§7.1περὶ φιλίας, τί ἐστι καὶ ποῖόν τι, καὶ τίς ὁ φίλος, καὶ πότερον ἡ φιλία μοναχῶς λέγεται ἢ πλεοναχῶς, καὶ εἰ πλεοναχῶς, πόσα ἐστίν, ἔτι δὲ πῶς χρηστέον τῷ φίλῳ καὶ τί τὸ δίκαιον τὸ φιλικόν, ἐπισκεπτέον οὐθενὸς ἧττον τῶν περὶ τὰ ἤθη καλῶν καὶ αἱρετῶν.
友愛について、それが何であり、いかなる性質のものであるか、また友とは誰か、友愛は一義的に語られるのか、それとも多義的に語られるのか、そして多義的であるなら、それはいくつあるのか、さらに友をどのように遇すべきか、友愛における正義とは何であるか、これらは品性に関する美しく選択されるべき他のいかなるものにも劣らず検討されねばならない。
τῆς τε γὰρ πολιτικῆς ἔργον εἶναι δοκεῖ μάλιστα ποιῆσαι φιλίαν, καὶ τὴν ἀρετὴν διὰ τοῦτό φασιν εἶναι χρήσιμον·
というのも、国制技術の仕事は最大の意味において友愛を作り出すことであると思われており、まさにこのために人々は徳が有用であると言うからである。
οὐ γὰρ ἐνδέχεσθαι φίλους ἑαυτοῖς εἶναι τοὺς ἀδικουμένους ὑπʼ ἀλλήλων.
なぜなら、互いに不正を働かれている者同士が互いに友であることは不可能だからである。
ἔτι τὸ δίκαιον καὶ τὸ ἄδικον περὶ τοὺς φίλους εἶναι μάλιστα πάντες φαμέν, καὶ ὁ αὐτὸς δοκεῖ ἀνὴρ εἶναι καὶ ἀγαθὸς καὶ φίλος, καὶ φιλία ἠθική τις εἶναι ἕξις, καὶ ἐάν τις βούληται ποιῆσαι ὥστε μὴ ἀδικεῖν, ἀλλʼ εἰς φίλους ποιῆσαι·
さらに、正義と不正は友のあいだにおいて最も成り立っていると私たちは皆言っているし、同一の人が善良であり、かつ友であると思われる。 また、友愛は一種の品性的な状態であり、もし人が他人に不正を行わせないようにしたいと望むなら、彼らを友にすべきである。
οἱ γὰρ ἀληθινοὶ φίλοι οὐκ ἀδικοῦσιν.
なぜなら、真の友は不正を働かないからである。
ἀλλὰ μὴν καὶ ἐὰν δίκαιοι ὦσιν, οὐκ ἀδικήσουσιν·
だがしかし、彼らが正義に適った者であるなら、不正を行わないであろう。
ἢ ταὐτὸν ἄρα ἢ ἐγγύς τι ἡ δικαιοσύνη καὶ ἡ φιλία.
それゆえ、正義と友愛は同一であるか、あるいは極めて近いものである。
πρὸς δὲ τούτοις τῶν μεγίστων ἀγαθῶν τὸν φίλον εἶναι ὑπολαμβάνομεν, τὴν δὲ ἀφιλίαν καὶ τὴν ἐρημίαν δεινότατον, ὅτι ὁ βίος ἅπας καὶ ἡ ἑκούσιος ὁμιλία μετὰ τούτων·
これらに加えて、私たちは友を最大の善きものの一つであると受け止めており、友がいないことや孤独を最も恐るべきことと考えている。 なぜなら、生の全体と自発的な交わりは、これらと共にあるからである。
μετʼ οἰκείων γὰρ ἢ μετὰ συγγενῶν ἢ μεθʼ ἑταίρων συνδιημερεύομεν, ἢ τέκνων ἢ γονέων ἢ γυναικός.
実際、私たちは身内の者、親族、あるいは仲間、子ども、親、あるいは妻と共に日々を過ごす。
καὶ τὰ ἴδια δίκαια τὰ πρὸς τοὺς φίλους ἐστὶν ἐφʼ ἡμῖν μόνον, τὰ δὲ πρὸς τοὺς ἄλλους νενομοθέτηται, καὶ οὐκ ἐφʼ ἡμῖν.
また、友に対する個別の正義の事柄は私たち自身にのみ委ねられているが、他者に対する正義の事柄は法制化されており、私たち自身に委ねられているわけではない。
ἀπορεῖται δὲ πολλὰ περὶ τῆς φιλίας, πρῶτον μὲν ὡς οἱ ἔξωθεν παραλαμβάνοντες καὶ ἐπὶ πλέον λέγοντες·
友愛については多くの難問が提起される。 まず第一に、外部の議論を取り入れてより広く語る人々によって提起される難問である。
δοκεῖ γὰρ τοῖς μὲν τὸ ὅμοιον τῷ ὁμοίῳ εἶναι φίλον, ὅθεν εἴρηται
"
ὡς αἰεὶ τὸν ὅμοιον ἄγει θεὸς ὡς τὸν ὅμοιον· "
"καὶ γὰρ κολοιὸς παρὰ κολοιόν· "
"ἔγνω δὲ φώρ τε φῶρα, καὶ λύκος λύκον.
というのも、ある人々には、類は友を呼ぶと思われるからであり、そこから次のように言われている。 「神は常に似た者を似た者のもとへと導く」、「烏は烏のそばに」、「泥棒は泥棒を知り、狼は狼を知る」。
"
οἱ δὲ φυσιολόγοι καὶ τὴν ὅλην φύσιν διακοσμοῦσιν ἀρχὴν λαβόντες τὸ τὸ ὅμοιον ἰέναι πρὸς τὸ ὅμοιον, διὸ Ἐμπεδοκλῆς καὶ τὴν κύνʼ ἔφη καθῆσθαι ἐπὶ τῆς κεραμῖδος διὰ τὸ ἔχειν πλεῖστον ὅμοιον.
他方で、自然哲学者たちは、似たものが似たものへと向かうということを原理として自然全体を秩序づけている。 それゆえ、エンペドクレスは、犬が瓦の上に座っているのは、瓦が最も似た性質を持っているからだ、と述べたのである。
οἳ μὲν οὖν οὕτω τὸ φίλον λέγουσιν· οἳ δὲ τὸ ἐναντίον τῷ ἐναντίῳ φασὶν εἶναι φίλον.
このように一方は友なるものを語るが、他方は、相反するものが相反するものにとって友であると主張する。
τὸ μὲν γὰρ ἐρώμενον καὶ ἐπιθυμητὸν πᾶσιν εἶναι φίλον, ἐπιθυμεῖ δὲ οὐ τὸ ξηρὸν τοῦ ξηροῦ, ἀλλʼ ὑγροῦ, ὅθεν εἴρηται
"ἐρᾷ μὲν ὄμβρου γαῖα"
καὶ τὸ
"
μεταβολὴ πάντων γλυκύ.
というのも、愛されるものや望まれるものがすべての人にとって友であるが、乾燥したものは乾燥したものを望むのではなく、湿ったものを望むからであり、それゆえに次のように言われている。 「大地は雨を恋い慕う」、そして「すべてのものの変化は甘美である」。
"
ἡ δὲ μεταβολὴ εἰς τοὐναντίον.
そして変化とは相反するものへの移行である。
τὸ δʼ ὅμοιον ἐχθρὸν τῷ ὁμοίῳ·
他方で、似たものは似たものにとって敵である。
καὶ γὰρ
"
κεραμεὺς κεραμεῖ κοτέει,
"
καὶ τὰ ἀπὸ τῶν αὐτῶν τρεφόμενα πολέμια ἀλλήλοις ζῷα.
実際、「陶工は陶工を妬む」と言われるし、同じものから栄養を得る動物同士は互いに敵対する。
αὗται μὲν οὖν αἱ ὑπολήψεις τοσοῦτον διεστᾶσιν.
さて、これらの見解はこれほどまでにかけ離れている。
αἳ μὲν γὰρ τὸ ὅμοιον φίλον, τὸ δʼ ἐναντίον πολέμιον,
"
τῷ πλέονι δʼ αἰεὶ πολέμιον καθίσταται
τοὔλασσον, ἐχθρᾶς θʼ ἡμέρας κατάρχεται,
"
ἔτι δὲ καὶ οἱ τόποι κεχωρισμένοι τῶν ἐναντίων, ἡ δὲ φιλία δοκεῖ συνάγειν·
一方は、似たものが友であり、相反するものは敵であるとし、「より大なるものに対して、より小なるものは常に敵として立ちはだかり、敵意ある日々の始まりとなる」と言い、さらに相反するものの場所は互いに隔てられているが、友愛は結びつけるものと思われる。
οἳ δὲ τὰ ἐναντία φίλα, καὶ Ἡράκλειτος ἐπιτιμᾷ τῷ ποιήσαντι
"
ὡς ἔρις ἔκ τε θεῶν καὶ ἀνθρώπων ἀπόλοιτο,
"
οὐ γὰρ ἂν εἶναι ἁρμονίαν μὴ ὄντος ὀξέος καὶ βαρέος, οὐδὲ τὰ ζῷα ἄνευ θήλεως καὶ ἄρρενος ἐναντίων ὄντων.
これに対し、他方は相反するものが友であるとし、ヘラクレイトスも次の詩句を作った者を非難している。 「神々と人間の間から争いが消え去らんことを」。 なぜなら、高音と低音が存在しなければ調和はありえず、また、相反するものである雌と雄がいなければ、動物も存在しないからである。
δύο μὲν αὗται δόξαι περὶ φιλίας εἰσί, λίαν τε καθόλου καὶ κεχωρισμέναι τοσοῦτον·
これら二つの友愛に関する意見は、あまりに一般的であり、これほど大きく隔たっている。
ἄλλαι δὲ ἤδη ἐγγυτέρω καὶ οἰκεῖαι τῶν φαινομένων.
しかし、今や現象により近く、より密接な他の意見が存在する。
τοῖς μὲν γὰρ οὐκ ἐνδέχεσθαι δοκεῖ τοὺς φαύλους εἶναι φίλους, ἀλλὰ μόνον τοὺς ἀγαθούς·
すなわち、ある人々には、劣悪な人々が友となることは不可能であり、ただ善い人々だけが友となり得ると思われる。
τοῖς δʼ ἄτοπον εἰ μὴ φιλοῦσιν αἱ μητέρες τὰ τέκνα (φαίνεται δὲ καὶ ἐν τοῖς θηρίοις ἐνοῦσα φιλία· προαποθνήσκειν γοῦν αἱροῦνται τῶν τέκνων)·
他方、別の人々には、母親が子どもを愛さないとしたら奇妙なことだと思われる(実際、野獣たちの間にも友愛が存在していることは明らかであり、少なくとも彼らは、子どものために死ぬことを選ぶ)。
τοῖς δὲ τὸ χρήσιμον δοκεῖ φίλον εἶναι μόνον.
さらに、別の人々には、有用なものだけが友であると思われる。
σημεῖον δʼ ὅτι καὶ διώκουσι ταῦτα πάντες, τὰ δὲ ἄχρηστα καὶ αὐτοὶ αὑτῶν ἀποβάλλουσιν·
その兆候は、誰もがこれらを追い求め、無用なものは自分自身の身体からさえ排除することである。
ὥσπερ Σωκράτης ὁ γέρων ἔλεγε τὸν πτύελον καὶ τὰς τρίχας καὶ τοὺς ὄνυχας παραβάλλων, καὶ τὰ μόρια ὅτι ῥιπτοῦμεν τὰ ἄχρηστα, καὶ τέλος τὸ σῶμα, ὅταν ἀποθάνῃ·
年老いたソクラテスが、唾や髪の毛や爪を例に引いて言っていたように、私たちは無用な部位を投げ捨て、最後には、死んだときには身体をも投げ捨てる。
ἄχρηστος γὰρ ὁ νεκρός.
死体は無用だからである。
οἷς δὲ χρήσιμον, φυλάττουσιν, ὥσπερ ἐν Αἰγύπτῳ.
しかし、それが有用である人々は、エジプトにおけるように、それを保存するのである。
ταῦτα δὴ πάντα δοκεῖ μὲν ὑπεναντία ἀλλήλοις εἶναι.
これらすべてのことは、互いに相反するように思われる。
τό τε γὰρ ὅμοιον ἄχρηστον τῷ ὁμοίῳ, καὶ ἐναντιότης ὁμοιότητος ἀπέχει πλεῖστον, καὶ τὸ ἐναντίον ἀχρηστότατον τῷ ἐναντίῳ·
なぜなら、似たものは似たものにとって無用であり、また相反することは類似することから最も遠く隔たっており、相反するものは相反するものにとって最も無用だからである。
φθαρτικὸν γὰρ τοῦ ἐναντίου τὸ ἐναντίον.
相反するものは、相反するものを破壊する性質を持っているからである。
ἔτι δοκεῖ τοῖς μὲν ῥᾴδιον τὸ κτήσασθαι φίλον· τοῖς δὲ σπανιώτατον γνῶναι, καὶ οὐκ ἐνδέχεσθαι ἄνευ ἀτυχίας (τοῖς γὰρ εὖ πράττουσι βούλονται πάντες δοκεῖν φίλοι εἶναι)·
さらに、ある人々には、友を得ることは容易であると思われるが、他の人々には、それを知ることは極めてまれであり、不運なしには不可能であると思われる(なぜなら、順調にいっている人々に対しては、誰もが友であると思われたいと望むからである)。
οἳ δʼ οὐδὲ τοῖς συνδιαμένουσιν ἐν ταῖς ἀτυχίαις ἀξιοῦσι πιστεύειν, ὡς ἐξαπατῶντας καὶ προσποιουμένους, ἵνα κτήσωνται διὰ τῆς τῶν ἀτυχούντων ὁμιλίας πάλιν εὐτυχούντων φιλίαν.
また、別の人々は、不運のなかにあっても共にとどまり続ける人々さえ信じるに値しないとする。 彼らは、不運にある人々との交際を通じて、彼らが再び幸運になったときの友愛を手に入れようと、だまし偽っているのだと考えるからである。