουσι καὶ κάτω πάρηκουσαν πάντα τὰ σελαχώδη.
なぜなら、すべての軟骨魚類は横隔膜の近くにも子宮を持ち、それが下方にも伸びているからである。
δεῖ δὲ καὶ περὶ ταύτης καὶ περὶ τῶν ἄλλων ὑστερῶν, ὃν τρόπον ἔχουσιν, ἔκ τε τῶν ἀνατομῶν τεθεωρηκέναι καὶ τῶν ἱστοριῶν.
この子宮や他の子宮がどのようになっているかについては、解剖図や『動物誌』から考察しなければならない。
ὥστε διὰ μὲν τὸ ᾠοτόκα εἶναι τελείων ᾠῶν ἄνω ἔχει, διὰ δὲ τὸ ζῳοτοκεῖν κάτω, καὶ ἀμφοτέρων μετειλήφασιν.
したがって、完成した卵を産む卵生であるという点から上方に子宮を持ち、胎生であるという点から下方に持ち、両方を分け持っている。
τὰ δ’ εὐθὺς ζῳοτοκοῦντα πάντα κάτω·
これに対して、最初から直接に胎生であるものはすべて下方にある。
οὐ γὰρ ἐμποδίζει τῆς φύσεως οὐδὲν ἔργον, οὐδὲ διττογονεῖ, πρὸς δὲ τούτοις ἀδύνατον ζῷα γίγνεσθαι πρὸς τοῖς ὑποζώμασιν·
なぜなら、自然の他のいかなる機能も妨げず、二重の生殖を行うこともないからである。 さらにこれらに加えて、横隔膜の近くで動物が形成されることは不可能である。
τὰ μὲν γὰρ ἔμβρυα βάρος ἔχειν ἀναγκαῖον, καὶ κίνησιν, ὁ δὲ τόπος ἐπίκαιρος ὢν τοῦ ζῆν οὐκ ἂν δύναιτο ταῦθ’ ὑπενεγκεῖν.
なぜなら、胎児は必然的に重さと動きを持つが、生命にとって極めて重要な場所である(横隔膜の)領域はこれらを支えることができないからである。
ἔτι δ’ ἀνάγκη δυστοκίαν εἶναι διὰ τὸ μῆκος τῆς φορᾶς, ἐπεὶ καὶ νῦν ἐπὶ τῶν γυναικῶν, ἐὰν περὶ τὸν τόκον ἀνασπάσωσι χασμησάμεναι ἤ τι τοιοῦτον ποιήσασαι, δυστοκοῦσιν.
さらに、運ばれる経路の長さのために難産になることが必然である。 実際、現在でも女性において、出産の際にあくびをしたり同様のことをしたりして子宮を上に引き上げてしまうと、難産になる。
καὶ κεναὶ δ᾽ οὖσαι αἱ ὑστέραι ἄνω προσιστάμεναι πνίγουσιν·
また、空の状態の子宮が上方に押し寄せると、窒息を引き起こす。
καὶ γὰρ ἀνάγκη τὰς μελλούσας ζῷον ἕξειν ἰσχυροτέρας εἶναι, διὸ σαρκώδεις εἰσὶν αἱ τοιαῦται πᾶσαι, αἱ δὲ πρὸς τοῖς ὑποζώμασιν ὑμενώδεις.
というのも、将来的に動物を宿すことになる子宮は、より強固でなければならず、それゆえそのような子宮はすべて肉質であるのに対し、横隔膜の近くにあるものは膜質だからである。
καὶ ἐπ’ αὐτῶν δὲ τῶν διγονίαν ποιουμένων ζῴων φανερὸν τοῦτο συμβαῖνον·
そして、このことは二重の生殖を行う動物自体において現実に行っていることからも明らかである。
τὰ μὲν γὰρ ᾠὰ ἄνω καὶ ἐν τῷ πλαγίῳ ἴσχουσι, τὰ δὲ ζῷα ἐν τῷ κάτω μέρει τῆς ὑστέρας.
すなわち、卵は上方および側部に保持されるのに対し、動物は子宮の下部で保持される。
Δι’ ἣν μὲν οὖν αἰτίαν ὑπεναντίως ἔχουσι τὰ περὶ τὰς ὑστέρας ἔνια τῶν ζῴων, καὶ ὅλως διὰ τί τοῖς μὲν κάτω τοῖς δὲ ἄνω πρὸς τῷ ὑποζώματί εἰσιν, εἴρηται.
それゆえ、いくつかの動物において子宮に関する部分が相反する状態にある原因、また総じて、なぜあるものでは下方にあって、他のものでは上方の横隔膜の近くにあるのかについては、すでに述べられた。
§1.12διότι δὲ τὰς μὲν ὑστέρας ἔχουσι πάντα ἐντός, τοὺς δ’ ὄρχεις τὰ μὲν ἐκτὸς τὰ δ’ ἐντός, αἴτιον τοῦ μὲν τὰς ὑστέρας ἐντὸς εἶναι πᾶσιν, ὅτι ἐν ταύταις ἐστὶ τὸ γινόμενον, ὃ δεῖται φυλακῆς καὶ σκέπης καὶ πέψεως, ὁ δ’ ἐκτὸς τοῦ σώματος τόπος εὔβλαπτος καὶ ψυχρός.
他方、なぜすべて(の雌)は子宮を内部に持つのに対し、精巣はあるものは外部に、あるものは内部に持っているのかについて、すべてにおいて子宮が内部にある原因は、子宮のなかに形成されるものがあり、それが保護と覆いと成熟を必要とするのに対し、身体の外部の場所は傷つきやすく冷たいからである。
οἱ δ’ ὄρχεις τοῖς μὲν ἐντὸς τοῖς δ’ ἐκτὸς διὰ τὸ δεῖσθαι καὶ τούτους σκέπης καὶ καλύμματος πρός τε σωτηρίαν καὶ πρὸς τὴν τοῦ σπέρματος πέψιν·
他方、精巣があるものでは内部に、あるものでは外部にあるのは、これらもまた安全のため、また精液の成熟のために、覆いと保護を必要とするからである。
ἀδύνατον γὰρ ἐψυγμένους καὶ πεπηγότας ἀνασπάσθαι καὶ προΐεσθαι τὴν γονήν.
なぜなら、冷やされ凍りついた状態では、精液を引き上げて放出することが不可能だからである。
διόπερ ὅσοις ἐν φανερῷ εἰσὶν οἱ ὄρχεις, ἔχουσι σκέπην δερματικὴν τὴν καλουμένην ὀσχέαν.
それゆえ、精巣が目に見える場所にある動物は、陰嚢と呼ばれる皮膚の覆いを持っている。
ὅσοις δ’ ἡ τοῦ δέρματος φύσις ἐναντιοῦται διὰ σκληρότητα πρὸς τὸ μὴ περιληπτικὴν εἶναι μηδὲ μαλθακὴν καὶ δερματικήν, οἷον τοῖς τ’ ἰχθυῶδες ἔχουσι τὸ δέρμα καὶ τοῖς φολιδωτόν, τούτοις δ’ ἀναγκαῖον ἐντὸς ἔχειν.
しかし、皮膚の性質がその硬さゆえに、包み込むようなものでも、柔らかく皮膚らしいものでもないことに相反している動物、例えば魚のような皮膚を持つものや鱗のあるものにおいては、内部に持つことが必然である。
διόπερ οἵ τε δελφῖνες καὶ ὅσα τῶν κητωδῶν ὄρχεις ἔχουσιν, ἐντὸς ἔχουσι, καὶ τὰ ᾠοτόκα καὶ τετράποδα τῶν φολιδωτῶν.
それゆえ、イルカや精巣を持つ鯨類、および鱗のある四肢の卵生動物は、精巣を内部に持っている。
καὶ τὸ τῶν ὀρνίθων δὲ δέρμα σκληρόν, ὥστε κατὰ μέγεθος ἀσύμμετρον εἶναι περιλαβεῖν, καὶ ταύτην αἰτίαν εἶναι πᾶσι τούτοις πρὸς ταῖς εἰρημέναις πρότερον ἐκ τῶν περὶ τὰς ὀχείας συμβαινόντων ἀναγκαίων.
また、鳥類の皮膚も硬いため、大きさに適合するように包み込むことはできず、以前に交尾に関して生じる必然的な事柄から述べられた原因に加えて、これがこれらすべての動物における原因となっている。
διὰ τὴν αὐτὴν δ’ αἰτίαν καὶ ὁ ἐλέφας καὶ ὁ ἐχῖνος ἔχουσιν ἐντὸς τοὺς ὄρχεις·
同じ原因によって、ゾウやハリネズミも精巣を内部に持っている。
οὐδὲ γὰρ τούτοις εὐφυὲς τὸ δέρμα πρὸς τὸ χωριστὸν ἔχειν τὸ σκεπαστικὸν μόριον, κεῖνται δὲ καὶ τῇ θέσει ὑπεναντίως αἱ ὑστέραι τοῖς τε ζῳοτοκοῦσιν ἐν αὑτοῖς καὶ τοῖς ᾠοτοκοῦσι θύραζε, καὶ τούτων τοῖς τε τὰς ὑστέρας ἔχουσι κάτω καὶ τοῖς πρὸς τῷ ὑποζώματι, οἷον τοῖς ἰχθύσι πρός τε τοὺς ὄρνιθας καὶ τὰ ᾠοτόκὰ τῶν τετραπόδων, καὶ τοῖς κατ’ ἀμφοτέρους τοὺς τρόπους γεννῶσιν, ἐν ἑαυτοῖς μὲν ᾠοτοκοῦσιν, εἰς δὲ τὸ φανερὸν ζῳοτοκοῦσιν.
というのも、これらにおいても、皮膚が覆いとなる部位を分離して持つようには適していないからである。 また、子宮はその位置においても、胎内で胎生であるものと、外部に向けて卵生であるものとの間で相反するように置かれており、さらに後者のうちでも、子宮を下方に持つものと、横隔膜の近くに持つもの(例えば魚類と、鳥類および四肢の卵生動物との比較)との間で、また両方の方法で生殖を行うもの、すなわち体内では卵生でありながら、外部に向けては胎生であるものとの間でも相反するように置かれている。
τὰ μὲν γὰρ ζῳοτοκοῦντα καὶ ἐν αὐτοῖς καὶ ἐκτὸς ἐπὶ τῆς γαστρὸς ἔχει τὰς ὑστέρας, οἷον ἄνθρωπος καὶ βοῦς καὶ κύων καὶ τἆλλα τὰ τοιαῦτα·
というのも、体内でも外部でも胎生であるものは、腹部に子宮を持っている。 例えば人間、牛、犬、およびその他の同様の動物である。
πρὸς γὰρ τὴν τῶν ἐμβρύων σωτηρίαν καὶ αὔξησιν συμφέρει μηθὲν ἐπεῖναι βάρος ἐπὶ ταῖς ὑστέραις.
なぜなら、胎児の安全と成長のためには、子宮の上に何の重みもかからないことが都合が良いからである。