§7.10#1λέγονται δὲ φιλίαι συγγενικὴ ἑταιρικὴ κοινωνικὴ ἡ λεγομένη πολιτική.
友愛には、親族の友愛、仲間の友愛、そして政治的友愛と呼ばれる共同体の友愛があると言われる。
ἔστι μὲν συγγενικὴ πολλὰ ἔχουσα εἴδη, ἣ μὲν ὡς ἀδελφῶν, ἣ δʼ ὡς πατρὸς καὶ υἱῶν (καὶ γὰρ κατʼ ἀναλογίαν, οἷον ἡ πατρική, καὶ κατʼ ἀριθμόν, οἷον ἡ τῶν ἀδελφῶν·
親族の友愛には多くの種類があり、一つは兄弟のそれ、他方は父親と息子のそれである(というのも、父親のそれのように比例に基づくものもあれば、兄弟のそれのように数に基づくものもあるからである。
ἐγγὺς γὰρ αὕτη τῆς ἑταιρικῆς· ἐπιλαμβάνουσι γὰρ καὶ ἐνταῦθα πρέσβειον)·
実際、兄弟のそれは仲間の友愛に近く、そこでは年長の特権も主張されるからである)。
ἡ δὲ πολιτικὴ συνέστηκε μὲν κατὰ τὸ χρήσιμον καὶ μάλιστα.
しかし、政治的友愛は、とりわけ有用さに基づいて成り立っている。
διὰ γὰρ τὸ μὴ αὐταρκεῖν δοκοῦσι συνελθεῖν, ἐπεὶ συνῆλθόν γʼ ἂν καὶ τοῦ συζῆν χάριν.
なぜなら、自足していないがゆえに、人々は集まったと思われるからであり、もっとも、共に生きることそれ自体の目的のためにも彼らは集まったであろうが。
μόνη δʼ ἡ πολιτικὴ καὶ ἡ παρʼ αὐτὴν παρέκβασις οὐ μόνον φιλίαι, ἀλλὰ καὶ ὡς φίλοι κοινωνοῦσιν·
しかし、政治的友愛と、それからの逸脱としての国制だけが、単に友愛であるだけでなく、人々が友として共同するものである。
αἱ δʼ ἄλλαι καθʼ ὑπεροχήν.
その他の友愛は優越に基づいている。
μάλιστα δὲ δίκαιον τὸ ἐν τῇ τῶν χρησίμων φιλίᾳ, διὰ τὸ τοῦτʼ εἶναι τὸ πολιτικὸν δίκαιον.
しかし、有用なものの友愛における正義こそが、最も真正な正義である。 なぜなら、これこそが政治的正義だからである。
ἄλλον γὰρ τρόπον συνῆλθον πρίων καὶ τέχνη, οὐχ ἕνεκα κοινοῦ τινος (οἷον γὰρ ὄργανον καὶ ψυχή) ἀλλὰ τοῦ χρωμένου ἕνεκεν.
鋸と技術とは別の方法で結びついているのであって、何か共通の目的のためではなく(というのもそれらは道具と魂のようなものだからである)、それらを使う者のためだからである。
συμβαίνει δὲ καὶ τοῦτο ὄργανον ἐπιμελείας τυγχάνειν, ἧς δίκαιον πρὸς τὸ ἔργον·
しかし、この道具も配慮を受けることになり、その配慮は作品に対する正義を持つ。
ἐκείνου γὰρ ἕνεκεν ἐστίν.
なぜなら、道具はその作品のために存在するからである。
καὶ τὸ τρυπάνῳ εἶναι διττόν, ὧν τὸ κυριώτερον ἡ ἐνέργεια, ἡ τρύπησις.
また、錐の本質も二重であり、そのうちでより主たるものは活動、すなわち穴を開けることである。
καὶ ἐν τούτῳ τῷ εἴδει σῶμα καὶ δοῦλος, ὥσπερ εἴρηται πρότερον.
そして、この類の中に肉体と奴隷も含まれる、以前に述べられたように。
τὸ δὴ ζητεῖν πῶς δεῖ τῷ φίλῳ ὁμιλεῖν, τὸ ζητεῖν δίκαιόν τι ἐστίν.
したがって、友とどのように交わるべきかを尋ねることは、ある種の正義を尋ねることである。
καὶ γὰρ ὅλως τὸ δίκαιον ἅπαν πρὸς φίλον.
なぜなら、およそすべての正義は友に対するものだからである。
τό τε γὰρ δίκαιόν τισι καὶ κοινωνοῖς, καὶ ὁ φίλος κοινωνός, ὃ μὲν γένους, ὃ δὲ βίου.
というのも、正義とは特定の人々、すなわち共同者たちの間に存するものであり、友もまた共同者(一方は血統の、他方は生活の共同者)だからである。
ὁ γὰρ ἄνθρωπος οὐ μόνον πολιτικὸν ἀλλὰ καὶ οἰκονομικὸν ζῷον, καὶ οὐχ ὥσπερ τἆλλά ποτε συνδυάζεται καὶ τῷ τυχόντι θήλει καὶ ἄρρενι ἀλλʼ αἱ διὰ δύμον αὐλικόν, ἀλλὰ κοινωνικὸν ἄνθρωπος ζῷον πρὸς οὓς φύσει συγγένεια ἐστίν·
なぜなら、人間は政治的動物であるだけでなく、家政的動物でもあり、他の動物のように時たま、たまたま出会った雌と雄とがつがうのとは異なり、人間は自然において親族関係にある人々に対して共同的な動物だからである。
καὶ κοινωνία τοίνυν καὶ δίκαιόν τι, καὶ εἰ μὴ πόλις εἴη·
したがって、国家が存在しないとしても、共同体とある種の正義は存在する。
οἰκία δʼ ἐστί τις φιλία.
そして家庭はある種の友愛である。
δεσπότου μὲν οὖν καὶ δούλου ἥπερ καὶ τέχνης καὶ ὀργάνων καὶ ψυχῆς καὶ σώματος, αἱ δὲ τοιαῦται οὔτε φιλίαι οὔτε δικαιοσύναι, ἀλλʼ ἀνάλογον, ὥσπερ καὶ τὸ ὑγιεινὸν οὐ δίκαιον, ἀλλʼ ἀνάλογον·
さて、主人と奴隷の関係は、技術と道具、あるいは魂と肉体の関係と同じであるが、このような関係は友愛でも正義でもなく、それに類比的なものにすぎない。 それは健康的なものが正義ではなく、それに類比的なものであるのと同様である。
γυναικὸς δὲ καὶ ἀνδρὸς φιλία ὡς χρήσιμον καὶ κοινωνία·
妻と夫の友愛は、有用なものとしての友愛であり、共同体である。
πατρὸς δὲ καὶ υἱοῦ ἡ αὐτὴ ἥπερ θεοῦ πρὸς ἄνθρωπον καὶ τοῦ εὖ ποιήσαντος πρὸς τὸν παθόντα καὶ ὅλως τοῦ φύσει ἄρχοντος πρὸς τὸν φύσει ἀρχόμενον·
父親と息子の関係は、神と人間の関係、また恩を施した者と受けた者の関係、そしておよそ本性的に支配する者と本性的に支配される者の関係と同じである。
ἣ δὲ τῶν ἀδελφῶν πρὸς ἀλλήλους ἑταιρικὴ μάλιστα ἡ κατʼ ἰσότητα.
これに対して、兄弟の互いに対する関係は、平等の関係であり、最も仲間の友愛に近い。
"
οὐ γάρ τι νόθος τῷδʼ ἀπεδείχθην·
「私はあの者に対して庶子と証明されたわけではない。
ἀμφοῖν δὲ πατὴρ αὑτὸς ἐκλήθη
Ζεὺς ἐμὸς ἄρχων.
両者の父は同じ方、私の支配者たるゼウスと名付けられたのだから。
"
ταῦτα γὰρ ὡς τὸ ἴσον ζητούντων λέγεται.
」なぜなら、これらの言葉は平等を求める人々の言葉として語られているからである。
διὸ ἐν οἰκίᾳ πρῶτον ἀρχαὶ καὶ πηγαὶ φιλίας καὶ πολιτείας καὶ δικαίου.
それゆえ、家庭の中にこそ、友愛、国制、そして正義の最初の始まりと源泉がある。
ἐπεὶ δὲ φιλίαι τρεῖς, κατʼ ἀρετήν, κατὰ τὸ χρήσιμον, κατὰ τὸ ἡδύ, τούτων δὲ ἑκάστης δύο διαφοραί (ἣ μὲν γὰρ καθʼ ὑπεροχὴν ἣ δὲ κατʼ ἰσότητά ἐστιν ἑκάστη αὐτῶν, τὸ δὲ δίκαιον τὸ περὶ αὐτὰς ἐκ τῶν ἀμφισβητησάντων δῆλον), ἐν μὲν τῇ καθʼ ὑπεροχὴν ἀξιοῦται τὸ ἀνάλογον, ἀλλʼ οὐχ ὡσαύτως, ἀλλʼ ὁ μὲν ὑπερέχων ἀνεστραμμένως τὸ ἀνάλογον, ὡς αὐτὸς πρὸς τὸν ἐλάττω, οὕτω τὸ παρὰ τοῦ ἐλάττονος γινόμενον πρὸς τὸ παρʼ αὐτοῦ, διακείμενος ὥσπερ ἄρχων πρὸς ἀρχόμενον·
ところで、友愛には徳によるもの、有用さによるもの、快楽によるものの三つがあり、それらの各々に二つの差異がある(というのも、それら各々の中に優越に基づくものと平等に基づくものがあり、それらに関する正義は、互いに言い争う人々から明らかであるからである)。 優越に基づく友愛においては、比例的なものが求められるが、同じようではなく、優越する者は逆比例を要求する。 すなわち、自分が劣る者に対しているように、劣る者から提供されるものが自分から提供されるものに対してあるべきだ、というように。 彼はあたかも支配者が被支配者に対するように構えているのである。
εἰ δὲ μὴ τοῦτο, ἀλλὰ τὸ ἴσον κατʼ ἀριθμὸν ἀξιοῖ.
しかし、もしそうでなければ、彼は数における平などを要求する。
καὶ γὰρ δὴ καὶ ἐπὶ τῶν ἄλλων κοινωνιῶν οὕτω συμβαίνει.
というのも、他の共同体においてもそのようになるからである。
ὁτὲ μὲν γὰρ ἀριθμῷ τοῦ ἴσου μετέχουσιν, ὁτὲ δὲ λόγῳ.
ある時は数において等しいものを分かち合い、ある時は比率において分かち合うからである。
εἰ μὲν γὰρ ἴσον ἀριθμῷ εἰσήνεγκον ἀργύριον, ἴσον καὶ τῷ ἴσῳ ἀριθμῷ διαλαμβάνουσιν, εἰ δὲ μὴ ἴσον, ἀνάλογον.
なぜなら、もし数において等しい金銭を出し合ったなら、等しく数において同じ分を受け取るが、もし等しくなければ、比例して受け取るからである。
ὁ δʼ ὑπερεχόμενος τοὐναντίον στρέφει τὸ ἀνάλογον, καὶ κατὰ διάμετρον συζεύγνυσιν.
しかし、劣っている者は比例を逆に回転させ、対角線的に結合させる。
δόξειε δʼ ἂν οὕτως ἐλαττοῦσθαι ὁ ὑπερέχων καὶ λειτουργία ἡ φιλία καὶ ἡ κοινωνία.
しかし、このようにすると、優越している者が不利益を被り、友愛や共同体が一方的な奉仕であるかのように思われるだろう。
δεῖ ἄρα τινὶ ἑτέρῳ ἀνισάσαι καὶ ποιῆσαι ἀνάλογον.
したがって、他の何かによって不平等を正し、比例的にしなければならない。
τοῦτο δʼ ἐστὶν ἡ τιμή, ὅπερ καὶ τῷ ἄρχοντι φύσει καὶ θεῷ πρὸς τὸ ἀρχόμενον.
そして、これこそが名誉であり、本性的な支配者や神が被支配者に対して持つものである。
δεῖ δὲ ἰσασθῆναι τὸ κέρδος πρὸς τὴν τιμήν.
そして、利益が名誉と釣り合わされねばならない。