§1.1ὁ μὲν ἐν Δήλῳ παρὰ τῷ θεῷ τὴν αὑτοῦ γνώμην ἀποφηνάμενος συνέγραψεν ἐπὶ τὸ προπύλαιον τοῦ Λητῴου, διελὼν οὐχ ὑπάρχοντα πάντα τῷ αὐτῷ, τό τε ἀγαθὸν καὶ τὸ καλὸν καὶ τὸ ἡδύ, ποιήσας
"
κάλλιστον τὸ δικαιότατον, λῷστον δʼ ὑγιαίνειν· ,
πάντων ἥδιστον δʼ οὗ τις ἐρᾷ τὸ τυχεῖν· "
tlg0002.
デロス島において神の御前で自らの見解を表明した人物は、すべてが同一のものに属しているわけではない、すなわち善と美と快は別のものであると区分して、レトの神殿のプロピュライオン(前門)に次のように書き記した。 「最も美しいものは最も正しいものであり、最も望ましいのは健やかであること、しかし、あらゆるものの中で最も快いのは、恋焦がれるものを手に入れることである。
tlg001 ἡμεῖς δʼ αὐτῷ μὴ συγχωρῶμεν.
」 tlg0002.tlg001 だが、私たちは彼に同意しないでおこう。
ἡ γὰρ εὐδαιμονία κάλλιστον καὶ ἄριστον ἁπάντων οὖσα ἥδιστον ἐστίν.
なぜなら、幸福はあらゆるものの中で最も美しく、かつ最も優れたものでありながら、同時に最も快いものだからである。
πολλῶν δʼ ὄντων θεωρημάτων ἃ περὶ ἕκαστον πρᾶγμα καὶ περὶ ἑκάστην φύσιν ἀπορίαν ἔχει καὶ δεῖται σκέψεως, τὰ μὲν αὐτῶν συντείνει πρὸς τὸ γνῶναι μόνον, τὰ δὲ καὶ περὶ τὰς κτήσεις καὶ περὶ τὰς πράξεις τοῦ πράγματος.
それぞれの事柄やそれぞれの本性について困難を提起し、探究を必要とする多くの考察対象が存在するが、それらのうちあるものは単に知ることに役立ち、他のものはその事柄の獲得や実践にも関わっている。
ὅσα μὲν οὖν ἔχει φιλοσοφίαν μόνον θεωρητικήν, λεκτέον κατὰ τὸν ἐπιβάλλοντα καιρόν, ὅ τι περ οἰκεῖον ἦν τῇ μεθόδῳ·
したがって、単に観照的な哲学を含むものについては、この方法に固有の事柄に即して、適切な機会に語るべきである。
πρῶτον δὲ σκεπτέον ἐν τίνι τὸ εὖ ζῆν καὶ πῶς κτητόν, πότερον φύσει γίγνονται πάντες εὐδαίμονες οἱ τυγχάνοντες ταύτης τῆς προσηγορίας, ὥσπερ μεγάλοι καὶ μικροὶ καὶ τὴν χροιὰν διαφέροντες, ἢ διὰ μαθήσεως, ὡς οὔσης ἐπιστήμης τινὸς τῆς εὐδαιμονίας, ἢ διά τινος ἀσκήσεως (πολλὰ γὰρ οὔτε κατὰ φύσιν οὔτε μαθοῦσιν ἀλλʼ ἐθισθεῖσιν ὑπάρχει τοῖς ἀνθρώποις, φαῦλα μὲν τοῖς φαύλως ἐθισθεῖσι, χρηστὰ δὲ τοῖς χρηστῶς), ἢ τούτων μὲν κατʼ οὐδένα τῶν τρόπων, δυοῖν δὲ θάτερον, ἤτοι καθάπερ οἱ νυμφόληπτοι καὶ θεόληπτοι τῶν ἀνθρώπων, ἐπιπνοίᾳ δαιμονίου τινὸς ὥσπερ ἐνθουσιάζοντες, ἢ διὰ τὴν τύχην ʽπολλοὶ γὰρ ταὐτόν φασιν εἶναι τὴν εὐδαιμονίαν καὶ τὴν εὐτυχίαν).
しかし、最初に探究すべきは、良く生きることは何の中にあり、どのようにして獲得されるかである。 すなわち、その呼び名を得ている人々は皆、大きい人や小さい人、あるいは肌の色が異なる人のように、生まれつき幸福になるのだろうか。 それとも学習によるのだろうか、あたかも幸福が何らかの科学(知識)であるかのように。 あるいは何らかの訓練によるのだろうか(多くのものは人間にとって、自然によるのでも学ぶことによるのでもなく、習慣づけられることによって備わるからであり、悪く習慣づけられた者には悪いものが、良く習慣づけられた者には善いものが備わる)。 あるいは、これらの方法のいずれでもなく、次の二つのうちいずれかによるのだろうか。 すなわち、神がかりの人や神に憑かれた人が神霊の息吹によって熱狂するようにして幸福になるのか、それとも幸運によるのか(多くの人が幸福と幸運を同一視しているからである)。
ὅτι μὲν οὖν ἡ παρουσία διὰ τούτων ἁπάντων ἢ τινῶν ἢ τινὸς ὑπάρχει τοῖς ἀνθρώποις, οὐκ ἄδηλον (ἅπασαι γὰρ αἱ γενέσεις σχεδὸν πίπτουσιν εἰς ταύτας τὰς ἀρχάς· καὶ γὰρ τὰς ἀπὸ τῆς διανοίας ἁπάσας πρὸς τὰς ἀπὸ ἐπιστήμης ἄν τις συναγάγοι πράξεις)·
したがって、幸福が存在することは、これらすべて、あるいはその一部、もしくはその一つを通じて人間に備わるということは、明らかである(およそすべての生成はこれらのような始原に帰着するからであり、思慮から生じるすべての行動も、科学から生じる行動へと集約できるからである)。
τὸ δʼ εὐδαιμονεῖν καὶ τὸ ζῆν μακαρίως καὶ καλῶς εἴη ἂν ἐν τρισὶ μάλιστα, τοῖς εἶναι δοκοῦσιν αἰρετωτάτοις.
しかし、幸福に生きること、そして至福に美しく生きることは、最も選択に値すると思われる主に三つのものの中にあるだろう。
οἳ μὲν γὰρ τὴν φρόνησιν μέγιστον εἶναί φασιν ἀγαθόν, οἳ δὲ τὴν ἀρετήν, οἳ δὲ τὴν ἡδονήν.
というのも、ある人々は知恵が最大の善であると言い、別の人々は徳を、さらに別の人々は快を言うからである。
καὶ πρὸς τὴν εὐδαιμονίαν ἔνιοι περὶ τοῦ μεγέθους αὐτῶν διαμφισβητοῦσι, συμβάλλεσθαι φάσκοντες θάτερον θατέρου μᾶλλον εἰς αὐτήν, οἳ μὲν ὡς οὖσαν μεῖζον ἀγαθὸν τὴν φρόνησιν τῆς ἀρετῆς, οἳ δὲ ταύτης τὴν ἀρετήν, οἳ δʼ ἀμφοτέρων τούτων τὴν ἡδονήν.
そして、幸福に関して、これらがどれほど貢献するかについて議論し、一方が他方よりも幸福に貢献していると主張する者がいる。 すなわち、ある者は知恵を徳よりも大きな善とし、他の者は徳を知恵よりも、さらに他の者は快をこれら双方よりも大きな善とするのである。
καὶ τοῖς μὲν ἐκ πάντων δοκεῖ τούτων, τοῖς δʼ ἐκ δυοῖν, τοῖς δʼ ἐν ἑνί τινι τούτων εἶναι τὸ ζῆν εὐδαιμόνως.
そして、ある人々にはこれらすべてから、別の人々にはそのうちの二つから、さらに別の人々にはこれらのうちの一つにおいて、幸福に生きることが成り立つと思われるのである。
§1.2περὶ δὴ τούτων ἐπιστήσαντας, ἅπαντα τὸν δυνάμενον ζῆν κατὰ τὴν αὑτοῦ προαίρεσιν θέσθαι τινὰ σκοπὸν τοῦ καλῶς ζῆν, ἤτοι τιμὴν ἢ δόξαν ἢ πλοῦτον ἢ παιδείαν, πρὸς ὃν ἀποβλέπων ποιήσεται πάσας τὰς πράξεις (ὡς τό γε μὴ συντετάχθαι τὸν βίον πρός τι τέλος ἀφροσύνης πολλῆς σημεῖον ἐστίν), μάλιστα δὴ δεῖ πρῶτον ἐν αὑτῷ διορίσασθαι μήτε προπετῶς μήτε ῥαθύμως, ἐν τίνι τῶν ἡμετέρων τὸ ζῆν εὖ, καὶ τίνων ἄνευ τοῖς ἀνθρώποις οὐκ ἐνδέχεται τοῦθʼ ὑπάρχειν.
それゆえ、これらのことについて考察を向けた上で、自らの自由な選択に従って生きることのできる者は皆、良く生きることの何らかの目標を定めねばならない。 それは名誉であれ、名声であれ、富であれ、教養であれ、それを見据えて自らのすべての行為を行うためである(人生を何らかの目的に向けて秩序づけていないことは、大いなる愚かさの兆候だからである)。 したがって、とりわけ最初に、自分自身の中で、拙速にならず怠慢にもならず、私たちの持ち前のもののうち何の中に良く生きることがあるのか、またそれなしには人間にそれが備わりえないものは何であるかを定義しなければならない。
οὐ γὰρ ταὐτόν, ὧν τʼ ἄνευ οὐχ οἷόν τε ὑγιαίνειν, καὶ τὸ ὑγιαίνειν·
なぜなら、それなしには健康でありえないものと、健康であること自体とは同じではないからである。
ὁμοίως δʼ ἔχει τοῦτο καὶ ἐφʼ ἑτέρων πολλῶν, ὥστʼ οὐδὲ τὸ ζῆν καλῶς καὶ ὧν ἄνευ οὐ δυνατὸν ζῆν καλῶς (ἔστι δὲ τῶν τοιούτων τὰ μὲν οὐκ ἴδια τῆς ὑγιείας οὐδὲ τῆς ζωῆς ἀλλὰ κοινὰ πάντων ὡς εἰπεῖν, καὶ τῶν ἕξεων καὶ τῶν πράξεων, οἷον ἄνευ τοῦ ἀναπνεῖν ἢ ἐγρηγορέναι ἢ κινήσεως μετέχειν οὐθὲν ἂν ὑπάρξειεν ἡμῖν οὔτʼ ἀγαθὸν οὔτε κακόν, τὰ δʼ ἴδια μᾶλλον περὶ ἑκάστην φύσιν· ἃ δεῖ μὴ λανθάνειν·
そして、このことは他の多くのことについても同様であり、したがって、美しく生きることと、それなしには美しく生きることが不可能なものとも同じではない。 (そのようなもののうち、あるものは健康や生命に固有のものではなく、いわば万物に共通する状態や活動である。 たとえば、呼吸すること、目覚めていること、運動にあずかることなしには、私たちに善いことも悪いことも一切備わらないであろう。 これに対して、他のものはそれぞれの本性により固有であり、これらを見過ごしてはならない。
οὐ γὰρ ὁμοίως οἰκεῖον πρὸς εὐεξίαν τοῖς εἰρημένοις κρεωφαγία καὶ τῶν περιπάτων οἱ μετὰ δεῖπνον).
というのも、肉食や食後の散歩は、上述の共通の事柄と同じようには、健康な状態に特有のものではないからである。
ἔστι γὰρ ταῦτʼ αἴτια τῆς ἀμφισβητήσεως περὶ τοῦ εὐδαιμονεῖν, τί ἐστι καὶ γίνεται διὰ τίνων·
)なぜなら、これらこそが、幸福に生きることとは何であり、何を通じて生じるのかという議論の原因だからである。
ὧν ἄνευ γὰρ οὐχ οἷόν τε εὐδαιμονεῖν, ἔνιοι μέρη τῆς εὐδαιμονίας εἶναι νομίζουσι.
それなしには幸福でありえないものを、幸福の構成部分であると見なす者がいるからである。