§7.5ἐπεὶ δʼ ἐστὶν ἔνια μὲν ἡδέα φύσει, καὶ τούτων τὰ μὲν ἁπλῶς τὰ δὲ κατὰ γένη καὶ ζῴων καὶ ἀνθρώπων, τὰ δʼ οὐκ ἔστιν, ἀλλὰ τὰ μὲν διὰ πηρώσεις τὰ δὲ διʼ ἔθη γίνεται, τὰ δὲ διὰ μοχθηρὰς φύσεις, ἔστι καὶ περὶ τούτων ἕκαστα παραπλησίας ἰδεῖν ἕξεις·
ところで、あるものは自然本性的に快く、かつそれらのうちあるものは端的に、他はあるものは動物や人間の類に応じて快く、他は自然本性的に快いものではないが、あるものは障害によって、あるものは習慣によって、あるものは悪しき自然本性によって快くなるのであるから、これらについてもそれぞれ、これらに対応する状態を見て取ることができる。
λέγω δὲ τὰς θηριώδεις, οἷον τὴν ἄνθρωπον ἣν λέγουσι τὰς κυούσας ἀνασχίζουσαν τὰ παιδία κατεσθίειν, ἢ οἵοις χαίρειν φασὶν ἐνίους τῶν ἀπηγριωμένων περὶ τὸν Πόντον, τοὺς μὲν ὠμοῖς τοὺς δὲ ἀνθρώπων κρέασιν, τοὺς δὲ τὰ παιδία δανείζειν ἀλλήλοις εἰς εὐωχίαν, ἢ τὸ περὶ Φάλαριν λεγόμενον.
私が言うのは野獣的な状態のことである。 たとえば、身ごもっている女を引き裂いて子供を食らうと言われているあの女や、ポントス周辺の野生化した人々の中には、ある者は生の肉を、ある者は人間の肉を喜び、またある者は互いに子供を宴会のために貸し合うと噂されているようなこと、あるいはファラリスに関して言われていることなどである。
αὗται μὲν θηριώδεις, αἳ δὲ διὰ νόσους γίνονται (καὶ διὰ μανίαν ἐνίοις, ὥσπερ ὁ τὴν μητέρα καθιερεύσας καὶ φαγών, καὶ ὁ τοῦ συνδούλου τὸ ἧπαρ) αἳ δὲ νοσηματώδεις ἢ ἐξ ἔθους, οἷον τριχῶν τίλσεις καὶ ὀνύχων τρώξεις, ἔτι δʼ ἀνθράκων καὶ γῆς, πρὸς δὲ τούτοις ἡ τῶν ἀφροδισίων τοῖς ἄρρεσιν·
これらは野獣的な状態であるが、他は病気のために(またある人々においては狂気のために。 たとえば母親をいけにえに捧げて食べてしまった者や、同僚の奴隷の肝臓を食べた者のように)生じるものであり、さらに他は病的な、あるいは習慣によるものである(たとえば、髪の毛を抜くことや爪を噛むこと、さらには炭や土を食らうこと、これらに加えて男同士の性交などである。
τοῖς μὲν γὰρ φύσει τοῖς δʼ ἐξ ἔθους συμβαίνουσιν, οἷον τοῖς ὑβριζομένοις ἐκ παίδων.
これらはある人々には自然本性によって、他の人々には習慣によって生じる。 たとえば子供のころから凌辱されてきた人々のように)。
ὅσοις μὲν οὖν φύσις αἰτία, τούτους μὲν οὐδεὶς ἂν εἴπειεν ἀκρατεῖς, ὥσπερ οὐδὲ τὰς γυναῖκας, ὅτι οὐκ ὀπύουσιν ἀλλʼ ὀπύονται·
それゆえ、自然本性が原因である人々については、誰も無自制な人とは呼ばないだろう。 それは、女性が能動的に交わるのではなく受動的に交わられるからという理由で無自制と呼ばれないのと同様である。
ὡσαύτως δὲ καὶ ὅσοι νοσηματώδως ἔχουσι διʼ ἔθος.
習慣のために病的な状態にある人々についても同様である。
τὸ μὲν οὖν ἔχειν ἕκαστα τούτων ἔξω τῶν ὅρων ἐστὶ τῆς κακίας, καθάπερ καὶ ἡ θηριότης·
したがって、これらの各々を持っていること自体は、悪徳の境界の外にある(ちょうど野獣性もそうであるように)。
τὸν δʼ ἔχοντα κρατεῖν ἢ κρατεῖσθαι οὐχ ἡ ἁπλῆ ἀκρασία ἀλλʼ ἡ καθʼ ὁμοιότητα, καθάπερ καὶ τὸν περὶ τοὺς θυμοὺς ἔχοντα τοῦτον τὸν τρόπον τοῦ πάθους, ἀκρατῆ δʼ οὐ λεκτέον.
しかし、それを持っている人が自らを制するか、あるいは支配されるかということは、端的な無自制ではなく、類似性による無自制である。 ちょうど、怒りに関してこのような情念のあり方をしている人についても同様であって、彼を無自制と呼ぶべきではない。
πᾶσα γὰρ ὑπερβάλλουσα καὶ ἀφροσύνη καὶ δειλία καὶ ἀκολασία καὶ χαλεπότης αἳ μὲν θηριώδεις αἳ δὲ νοσηματώδεις εἰσίν·
すべての度を越した愚気、臆病、放埒、残忍さは、あるものは野獣的であり、あるものは病的である。
ὁ μὲν γὰρ φύσει τοιοῦτος οἷος δεδιέναι πάντα, κἂν ψοφήσῃ μῦς, θηριώδη δειλίαν δειλός, ὃ δὲ τὴν γαλῆν ἐδεδίει διὰ νόσον·
というのも、ネズミが音を立てただけでもすべてのものを恐れるような自然本性的にそのような性質の者は、野獣的な臆病さにおいて臆病なのであり、他方、イタチを恐れた者は病気のためにそうなのである。
καὶ τῶν ἀφρόνων οἱ μὲν ἐκ φύσεως ἀλόγιστοι καὶ μόνον τῇ αἰσθήσει ζῶντες θηριώδεις, ὥσπερ ἔνια γένη τῶν πόρρω βαρβάρων, οἱ δὲ διὰ νόσους, οἷον τὰς ἐπιληπτικάς, ἢ μανίας νοσηματώδεις.
また、愚かな者のうち、ある者は生まれつき理性を欠き感覚だけで生きている野獣的な者であり(たとえば遠方の未開人のいくつかの部族のように)、他は病気や狂気のために病的な者である。
τούτων δʼ ἔστι μὲν ἔχειν τινὰ ἐνίοτε μὲν μόνον, μὴ κρατεῖσθαι δέ, λέγω δὲ οἷον εἰ Φάλαρις κατεῖχεν ἐπιθυμῶν παιδίου φαγεῖν ἢ πρὸς ἀφροδισίων ἄτοπον ἡδονήν·
これらの状態については、ある場合にはただそれを持っているだけで、支配されないということがありうる。 たとえば、もしファラリスが子供を食べたいという欲望や、異様な性的な快楽への欲望を覚えつつも、それをこらえていた場合がこれにあたる。
ἔστι δὲ καὶ κρατεῖσθαι, μὴ μόνον ἔχειν·
しかし、単に持っているだけでなく、それに支配されることもありうる。
ὥσπερ οὖν καὶ μοχθηρίας ἡ μὲν κατʼ ἄνθρωπον ἁπλῶς λέγεται μοχθηρία, ἣ δὲ κατὰ πρόσθεσιν, ὅτι θηριώδης ἢ νοσηματώδης, ἁπλῶς δʼ οὔ, τὸν αὐτὸν τρόπον δῆλον ὅτι καὶ ἀκρασία ἐστὶν ἣ μὲν θηριώδης ἣ δὲ νοσηματώδης, ἁπλῶς δὲ ἡ κατὰ τὴν ἀνθρωπίνην ἀκολασίαν μόνη.
それゆえ、悪徳についても、人間的なものが端的に悪徳と言われ、他方は「野獣的な」あるいは「病的な」という限定つきで言われ、端的には言われないのと同様に、明らかに無自制についても、一方は野獣的な無自制であり、他方は病的な無自制であって、端的な無自制は人間的な放埒に関するものだけである。
ὅτι μὲν οὖν ἀκρασία καὶ ἐγκράτειά ἐστι μόνον περὶ ἅπερ ἀκολασία καὶ σωφροσύνη, καὶ ὅτι περὶ τὰ ἄλλα ἐστὶν ἄλλο εἶδος ἀκρασίας, λεγόμενον κατὰ μεταφορὰν καὶ οὐχ ἁπλῶς, δῆλον.
したがって、無自制と自制が、放埒と節制が関するのとまさに同じ事柄についてのみ存在するということ、また、その他の事柄に関しては別の種の無自制が存在し、それは比喩的に言われているのであって、端的に言われているのではないということは明らかである。