§4.1#3ὁ δὲ τοῦτον τὸν τρόπον ἄσωτος πολὺ δοκεῖ βελτίων τοῦ ἀνελευθέρου εἶναι διά τε τὰ εἰρημένα, καὶ ὅτι ὃ μὲν ὠφελεῖ πολλούς, ὃ δὲ οὐθένα, ἀλλʼ οὐδʼ αὑτόν.
このようにして放蕩な人は、先述の理由によっても、また一方(放蕩者)は多くの人を益し、他方(吝嗇家)は誰も、いや自分自身さえも益さないということによっても、吝嗇な人より遥かに優れていると思われる。
ἀλλʼ οἱ πολλοὶ τῶν ἀσώτων, καθάπερ εἴρηται, καὶ λαμβάνουσιν ὅθεν μὴ δεῖ, καὶ εἰσὶ κατὰ τοῦτο ἀνελεύθεροι.
しかし、放蕩者の多くは、言われたように、受け取るべきでないところから受け取り、この点において吝嗇である。
ληπτικοὶ δὲ γίνονται διὰ τὸ βούλεσθαι μὲν ἀναλίσκειν, εὐχερῶς δὲ τοῦτο ποιεῖν μὴ δύνασθαι·
彼らが受け取りたがるようになるのは、支出することを望む一方で、それを容易に行うことができないからである。
ταχὺ γὰρ ἐπιλείπει αὐτοὺς τὰ ὑπάρχοντα.
なぜなら、手元にある財産はすぐに底をついてしまうからである。
ἀναγκάζονται οὖν ἑτέρωθεν πορίζειν.
それゆえ、彼らは他から調達することを強いられる。
ἅμα δὲ καὶ διὰ τὸ μηδὲν τοῦ καλοῦ φροντίζειν ὀλιγώρως καὶ πάντοθεν λαμβάνουσιν·
同時にまた、高貴なことに少しも配慮しないために、軽率に、かつあらゆる場所から受け取る。
διδόναι γὰρ ἐπιθυμοῦσι, τὸ δὲ πῶς ἢ πόθεν οὐδὲν αὐτοῖς διαφέρει.
彼らは与えることを望むが、どのように、あるいはどこから受け取るかということは彼らにとってどうでもよいことだからである。
διόπερ οὐδʼ ἐλευθέριοι αἱ δόσεις αὐτῶν εἰσίν·
それゆえ、彼らの与え方には寛厚さのかけらもない。
οὐ γὰρ καλαί, οὐδὲ τούτου ἕνεκα, οὐδὲ ὡς δεῖ·
なぜなら、それらは高貴でなく、これのためでもなく、あるべき仕方でもないからである。
ἀλλʼ ἐνίοτε οὓς δεῖ πένεσθαι, τούτους πλουσίους ποιοῦσι, καὶ τοῖς μὲν μετρίοις τὰ ἤθη οὐδὲν ἂν δοῖεν, τοῖς δὲ κόλαξιν ἤ τινʼ ἄλλην ἡδονὴν πορίζουσι πολλά.
むしろ、時に貧しくあるべき人々を富ませる一方で、品性が中庸な人々には何も与えないだろうに、へつらう者たちや、何らかの別の快楽を彼らに提供する者たちには多くのものを与える。
διὸ καὶ ἀκόλαστοι αὐτῶν εἰσὶν οἱ πολλοί·
それゆえ、彼らの多くは放縦でもある。
εὐχερῶς γὰρ ἀναλίσκοντες καὶ εἰς τὰς ἀκολασίας δαπανηροί εἰσι, καὶ διὰ τὸ μὴ πρὸς τὸ καλὸν ζῆν πρὸς τὰς ἡδονὰς ἀποκλίνουσιν.
なぜなら、容易に支出するので、彼らは放縦なことにも浪費家であり、高貴さに従って生きていないために、快楽へと傾斜するからである。
ὁ μὲν οὖν ἄσωτος ἀπαιδαγώγητος γενόμενος εἰς ταῦτα μεταβαίνει, τυχὼν δʼ ἐπιμελείας εἰς τὸ μέσον καὶ εἰς τὸ δέον ἀφίκοιτʼ ἄν.
このようにして、指導を受けないままにされた放蕩者は、これらの状態へと移行するが、配慮を得るならば、中庸へと、かつあるべき状態へと到達しうるであろう。
ἡ δʼ ἀνελευθερία ἀνίατός τʼ ἐστίν (δοκεῖ γὰρ τὸ γῆρας καὶ πᾶσα ἀδυναμία ἀνελευθέρους ποιεῖν), καὶ συμφυέστερον τοῖς ἀνθρώποις τῆς ἀσωτίας· οἱ γὰρ πολλοὶ φιλοχρήματοι μᾶλλον ἢ δοτικοί.
これに対して、吝嗇は治療不可能であり(老齢やあらゆる無能力が人々を吝嗇にすると見られるからである)、また人間にとって放蕩よりも生まれつき備わったものである(多くの人々は与えがちであるよりはむしろ富を好むからである)。
καὶ διατείνει δʼ ἐπὶ πολύ, καὶ πολυειδές ἐστιν·
さらにそれは広範囲に及び、多様な形態をもつ。
πολλοὶ γὰρ τρόποι δοκοῦσι τῆς ἀνελευθερίας εἶναι.
吝嗇には多くのあり方があると思われるからである。
ἐν δυσὶ γὰρ οὖσα, τῇ τʼ ἐλλείψει τῆς δόσεως καὶ τῇ ὑπερβολῇ τῆς λήψεως, οὐ πᾶσιν ὁλόκληρος παραγίνεται, ἀλλʼ ἐνίοτε χωρίζεται, καὶ οἳ μὲν τῇ λήψει ὑπερβάλλουσιν, οἳ δὲ τῇ δόσει ἐλλείπουσιν.
なぜなら、それは与えることの不足と受け取ることの過度という二つのことに関わるものであるが、すべての人に完全な形で現れるのではなく、時に分裂して現れ、一方の者は受け取ることにおいて過度であり、他方の者は与えることにおいて不足するからである。
οἱ μὲν γὰρ ἐν ταῖς τοιαύταις προσηγορίαις οἷον φειδωλοὶ γλίσχροι κίμβικες, πάντες τῇ δόσει ἐλλείπουσι, τῶν δʼ ἀλλοτρίων οὐκ ἐφίενται οὐδὲ βούλονται λαμβάνειν, οἳ μὲν διά τινα ἐπιείκειαν καὶ εὐλάβειαν τῶν αἰσχρῶν ʽδ̔οκοῦσι γὰρ ἔνιοι ἢ φασί γε διὰ τοῦτο φυλάττειν, ἵνα μή ποτʼ ἀναγκασθῶσιν αἰσχρόν τι πρᾶξαι·
というのも、例えば「しみったれ」「けち」「吸い取り屋」といった名称で呼ばれる人々は、みな与えることにおいては不足しているが、他人のものを欲しがらず、受け取ろうともしない。 ある者たちは、何らかのまともさや、恥ずべきことへの警戒心からそうする。 (実際、一部の人々は、恥ずべきことを行うよう強いられることが決してないようにという目的のために財産を守っていると思われるか、あるいは少なくともそう言っている。
τούτων δὲ καὶ ὁ κυμινοπρίστης καὶ πᾶς ὁ τοιοῦτος·
これらの中には「クミンを切り分ける者」や、その種のすべての人が含まれる。
ὠνόμασται δʼ ἀπὸ τῆς ὑπερβολῆς τοῦ μηδὲν ἂν δοῦναἰ·
彼は何一つ与えようとしない過度さからそのように名付けられている。
οἳ δʼ αὖ διὰ φόβον ἀπέχονται τῶν ἀλλοτρίων ὡς οὐ ῥᾴδιον αὐτὸν μὲν τὰ ἑτέρων λαμβάνειν, τὰ δʼ αὐτοῦ ἑτέρους μή·
)他方、別の者たちは、自分が他人のものを受け取る一方で、他人が自分のものを受け取らないようにすることは容易ではないという恐れから、他人のものを差し控える。
ἀρέσκει οὖν αὐτοῖς τὸ μήτε λαμβάνειν μήτε διδόναι.
それゆえ、彼らにとっては受け取りもしなければ与えもしないということが好ましいのである。
οἳ δʼ αὖ κατὰ τὴν λῆψιν ὑπερβάλλουσι τῷ πάντοθεν λαμβάνειν καὶ πᾶν, οἷον οἱ τὰς ἀνελευθέρους ἐργασίας ἐργαζόμενοι, πορνοβοσκοὶ καὶ πάντες οἱ τοιοῦτοι, καὶ τοκισταὶ κατὰ μικρὰ καὶ ἐπὶ πολλῷ.
さらに別の者たちは、至るところから、かつあらゆるものを受け取るという、受け取ることにおける過度さをもつ。 例えば、卑しい職業に従事する者たち、すなわち売春宿の経営者やその種のすべての人々、また少額を巨利で貸し付ける高利貸しなどである。
πάντες γὰρ οὗτοι ὅθεν οὐ δεῖ λαμβάνουσι, καὶ ὁπόσον οὐ δεῖ.
なぜなら、これらすべての者は、受け取るべきでないところから、かつ受け取るべきでない量を受け取るからである。
κοινὸν δʼ ἐπʼ αὐτοῖς ἡ αἰσχροκέρδεια φαίνεται·
彼らに共通しているのは、卑しい利得を貪ることであると思われる。
πάντες γὰρ ἕνεκα κέρδους, καὶ τούτου μικροῦ, ὀνείδη ὑπομένουσιν.
なぜなら、すべての者が利得のために、それもわずかな利得のために、不名誉を耐え忍ぶからである。
τοὺς γὰρ τὰ μεγάλα μὴ ὅθεν δὲ δεῖ λαμβάνοντας, μηδὲ ἃ δεῖ, οὐ λέγομεν ἀνελευθέρους, οἷον τοὺς τυράννους πόλεις πορθοῦντας καὶ ἱερὰ συλῶντας, ἀλλὰ πονηροὺς μᾶλλον καὶ ἀσεβεῖς καὶ ἀδίκους.
というのも、大きなものを、かつ受け取るべきでないところから、また受け取るべきでないものを受け取る人々、例えば、都市を略奪し神殿を荒らす僭主たちを、我々は吝嗇とは呼ばず、むしろ邪悪、不敬、不義な者たちと呼ぶからである。
ὁ μέντοι κυβευτὴς καὶ ὁ λωποδύτης καὶ ὁ λῃστὴς τῶν ἀνελευθέρων εἰσίν·
しかしながら、博打打ち、追い剥ぎ、泥棒は吝嗇な人々に属する。
αἰσχροκερδεῖς γάρ.
彼らは卑しい利得を貪る者たちだからである。
κέρδους γὰρ ἕνεκα ἀμφότεροι πραγματεύονται καὶ ὀνείδη ὑπομένουσιν, καὶ οἳ μὲν κινδύνους τοὺς μεγίστους ἕνεκα τοῦ λήμματος, οἳ δʼ ἀπὸ τῶν φίλων κερδαίνουσιν, οἷς δεῖ διδόναι.
なぜなら、両者とも利得のために活動し不名誉を甘受するのであり、一方の者は稼ぎのために最大の危険を冒し、他方の者は与えるべきである友人たちから利得を得るからである。
ἀμφότεροι δὴ ὅθεν οὐ δεῖ κερδαίνειν βουλόμενοι αἰσχροκερδεῖς·
したがって、両者とも得るべきでないところから利得を得ようと望んでいる点で、卑しい利得を貪る者たちである。
καὶ πᾶσαι δὴ αἱ τοιαῦται λήψεις ἀνελεύθεροι.
それゆえ、そのようなすべての受け取り方は、自由人らしくないものである。
εἰκότως δὲ τῇ ἐλευθεριότητι ἀνελευθερία ἐναντίον λέγεται·
そして、寛厚さに吝嗇が対立するものと言われるのは当然である。
μεῖζόν τε γάρ ἐστι κακὸν τῆς ἀσωτίας, καὶ μᾶλλον ἐπὶ ταύτην ἁμαρτάνουσιν ἢ κατὰ τὴν λεχθεῖσαν ἀσωτίαν.
なぜなら、吝嗇は放蕩よりも大きな悪であり、人々は先述の放蕩におけるよりも、むしろこの吝嗇において誤ちを犯しやすいからである。
περὶ μὲν οὖν ἐλευθεριότητος καὶ τῶν ἀντικειμένων κακιῶν τοσαῦτʼ εἰρήσθω.
さて、寛厚さとそれに対立する悪徳については、これだけ述べておくことにしよう。