§3.3τὸν αὐτὸν δὲ τρόπον ληπτέον καὶ περὶ πραότητος καὶ χαλεπότητος·
同様な方法で、温厚さと気難しさについても理解せねばならない。
καὶ γὰρ τὸν πρᾶον περὶ λύπην τὴν ἀπὸ θυμοῦ γιγνομένην ὁρῶμεν ὄντα, τῷ πρὸς ταύτην ἔχειν πώς.
というのも、温厚な人は怒りから生じる苦痛に関わっており、これに対してある特定のあり方をしているのを我々は目にするからである。
διεγράψαμεν δὲ καὶ ἀντεθήκαμεν τῷ ὀργίλῳ καὶ χαλεπῷ καὶ ἀγρίῳ (πάντα γὰρ τὰ τοιαῦτα τῆς αὐτῆς ἐστι διαθέσεως) τὸν ἀνδραποδώδη καὶ τὸν ἀνόητον.
そして、我々は怒りっぽい人、気難しい人、粗暴な人(これらすべては同じ状態に属する)に対して、奴隷的な人と愚鈍な人を対置した。
σχεδὸν γὰρ ταῦτα μάλιστα καλοῦσι τοὺς μηδʼ ἐφʼ ὅσοις δεῖ κινουμένους τὸν θυμόν, ἀλλὰ προπηλακιζομένους εὐχερῶς καὶ ταπεινοὺς πρὸς τὰς ὀλιγωρίας.
なぜなら、人々は、怒るべきことにさえ怒りを動かされず、容易に侮辱され、軽蔑に対して卑屈な人たちのことを、ほぼ何よりもこのように呼ぶからである。
ἔστι γὰρ ἀντικείμενον τῷ μὲν ταχὺ τὸ μόλις, τῷ δʼ ἠρέμα τὸ σφόδρα, τῷ δὲ πολὺν χρόνον τὸ ὀλίγον λυπεῖσθαι ταύτην τὴν λύπην ἣν καλοῦμεν θυμόν.
というのも、「すぐに」に対しては「かろうじて」が、「穏やかに」に対しては「激しく」が、そして「長い時間」に対しては「短い時間」、我々が怒りと呼ぶこの苦痛を感じることが、対立しているからである。
ἐπεὶ δʼ ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων εἴπομεν, καὶ ἐνταῦθʼ ἐστὶν ὑπερβολὴ καὶ ἔλλειψις (ὁ μὲν γὰρ χαλεπὸς τοιοῦτος ἐστίν, ὁ καὶ θᾶττον καὶ μᾶλλον πάσχων καὶ πλείω χρόνον καὶ ὅτʼ οὐ δεῖ καὶ ὁποίοις οὐ δεῖ καὶ ἐπὶ πολλοῖς, ὁ δʼ ἀνδραποδώδης τοὐναντίον), δῆλον ὅτι ἔστι τις καὶ ὁ μέσος τῆς ἀνισότητος.
そして、他のものについても言ったように、ここでも超過と不足が存在するのだから(というのも、気難しい人とは、より早く、より強く、より長い時間、また怒るべきでないときに、怒るべきでない相手に対して、また多くのことに対して影響を受けるような人であり、奴隷的な人はその反対であるから)、不均衡の中にもある種の中庸な人が存在することは明らかである。
ἐπεὶ οὖν ἡμαρτημέναι ἀμφότεραι αἱ ἕξεις ἐκεῖναι, φανερὸν ὅτι ἐπιεικὴς ἡ μέση τούτων ἕξις·
したがって、あれら両方の状態が誤ったものである以上、それらの中間の状態が適度なものであることは明白である。
οὔτε γὰρ προτερεῖ οὔθʼ ὑστερίζει οὔτε οἷς οὐ δεῖ ὀργίζεται οὔτε οἷς δεῖ οὐκ ὀργίζεται.
なぜなら、それは先走りもせず遅れもしないし、怒るべきでない相手に怒ることもなく、怒るべき相手に怒らないということもないからである。
ὥστʼ ἐπεὶ καὶ πραότης ἡ βελτίστη ἕξις περὶ ταῦτα τὰ πάθη ἐστίν, εἴη καὶ ἡ πραότης μεσότης τις, καὶ ὁ πρᾶος μέσος τοῦ χαλεποῦ καὶ τοῦ ἀνδραποδώδους.
したがって、温厚さがこれらの感情に関して最善の状態である以上、温厚さもある種の中庸であり、温厚な人は気難しい人と奴隷的な人の中間であるだろう。
§3.4ἔστι δὲ καὶ ἡ μεγαλοψυχία καὶ ἡ μεγαλοπρέπεια καὶ ἡ ἐλευθεριότης μεσότητες.
また、器の大きさと豪奢と自由人の気風も中庸である。
ἡ μὲν ἐλευθεριότης περὶ χρημάτων κτῆσιν καὶ ἀποβολήν.
自由人の気風は財産の獲得と出費に関するものである。
ὁ μὲν γὰρ κτήσει μὲν πάσῃ μᾶλλον χαίρων ἢ δεῖ, ἀποβολῇ δὲ πάσῃ λυπούμενος μᾶλλον ἢ δεῖ ἀνελεύθερος, ὁ δʼ ἀμφότερα ἧττον ἢ δεῖ ἄσωτος, ὁ δʼ ἄμφω ὡς δεῖ ἐλευθέριος.
なぜなら、あらゆる獲得を必要以上に喜び、あらゆる出費を必要以上に悲しむ人は不自由であり、両方を必要以下にする人は放蕩であり、両方を適切に行う人が自由人だからである。
τοῦτο δὲ λέγω τὸ ὡς δεῖ, καὶ ἐπὶ τούτων καὶ ἐπὶ τῶν ἄλλων, τὸ ὡς ὁ λόγος ὁ ὀρθός.
そして、これらについても他のものについても、私が「適切に」と言うのは、正しい理が命じる通りに、ということである。
ἐπεὶ δʼ ἐκεῖνοι μέν εἰσιν ἐν ὑπερβολῇ καὶ ἐλλείψει, ὅπου δὲ ἔσχατα εἰσί, καὶ μέσον, καὶ τοῦτο βέλτιστον, ἓν δὲ περὶ ἕκαστον τῷ εἴδει τὸ βέλτιστον· ἀνάγκη καὶ τὴν ἐλευθεριότητα μεσότητα εἶναι ἀσωτίας καὶ ἀνελευθερίας περὶ χρημάτων κτῆσιν καὶ ἀποβολήν.
そして、あれらの人々は超過と不足の中にあり、両極があるところには中間もあり、これが最善であり、それぞれの種について最善のものは一つである以上、自由人の気風も、財産の獲得と出費に関して、放蕩と不自由の中庸であることが必然である。
διχῶς δὲ τὰ χρήματα λέγομεν καὶ τὴν χρηματιστικήν.
ところで、我々は「財産」および「富の獲得術」を二通りの意味で言う。
ἣ μὲν γὰρ καθʼ αὑτὸ χρῆσις τοῦ κτήματος ἐστίν, οἷον ὑποδήματος ἢ ἱματίου, ἣ δὲ κατὰ συμβεβηκὸς μέν, οὐ μέντοι οὕτως ὡς ἂν εἴ τις σταθμῷ χρήσαιτο τῷ ὑποδήματι, ἀλλʼ οἷον ἡ πώλησις καὶ ἡ μίσθωσις·
すなわち、一方は財産の本質的な使用であり、例えば靴や衣服の使用であり、他方は付随的な使用であるが、ただし、靴を重りとして使うような仕方ではなく、例えば販売や賃貸のようなものである。
χρῆται γὰρ ὑποδήματι.
なぜなら、これらも靴を使用しているからである。
ὁ δὲ φιλάργυρος ὁ περὶ τὸ νόμισμά ἐστιν ἐσπουδακώς, τὸ δὲ νόμισμα τῆς κτήσεως ἀντὶ τῆς κατὰ συμβεβηκὸς χρήσεως ἐστίν·
そして、金銭愛好家とは貨幣に熱中している人であり、貨幣とは付随的な使用の代わりとしての所有物である。
ὁ δʼ ἀνελεύθερος ἂν εἴη καὶ ἄσωτος περὶ τὸν κατὰ συμβεβηκὸς τρόπον τοῦ χρηματισμοῦ, καὶ γὰρ ἐπὶ τοῦ κατὰ φύσιν χρηματισμοῦ τὴν αὔξησιν διώκει·
不自由な人と放蕩な人は、付随的な富の獲得方法に関わっているだろう。 というのも、不自由な人は自然に従った富の獲得においても増殖を追求するからである。
ὁ δʼ ἄσωτος ἐλλείπει τῶν ἀναγκαίων· ὁ δʼ ἐλευθέριος τὴν περιουσίαν δίδωσιν.
しかし、放蕩な人は必要なものに不足し、自由な人は余剰のものを与える。
αὐτῶν δὲ τούτων εἴδη λέγονται διαφέροντα τῷ μᾶλλον καὶ ἧττον περὶ μόρια, οἷον ἀνελεύθερος φειδωλὸς καὶ κίμβιξ καὶ αἰσχροκερδής, φειδωλὸς μὲν ἐν τῷ μὴ προΐεσθαι, αἰσχροκερδὴς δʼ ἐν τῷ ὁτιοῦν προσίεσθαι, κίμβιξ δὲ ὁ σφόδρα περὶ μικρὰ διατεινόμενος, παραλογιστὴς δὲ καὶ ἀποστερητὴς ὁ ἄδικος κατʼ ἀνελευθερίαν.
そして、これら自体の種も、部分における程度の差によって異なると言われ、例えば、不自由な人には「しみったれ」、「けちん坊」、「卑しい利を貪る者」がある。 「しみったれ」は出費しないことにおいてそうであり、「卑しい利を貪る者」はどんなものでも受け入れることにおいてそうであり、「けちん坊」は極めて些細なことにこだわる者であり、「不正な計算をする者」や「横領する者」は不自由さに起因する不正を行う者である。
καὶ τοῦ ἀσώτου ὡσαύτως λαφύκτης μὲν ὁ ἐν τῷ ἀτάκτως ἀναλίσκειν, ἀλόγιστος δὲ ὁ ἐν τῷ μὴ ὑπομένειν τὴν ἀπὸ λογισμοῦ λύπην.
また同様に、放蕩な人の中には、無秩序に浪費する「浪費家」や、計算することから生じる苦痛に耐えられない「無分別な者」がある。