§4.1#3ὁ δὲ τοῦτον τὸν τρόπον ἄσωτος πολὺ δοκεῖ βελτίων τοῦ ἀνελευθέρου εἶναι διά τε τὰ εἰρημένα, καὶ ὅτι ὃ μὲν ὠφελεῖ πολλούς, ὃ δὲ οὐθένα, ἀλλʼ οὐδʼ αὑτόν.
这种方式的挥霍者似乎比吝啬的人要好得多,这既是因为上述原因,也是因为前者使许多人受益,而后者却不使任何人受益,甚至不使他自己受益。
ἀλλʼ οἱ πολλοὶ τῶν ἀσώτων, καθάπερ εἴρηται, καὶ λαμβάνουσιν ὅθεν μὴ δεῖ, καὶ εἰσὶ κατὰ τοῦτο ἀνελεύθεροι.
但是,如前所述,大多数挥霍者既从不当的地方接受,又在这方面显得吝啬。
ληπτικοὶ δὲ γίνονται διὰ τὸ βούλεσθαι μὲν ἀναλίσκειν, εὐχερῶς δὲ τοῦτο ποιεῖν μὴ δύνασθαι· ταχὺ γὰρ ἐπιλείπει αὐτοὺς τὰ ὑπάρχοντα.
他们变得乐于获取,是因为他们想要支出,但又无法轻易做到这一点;因为他们的财产很快就会耗尽。
ἀναγκάζονται οὖν ἑτέρωθεν πορίζειν.
因此,他们被迫从其他地方谋求来源。
ἅμα δὲ καὶ διὰ τὸ μηδὲν τοῦ καλοῦ φροντίζειν ὀλιγώρως καὶ πάντοθεν λαμβάνουσιν· διδόναι γὰρ ἐπιθυμοῦσι, τὸ δὲ πῶς ἢ πόθεν οὐδὲν αὐτοῖς διαφέρει.
同时,由于他们完全不关心高尚,所以他们轻率地、从任何地方接受;因为他们渴望给予,而至于如何给予或从哪里获取,对他们来说毫无区别。
διόπερ οὐδʼ ἐλευθέριοι αἱ δόσεις αὐτῶν εἰσίν· οὐ γὰρ καλαί, οὐδὲ τούτου ἕνεκα, οὐδὲ ὡς δεῖ·
因此,他们的给予甚至算不上慷慨;因为这些给予既不高尚,也不是为了这个目的,也不是以应有的方式。
ἀλλʼ ἐνίοτε οὓς δεῖ πένεσθαι, τούτους πλουσίους ποιοῦσι, καὶ τοῖς μὲν μετρίοις τὰ ἤθη οὐδὲν ἂν δοῖεν, τοῖς δὲ κόλαξιν ἤ τινʼ ἄλλην ἡδονὴν πορίζουσι πολλά.
然而,有时他们让应当贫穷的人变得富有,而对于性格温和的人,他们可能什么都不给,却给那些谄媚者或向他们提供某种其他快乐的人很多东西。
διὸ καὶ ἀκόλαστοι αὐτῶν εἰσὶν οἱ πολλοί· εὐχερῶς γὰρ ἀναλίσκοντες καὶ εἰς τὰς ἀκολασίας δαπανηροί εἰσι, καὶ διὰ τὸ μὴ πρὸς τὸ καλὸν ζῆν πρὸς τὰς ἡδονὰς ἀποκλίνουσιν.
因此,他们中的大多数人也是放纵的;因为他们支出时毫无顾忌,在放纵的事情上也很挥霍,并且由于不朝着高尚而生活,他们便倒向了快乐。
ὁ μὲν οὖν ἄσωτος ἀπαιδαγώγητος γενόμενος εἰς ταῦτα μεταβαίνει, τυχὼν δʼ ἐπιμελείας εἰς τὸ μέσον καὶ εἰς τὸ δέον ἀφίκοιτʼ ἄν.
那么,挥霍者如果失去引导,就会陷入这些境地,但如果得到照料,他就可能达到中庸和应有的状态。
ἡ δʼ ἀνελευθερία ἀνίατός τʼ ἐστίν (δοκεῖ γὰρ τὸ γῆρας καὶ πᾶσα ἀδυναμία ἀνελευθέρους ποιεῖν), καὶ συμφυέστερον τοῖς ἀνθρώποις τῆς ἀσωτίας· οἱ γὰρ πολλοὶ φιλοχρήματοι μᾶλλον ἢ δοτικοί.
然而,吝啬是无可救药的(因为老年和各种无能似乎都会使人变得吝啬),而且对人类而言,它比挥霍更为根深蒂固;因为大多数人更爱钱财,而不是乐于施与。
καὶ διατείνει δʼ ἐπὶ πολύ, καὶ πολυειδές ἐστιν· πολλοὶ γὰρ τρόποι δοκοῦσι τῆς ἀνελευθερίας εἶναι.
它还延伸得很广,并且是多种多样的;因为吝啬似乎有许多种方式。
ἐν δυσὶ γὰρ οὖσα, τῇ τʼ ἐλλείψει τῆς δόσεως καὶ τῇ ὑπερβολῇ τῆς λήψεως, οὐ πᾶσιν ὁλόκληρος παραγίνεται, ἀλλʼ ἐνίοτε χωρίζεται, καὶ οἳ μὲν τῇ λήψει ὑπερβάλλουσιν, οἳ δὲ τῇ δόσει ἐλλείπουσιν.
由于它表现在施与的不足和接受的过度这两件事上,它并不会完整地出现在所有人身上,而是有时分裂开来,有些人在接受上过度,有些人则在施与上不足。
οἱ μὲν γὰρ ἐν ταῖς τοιαύταις προσηγορίαις οἷον φειδωλοὶ γλίσχροι κίμβικες, πάντες τῇ δόσει ἐλλείπουσι, τῶν δʼ ἀλλοτρίων οὐκ ἐφίενται οὐδὲ βούλονται λαμβάνειν, οἳ μὲν διά τινα ἐπιείκειαν καὶ εὐλάβειαν τῶν αἰσχρῶν ʽδ̔οκοῦσι γὰρ ἔνιοι ἢ φασί γε διὰ τοῦτο φυλάττειν, ἵνα μή ποτʼ ἀναγκασθῶσιν αἰσχρόν τι πρᾶξαι· τούτων δὲ καὶ ὁ κυμινοπρίστης καὶ πᾶς ὁ τοιοῦτος· ὠνόμασται δʼ ἀπὸ τῆς ὑπερβολῆς τοῦ μηδὲν ἂν δοῦναἰ· οἳ δʼ αὖ διὰ φόβον ἀπέχονται τῶν ἀλλοτρίων ὡς οὐ ῥᾴδιον αὐτὸν μὲν τὰ ἑτέρων λαμβάνειν, τὰ δʼ αὐτοῦ ἑτέρους μή· ἀρέσκει οὖν αὐτοῖς τὸ μήτε λαμβάνειν μήτε διδόναι.
因为那些有着诸如“省俭”、“小气”、“守财奴”等称呼的人,都在施与上不足,但他们并不觊觎他人的财物,也不想接受,有些人是因为某种体面以及对可耻之事的警惕(因为有些人似乎是,或者至少他们自称是为了这个原因而守护财产,以免有朝一日被迫做出某种可耻的事情;在这些人中也包括“连克敏香料都要切开的人”以及所有这一类人,他因绝不给予任何东西的过度行为而得名);而另一些人则是因为恐惧而避开他人的财物,认为自己要获取别人的东西而别人不获取自己的东西并不容易;因此,他们满足于既不接受也不给予。
οἳ δʼ αὖ κατὰ τὴν λῆψιν ὑπερβάλλουσι τῷ πάντοθεν λαμβάνειν καὶ πᾶν, οἷον οἱ τὰς ἀνελευθέρους ἐργασίας ἐργαζόμενοι, πορνοβοσκοὶ καὶ πάντες οἱ τοιοῦτοι, καὶ τοκισταὶ κατὰ μικρὰ καὶ ἐπὶ πολλῷ.
另一些人则在接受上过度,表现为从所有地方接受所有东西,例如那些从事下贱职业的人、娼妓鸨母及所有此类人,以及以高利率放小额贷款的高利贷者。
πάντες γὰρ οὗτοι ὅθεν οὐ δεῖ λαμβάνουσι, καὶ ὁπόσον οὐ δεῖ.
因为所有这些人都是从不当的地方,接受了不当的数额。
κοινὸν δʼ ἐπʼ αὐτοῖς ἡ αἰσχροκέρδεια φαίνεται· πάντες γὰρ ἕνεκα κέρδους, καὶ τούτου μικροῦ, ὀνείδη ὑπομένουσιν.
在他们身上,显而易见共同具有着卑鄙牟利的特征;因为他们都为了利益,而且是微小的利益,而甘受耻辱。
τοὺς γὰρ τὰ μεγάλα μὴ ὅθεν δὲ δεῖ λαμβάνοντας, μηδὲ ἃ δεῖ, οὐ λέγομεν ἀνελευθέρους, οἷον τοὺς τυράννους πόλεις πορθοῦντας καὶ ἱερὰ συλῶντας, ἀλλὰ πονηροὺς μᾶλλον καὶ ἀσεβεῖς καὶ ἀδίκους.
因为那些从不当的地方获取大宗财物,且获取不当之物的人,我们不称他们为吝啬,例如那些掠夺城市和抢劫神庙的僭主,而更称他们为邪恶、不敬和不义。
ὁ μέντοι κυβευτὴς καὶ ὁ λωποδύτης καὶ ὁ λῃστὴς τῶν ἀνελευθέρων εἰσίν· αἰσχροκερδεῖς γάρ.
然而,赌徒、衣物小偷和强盗是属于吝啬之人的;因为他们是卑鄙牟利者。
κέρδους γὰρ ἕνεκα ἀμφότεροι πραγματεύονται καὶ ὀνείδη ὑπομένουσιν, καὶ οἳ μὲν κινδύνους τοὺς μεγίστους ἕνεκα τοῦ λήμματος, οἳ δʼ ἀπὸ τῶν φίλων κερδαίνουσιν, οἷς δεῖ διδόναι.
因为两者都为了利益而忙碌并甘受耻辱,而且一些人为了所得而冒着极大的危险,另一些人则从朋友那里牟利,而他们本应当给予朋友。
ἀμφότεροι δὴ ὅθεν οὐ δεῖ κερδαίνειν βουλόμενοι αἰσχροκερδεῖς· καὶ πᾶσαι δὴ αἱ τοιαῦται λήψεις ἀνελεύθεροι.
因此,两者都想从不当的地方牟利,因而是卑鄙牟利者;所有这一类的接受都是不慷慨的。
εἰκότως δὲ τῇ ἐλευθεριότητι ἀνελευθερία ἐναντίον λέγεται· μεῖζόν τε γάρ ἐστι κακὸν τῆς ἀσωτίας, καὶ μᾶλλον ἐπὶ ταύτην ἁμαρτάνουσιν ἢ κατὰ τὴν λεχθεῖσαν ἀσωτίαν.
吝啬被说成是慷慨的对立面是理所当然的;因为它是比挥霍更大的恶,而且人们在这方面犯错比在上述挥霍中犯错更多。
περὶ μὲν οὖν ἐλευθεριότητος καὶ τῶν ἀντικειμένων κακιῶν τοσαῦτʼ εἰρήσθω.
关于慷慨和与之相反的恶德,就说这么多吧。