§6.9Τὸν αὐτὸν δὲ τρόπον τοῦτον καὶ τὰ περὶ τὸν τράχηλον, καὶ ὅλως ὅσα βραχεῖαν τὴν τροφὴν λαμβάνει.
これと同じ方法で、首の周りの毛も、また一般にわずかな栄養分しか受け取らない毛もすべてそうなる。
Δῆλον δέ·
このことは明らかである。
καὶ γὰρ πρὸ τῆς πολιώσεως ἅπαντα τὰ τριχώματα μεταβάλλει καὶ γίνεται πυρρὰ διὰ τὸ πάλιν τὴν τροφὴν ὑπολείπουσαν καταξηραίνεσθαι ταχέως.
実際、白髪になる前に、すべての毛は変化して赤褐色になるが、それはやはり栄養分が不足して急速に乾燥するためである。
§6.10Τὸ δὲ τελευταῖον λευκά, πρότερον ἢ μελανθῆναι τὸ ὑγρόν, τῆς τροφῆς ἐν αὐτοῖς ἐκπεττομένης.
そして最後には、水分が黒くなる前に、それらの中の栄養分が成熟させられることによって白くなる。
Μάλιστα δὲ τοῦτο ἐπὶ τῶν ὑποζυγίων φανερόν ἐστιν·
このことは特に荷役獣において顕著である。
πάντων γὰρ τὰ τριχώματα γίνεται λευκά.
それらすべてにおいて毛が白くなるからである。
Τῶν γὰρ τόπων οὐ δυναμένων ὁμοίως ἐπισπᾶσθαι τὴν τροφὴν διὰ τὴν ἀσθένειαν τὴν τοῦ θερμοῦ, ταχέως καταξηραινόμενον τὸ ὑγρὸν γίνεται λευκόν.
すなわち、熱の弱さのためにそれらの部位が同様に栄養分を引き寄せることができず、水分が急速に乾燥して白くなるのである。
§6.11Καὶ τὰ περὶ τοὺς κροτάφους μάλιστα πάντων πολιοῦνται, καὶ ὅλως περὶ τοὺς ἀσθενεῖς καὶ πεπονηκότας τῶν τόπων. Παρὸ καὶ παρὰ πάντα μάλιστα εἰς τοῦτο τὸ χρῶμα μεταβάλλει, ὅταν τὴν φύσιν παραλλάξῃ τὴν οἰκείαν. §6.12Καὶ γὰρ λαγὼς ἤδη γέγονε λευκός, καὶ μέλας δέ ποτε πέφηνε καὶ ἔλαφος καὶ ἄρκτος, ὁμοίως δὲ τούτοις καὶ ὄρτυξ καὶ πέρδιξ καὶ χελιδών.
また、こめかみの周りの毛は他のどの部位よりも最も白髪になりやすく、一般に弱って疲弊した部位の周りでもそうである。それゆえ、固有の自然な性質から外れるときには、他の何よりもこの色に最も変化しやすいのである。実際、これまでにウサギが白くなったこともあれば、かつて黒い鹿や熊が現れたこともあり、これらと同様にウズラやシャコ、ツバメなどもそうである。
Ὅταν γὰρ ἀσθενήσωσι τῇ γενέσει, πάντα τὰ τοιαῦτα διὰ τὴν ὀλιγότητα τῆς τροφῆς πρὸ ὥρας ἐκπεττόμενα γίνεται λευκά.
というのも、それらが生成において弱まるとき、そのようなものすべては、栄養分の少なさのために時期尚早に成熟させられて白くなるからである。
§6.13Οὕτως καὶ τὰ τῶν παίδων εὐθὺς καὶ τὰς κεφαλὰς ἴσχει λευκὰς καὶ τὰ βλέφαρα καὶ τὰς ὀφρῦς, ὥσπερ καὶ τῶν ἄλλων ἑκάστῳ πρὸς τὸ γῆρας φανερῶς ἅπασι δι᾽ ἀσθένειαν καὶ ὀλιγότητα [τῆς τροφῆς] συμβαίνει τὸ πάθος.
同様に、子どもの中にも、生まれたときから頭や睫毛、眉毛が白い者がいるが、これは他のすべての人において老齢に達したときに、弱さと[栄養分の]少なさのために明らかにこの症状が起こるのと同様である。
§6.14Διὸ καὶ τὰ πλεῖστα τῶν ζῴων ἀσθενέστερα γίνεται τὰ λευκὰ τῶν μελάνων·
それゆえ白い動物の多くは、黒いものよりも弱くなる。
πρότερον γὰρ ἢ τὴν αὔξησιν αὐτῶν τελειωθῆναι διὰ τὴν ὀλινγότητα τῆς τροφῆς ἐκπεττόμενα γίνεται λευκά, καθάπερ καὶ τῶν καρπῶν ὅσοι νενοσηκότες τυγχάνουσιν·
なぜなら、それらは成長が完了する前に、栄養分の少なさのために成熟させられて白くなるからであり、これは病気にかかっている果実と同様である。
καὶ γὰρ οὗτοι πολὺ μᾶλλον δι᾽ ἀσθένειαν ἐκπέττονται.
実際、それらも弱さのために、はるかに早く成熟させられるのである。
§6.15Ὅσα δὲ γίνεται λευκά, πολὺ διαφέροντα ἐκ τῶν ἄλλων, οἶον ἵπποι καὶ κύνες.
しかし、他のものとは大きく異なって白くなるもの、例えば馬や犬などがそうである。
δὲ τοιαῦτα μεταβάλλει πάντα ἐκ τοῦ κατὰ φύσιν χρώματος εἰς τὸ λευκὸν διὰ τὴν εὐτροφίαν.
そして、このようなものはすべて、栄養の良さのために、自然な色彩から白色へと変化する。
Τὸ γὰρ ὑγρὸν ἐν τοῖς τοιούτοις οὐ χρονιζόμενον, ἀλλ᾽ ἀναλισκόμενον διὰ τὴν αὔξησιν, οὐ γίνεται μέλαν.
なぜなら、そのようなものにおいては水分が長くとどまることなく、成長のために消費されるため、黒くならないからである。
§6.16Τὰ πλεῖστα γάρ ἐστι τῶν τοιούτων ὑγρὰ καὶ εὔσαρκα διὰ τὴν εὐτροφίαν.
実際、そのような動物の多くは、栄養の良さのために潤いがあり肉付きが良い。
Διόπερ οὐδὲ μεταβάλλει τὰ λευκὰ τῶν τριχσωμάτων.
それゆえ、その白い毛は変化することもない。
Φανερὸν δὲ τοῦτο ἐστίν·
このことは明らかである。
καὶ γὰρ τὰ μέλανα πρότερον τῆς πολιώσεως γίνεται πυρρά, ἤδη τῆς τροφῆς ἐν αὐτοῖς ὑπολειπούσης καὶ μᾶλλον ἐκπεττομένης, τὸ δὲ τελευταῖον λευκά.
実際、黒い毛も白髪になる前には、それらの中の栄養分がすでに不足してより成熟させられるために、赤褐色になり、最後には白くなるからである。
§6.17Καίτοι τινὲς ὑπολαμβάνουσι μέλανα γίνεσθαι πάντα διὰ τὸ συγκάεσθαι τὴν τροφὴν αὐτῶν ὑπὸ τοῦ θερμοῦ καθάπερ καὶ τὸ αἶμα καὶ τῶν ἄλλων ἕκαστον, διαμαρτάνοντες.
ところが、熱によって栄養分が、血液や他のそれぞれのものと同様に燃え尽きるために、すべてが黒くなると想定する人々がいるが、彼らは誤っている。
Ἔνια γὰρ καὶ τῶν ζῴων εὐθὺς ἐν ἀρχῇ γίνεται μέλανα, οἶον κύνες καὶ αἶγες καὶ βόες, καὶ ὅλως ὅσων τὰ δέρματα καὶ τὰ τριχώματα κατ᾽ ἀρχὰς ἔχει τροφήν, προϊούσης δὲ τῆς ἡλικίας ἧττον.
実際、動物の中には最初から黒くなるものもある。 例えば犬や山羊、牛、そして一般に、最初はその皮膚や毛に栄養分があるが、年齢が進むにつれてそれが少なくなるものすべてがそうである。
§6.18Καίτοι γε οὐκ ἐχρῆν, ἀλλὰ πάντων ἔδει καὶ τὰ τριχώματα μελαίνεσθαι κατὰ τὴν ἀκμήν, καθ᾽ ὃν ἄν χρόνον μάλιστα αὐτῶν ἰσχύῃ καὶ τὸ θερμόν, καὶ μᾶλλον ἅπαντα πολιοῦσθαι κατ᾽ ἀρχάς.
しかし、そうで(初めから黒く)あるべきではなく、むしろすべての動物において、熱が最も強くなる最盛期に毛も黒くなるべきであり、また初期にはすべてがより白髪になるべきであったはずである。
Πολὺ γὰρ ἁπάντων ἀπὸ πρώτης ἀσθενέστερόν τι γίνεται τὸ θερμὸν ἢ καθ᾽ ὃν χρόνον ἄρχεται τὰ τριχώματα αὐτῶν λευκαίνεσθαι.
なぜなら、熱というものは、初期においては、毛が白くなり始める時期に比べて、すべてにおいてはるかに弱いものだからである。