§8.9ἔοικε δέ, καθάπερ ἐν ἀρχῇ εἴρηται, περὶ ταὐτὰ καὶ ἐν τοῖς αὐτοῖς εἶναι ἥ τε φιλία καὶ τὸ δίκαιον.
しかし、最初に言われたように、友情と正義は同じ対象に関わり、同じ人々の間にあるように思われる。
ἐν ἁπάσῃ γὰρ κοινωνίᾳ δοκεῖ τι δίκαιον εἶναι, καὶ φιλία δέ·
というのも、すべての共同体において、何らかの正義があると思われ、また友情もあると思われるからである。
προσαγορεύουσι γοῦν ὡς φίλους τοὺς σύμπλους καὶ τοὺς συστρατιώτας, ὁμοίως δὲ καὶ τοὺς ἐν ταῖς ἄλλαις κοινωνίαις.
事実、人々は船の同乗者や戦友を友人として呼びかける。 同様に、他の共同体における人々をもそのように呼ぶ。
καθʼ ὅσον δὲ κοινωνοῦσιν, ἐπὶ τοσοῦτόν ἐστι φιλία·
彼らが共同で関わりを持つ度合いに応じて、その度合いだけ友情が存在する。
καὶ γὰρ τὸ δίκαιον.
なぜなら正義もまたそうだからである。
καὶ ἡ παροιμία
"κοινὰ τὰ φίλων,"
ὀρθῶς·
そして、「友のものは共有」という諺は正しい。
ἐν κοινωνίᾳ γὰρ ἡ φιλία.
なぜなら友情は共同体の中にあるからである。
ἔστι δʼ ἀδελφοῖς μὲν καὶ ἑταίροις πάντα κοινά, τοῖς δʼ ἄλλοις ἀφωρισμένα, καὶ τοῖς μὲν πλείω τοῖς δʼ ἐλάττω·
そして、兄弟たちや仲間の間ではすべてのものが共有であるが、他の人々においては限定されており、ある人々にとってはより多く、他の人々にとってはより少ない。
καὶ γὰρ τῶν φιλιῶν αἳ μὲν μᾶλλον αἳ δʼ ἧττον.
というのも、友情の中にも、より強度の高いものもあれば、より低いものもあるからである。
διαφέρει δὲ καὶ τὰ δίκαια·
また、正義のあり方も異なっている。
οὐ γὰρ ταὐτὰ γονεῦσι πρὸς τέκνα καὶ ἀδελφοῖς πρὸς ἀλλήλους, οὐδʼ ἑταίροις καὶ πολίταις, ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων φιλιῶν.
なぜなら、親から子に対するものと、兄弟同士の間、また仲間同士や市民同士の間での正義は同じではなく、他の友情についても同様だからである。
ἕτερα δὴ καὶ τὰ ἄδικα πρὸς ἑκάστους τούτων, καὶ αὔξησιν λαμβάνει τῷ μᾶλλον πρὸς φίλους εἶναι, οἷον χρήματα ἀποστερῆσαι ἑταῖρον δεινότερον ἢ πολίτην, καὶ μὴ βοηθῆσαι ἀδελφῷ ἢ ὀθνείῳ, καὶ πατάξαι πατέρα ἢ ὁντινοῦν ἄλλον.
したがって、これら各々の人々に対する不正な行為もまた異なり、友人に近づくにつれてその度合いを増す。 たとえば、お金を仲間から奪うことは、市民から奪うことよりも恐ろしく、兄弟を助けないことは、他者を助けないことよりも恐ろしく、父親を殴ることは、他の誰であれ殴ることよりも恐ろしいのである。
αὔξεσθαι δὲ πέφυκεν ἅμα τῇ φιλίᾳ καὶ τὸ δίκαιον, ὡς ἐν τοῖς αὐτοῖς ὄντα καὶ ἐπʼ ἴσον διήκοντα.
そして、正義もまた、友情と同時に増大する性質を持っており、両者は同じ人々の間にあり、等しい範囲に及んでいる。
αἱ δὲ κοινωνίαι πᾶσαι μορίοις ἐοίκασι τῆς πολιτικῆς·
そして、すべての共同体は国家の共同体の部分に似ている。
συμπορεύονται γὰρ ἐπί τινι συμφέροντι, καὶ ποριζόμενοί τι τῶν εἰς τὸν βίον·
なぜなら、それらは何らかの便益、すなわち生活に必要なものを手に入れるために共に進むからである。
καὶ ἡ πολιτικὴ δὲ κοινωνία τοῦ συμφέροντος χάριν δοκεῖ καὶ ἐξ ἀρχῆς συνελθεῖν καὶ διαμένειν·
国家の共同体もまた、便益のために、そもそも最初に結集し、また維持されていると思われる。
τούτου γὰρ καὶ οἱ νομοθέται στοχάζονται, καὶ δίκαιόν φασιν εἶναι τὸ κοινῇ συμφέρον.
なぜなら、立法者たちもこれを目指しており、共通の便益こそが正義であると言っているからである。
αἱ μὲν οὖν ἄλλαι κοινωνίαι κατὰ μέρη τοῦ συμφέροντος ἐφίενται, οἷον πλωτῆρες μὲν τοῦ κατὰ τὸν πλοῦν πρὸς ἐργασίαν χρημάτων ἤ τι τοιοῦτον, συστρατιῶται δὲ τοῦ κατὰ τὸν πόλεμον, εἴτε χρημάτων εἴτε νίκης ἢ πόλεως ὀρεγόμενοι, ὁμοίως δὲ καὶ φυλέται καὶ δημόται.
さて、他の共同体は便益の一部を追求する。 たとえば、船乗りは、金銭を稼ぐためなどの航海中の便益を追求し、戦友は、金銭、勝利、あるいは都市の獲得を求めて、戦争中の便益を追求する。 部族の者や区民の者についても同様である。
πᾶσαι δʼ αὗται ὑπὸ τὴν πολιτικὴν ἐοίκασιν εἶναι·
これらすべては国家の共同体のもとにあるように思われる。
οὐ γὰρ τοῦ παρόντος συμφέροντος ἡ πολιτικὴ ἐφίεται, ἀλλʼ εἰς ἅπαντα τὸν βίον θυσίας τε ποιοῦντες καὶ περὶ ταύτας συνόδους, τιμάς τε ἀπονέμοντες τοῖς θεοῖς, καὶ αὑτοῖς ἀναπαύσεις πορίζοντες μεθʼ ἡδονῆς.
なぜなら、国家の共同体は、差し当たりの便益ではなく、生涯全体にわたる便益を求めて、〔神々への〕犠牲を捧げ、それらについての集いを行い、神々に名誉を帰し、自分たち自身には快楽を伴う休息をもたらすからである。
αἱ γὰρ ἀρχαῖαι θυσίαι καὶ σύνοδοι φαίνονται γίνεσθαι μετὰ τὰς τῶν καρπῶν συγκομιδὰς οἷον ἀπαρχαί·
なぜなら、古代の犠牲や集会は、収穫の後に初物として行われていたように見えるからである。
μάλιστα γὰρ ἐν τούτοις ἐσχόλαζον τοῖς καιροῖς.
彼らは何よりもこうした時期に余暇を楽しんだのである。
πᾶσαι δὴ φαίνονται αἱ κοινωνίαι μόρια τῆς πολιτικῆς εἶναι·
したがって、すべての共同体は国家の共同体の部分であると思われる。
ἀκολουθήσουσι δὲ αἱ τοιαῦται φιλίαι ταῖς τοιαύταις κοινωνίαις.
そして、それぞれの友情は、それぞれの共同体に対応して存在する。