Humanitext Reader

亚里士多德 · 尼各马可伦理学 §7.5

兽性状态与病态的无自制

第 77 段,共 123 段 · 希腊语

内容简介

作者讨论了因疾病、残障、习惯或兽性而产生的超出人类标准的异常状态,阐明这些属于人类德性与恶德的范畴之外,因此针对这些事物的自制或无自制仅是基于相似性或比喻而言。

§7.5ἐπεὶ δʼ ἐστὶν ἔνια μὲν ἡδέα φύσει, καὶ τούτων τὰ μὲν ἁπλῶς τὰ δὲ κατὰ γένη καὶ ζῴων καὶ ἀνθρώπων, τὰ δʼ οὐκ ἔστιν, ἀλλὰ τὰ μὲν διὰ πηρώσεις τὰ δὲ διʼ ἔθη γίνεται, τὰ δὲ διὰ μοχθηρὰς φύσεις, ἔστι καὶ περὶ τούτων ἕκαστα παραπλησίας ἰδεῖν ἕξεις·
既然有些事物是天生令人快乐的,且在这些事物中,有些是端地如此,有些则是根据动物和人类的类别而如此;而另一些事物则不是天生令人快乐的,但有些是由于残障,有些是由于习惯,有些是由于恶劣的天性而变得令人快乐的;那么,在这些情况下,我们也同样可以看到与它们相对应的各别品质。
λέγω δὲ τὰς θηριώδεις, οἷον τὴν ἄνθρωπον ἣν λέγουσι τὰς κυούσας ἀνασχίζουσαν τὰ παιδία κατεσθίειν, ἢ οἵοις χαίρειν φασὶν ἐνίους τῶν ἀπηγριωμένων περὶ τὸν Πόντον, τοὺς μὲν ὠμοῖς τοὺς δὲ ἀνθρώπων κρέασιν, τοὺς δὲ τὰ παιδία δανείζειν ἀλλήλοις εἰς εὐωχίαν, ἢ τὸ περὶ Φάλαριν λεγόμενον.
我指的是那些兽性的品质,例如传说中那个剖开孕妇并吞食婴儿的女人,或者据说黑海一带的一些野蛮部落所喜好的事情——有些人喜好生肉,有些人喜好人肉,有些人则互相借用孩子来设宴——或者是关于法拉里斯的传说。
αὗται μὲν θηριώδεις, αἳ δὲ διὰ νόσους γίνονται (καὶ διὰ μανίαν ἐνίοις, ὥσπερ ὁ τὴν μητέρα καθιερεύσας καὶ φαγών, καὶ ὁ τοῦ συνδούλου τὸ ἧπαρ) αἳ δὲ νοσηματώδεις ἢ ἐξ ἔθους, οἷον τριχῶν τίλσεις καὶ ὀνύχων τρώξεις, ἔτι δʼ ἀνθράκων καὶ γῆς, πρὸς δὲ τούτοις ἡ τῶν ἀφροδισίων τοῖς ἄρρεσιν· τοῖς μὲν γὰρ φύσει τοῖς δʼ ἐξ ἔθους συμβαίνουσιν, οἷον τοῖς ὑβριζομένοις ἐκ παίδων.
这些是兽性的品质,而另一些则是由于疾病产生的(在某些人身上是由于疯狂,例如那个宰杀并吃掉母亲的人,以及那个吃掉同伴肝脏的人),还有一些则是病态的或由于习惯而来的,例如拔头发、咬指甲,此外还有吃煤炭和泥土,以及男子之间的性行为;因为对某些人来说,这些是天生如此的,而对另一些人来说则是由于习惯,例如那些从小受到虐待的人。
ὅσοις μὲν οὖν φύσις αἰτία, τούτους μὲν οὐδεὶς ἂν εἴπειεν ἀκρατεῖς, ὥσπερ οὐδὲ τὰς γυναῖκας, ὅτι οὐκ ὀπύουσιν ἀλλʼ ὀπύονται· ὡσαύτως δὲ καὶ ὅσοι νοσηματώδως ἔχουσι διʼ ἔθος.
因此,对于那些以天性为原因的人,没有人会称他们为无自制者,就像没有人会这样称呼女性,因为她们在性行为中不采取主动而采取被动一样;对于那些因习惯而处于病态的人也是如此。
τὸ μὲν οὖν ἔχειν ἕκαστα τούτων ἔξω τῶν ὅρων ἐστὶ τῆς κακίας, καθάπερ καὶ ἡ θηριότης· τὸν δʼ ἔχοντα κρατεῖν ἢ κρατεῖσθαι οὐχ ἡ ἁπλῆ ἀκρασία ἀλλʼ ἡ καθʼ ὁμοιότητα, καθάπερ καὶ τὸν περὶ τοὺς θυμοὺς ἔχοντα τοῦτον τὸν τρόπον τοῦ πάθους, ἀκρατῆ δʼ οὐ λεκτέον.
因此,拥有这些品质中的任何一种,都在恶德的界限之外,正如兽性也是如此;但是,对于拥有它们的人来说,去克制还是被它们支配,并不是端意义上的无自制,而是基于相似性的无自制,正如在愤怒方面处于这种情感状态的人一样,他不应该被称为无自制者。
πᾶσα γὰρ ὑπερβάλλουσα καὶ ἀφροσύνη καὶ δειλία καὶ ἀκολασία καὶ χαλεπότης αἳ μὲν θηριώδεις αἳ δὲ νοσηματώδεις εἰσίν·
因为一切过度的愚蠢、懦弱、放纵和残暴,有些是兽性的,有些则是病态的。
ὁ μὲν γὰρ φύσει τοιοῦτος οἷος δεδιέναι πάντα, κἂν ψοφήσῃ μῦς, θηριώδη δειλίαν δειλός, ὃ δὲ τὴν γαλῆν ἐδεδίει διὰ νόσον· καὶ τῶν ἀφρόνων οἱ μὲν ἐκ φύσεως ἀλόγιστοι καὶ μόνον τῇ αἰσθήσει ζῶντες θηριώδεις, ὥσπερ ἔνια γένη τῶν πόρρω βαρβάρων, οἱ δὲ διὰ νόσους, οἷον τὰς ἐπιληπτικάς, ἢ μανίας νοσηματώδεις.
因为那些天生就害怕一切事物、甚至听到老鼠响声也会害怕的人,是以一种兽性的懦弱而懦弱;而那个害怕黄鼬的人则是由于疾病;在愚蠢的人中,那些天生无理性、仅凭感觉生活的人是兽性的,例如远方的一些蛮族部落,而另一些人则是由于疾病,如癫痫,或由于病态的狂乱。
τούτων δʼ ἔστι μὲν ἔχειν τινὰ ἐνίοτε μὲν μόνον, μὴ κρατεῖσθαι δέ, λέγω δὲ οἷον εἰ Φάλαρις κατεῖχεν ἐπιθυμῶν παιδίου φαγεῖν ἢ πρὸς ἀφροδισίων ἄτοπον ἡδονήν· ἔστι δὲ καὶ κρατεῖσθαι, μὴ μόνον ἔχειν·
在这些品质中,有时人们可能仅仅拥有它们而不被它们支配,我的意思是,例如法拉里斯在渴望吃小孩或渴望某种反常的性快乐时克制了自己;但人们也可能被支配,而不仅是拥有。
ὥσπερ οὖν καὶ μοχθηρίας ἡ μὲν κατʼ ἄνθρωπον ἁπλῶς λέγεται μοχθηρία, ἣ δὲ κατὰ πρόσθεσιν, ὅτι θηριώδης ἢ νοσηματώδης, ἁπλῶς δʼ οὔ, τὸν αὐτὸν τρόπον δῆλον ὅτι καὶ ἀκρασία ἐστὶν ἣ μὲν θηριώδης ἣ δὲ νοσηματώδης, ἁπλῶς δὲ ἡ κατὰ τὴν ἀνθρωπίνην ἀκολασίαν μόνη.
因此,正如在恶德的情况中,符合人类本性的被称为端的恶德,而另一种则是带有附加限定的,被称为“兽性的”或“病态的”,而不是端的恶德;同样,显而易见,无自制也是如此,一种是兽性的,一种是病态的,而端的无自制仅是与人类的放纵相关的无自制。
ὅτι μὲν οὖν ἀκρασία καὶ ἐγκράτειά ἐστι μόνον περὶ ἅπερ ἀκολασία καὶ σωφροσύνη, καὶ ὅτι περὶ τὰ ἄλλα ἐστὶν ἄλλο εἶδος ἀκρασίας, λεγόμενον κατὰ μεταφορὰν καὶ οὐχ ἁπλῶς, δῆλον.
因此,显而易见,无自制和自制仅关涉到放纵和节制所关涉的相同事物,而关于其他事物,则存在着另一种类的无自制,它是比喻性地被称呼的,而不是端地被称呼的。

词汇与语法注释

  1. 1148bἔστι καὶ περὶ τούτων ἕκαστα παραπλησίας ἰδεῖν ἕξεις — 动词 ἔστι(1148b19)既可以解释为表示存在的“存在”,也可以与不定式 ἰδεῖν 连用表示非人称的“能够”。此处解释为“可以看到,存在着与它们(这些情况)相对应的品质(ἕξεις,宾格)”。
  2. 1148bὅτι οὐκ ὀπύουσιν ἀλλʼ ὀπύονται — 动词 ὀπύω(交配)区分了主动语态(用于男性,主动交合)和被动语态(用于女性,被动交合)。这种天性或生理上的被动性被用作女性不被称为“无自制”(因为无自制以主动的选择和行为能力为前提)的理由。
  3. 1149aτὸ μὲν οὖν ἔχειν ἕκαστα τούτων — 带冠词的不定式 τὸ... ἔχειν 作主语,表明“仅仅拥有”这些病态或兽性的状态,已经超出了人类普通美德与恶德的界限(伦理评价的范围)。
  4. 1149aτὸν δʼ ἔχοντα κρατεῖν ἢ κρατεῖσθαι — 这是一个名词性结构,以 τὸν ἔχοντα(拥有它们的人)作不定式 κρατεῖν ἢ κρατεῖσθαι(克制或被支配)的宾格主语。该结构作整句的主语,而 οὐχ ἡ ἁπλῆ ἀκρασία... 是谓语。

引用这一段

亚里士多德, 尼各马可伦理学 §7.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg010.humanitext-grc2:7.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。