§5.13Καὶ τούτου συνεψομένου περὶ τὰς τῶν καρπῶν πέψεις ὑπό τε τοῦ ἡλίου καὶ τῆς τοῦ ἀέρος θερμότητος, ἕκαστα καθ᾽ ἑαυτὰ συνίσταται τῶν χρμάτων, τὰ μὲν θᾶττον τὰ δὲ βραδύτερον, καθάπερ συμβαίνει καὶ περὶ τὴν βαφὴν τὴν τῆς πορφύρας.
そして、果実の成熟において、この水分が太陽と空気の熱によってともに煮つめられるとき、個々の色彩がそれ自体で形成され、あるものは早く、あるものは遅く、ちょうど貝紫の染色において起こるのと同様である。
§5.14Καὶ γὰρ ταύτην ὅταν κόψαντες ἅπασαν ἐξ αὐτῆς τὴν ὑγρασίαν ἐκκλύσωσι, καί ταύτην ἐγχέαντες ἕψωσιν ἐν ταῖς χύτραις, τὸ μὲν πρῶτον οὐδὲν ὅλως ἐν τῇ βαφῇ τῶν χρωμάτων φανερόν ἐστι διὰ τὸ κατὰ μικρὸν ἕκαστον αὐτῶν τοῦ ὑγροῦ συνεψομένου μᾶλλον καὶ τῶν ἔτι ὑπαρχόντων ἐν αὐτοῖς χρωμάτων μιγνυμένων ἀλλήλοις πολλὰς καὶ ποικίλας λαμβάνειν διαφοράς·
実際、これを砕いてその中から水分をすべて洗い流し、これを注いで大釜の中で沸騰させるとき、最初は染料の中にどのような色彩もまったく現れない。 なぜなら、水分がさらに煮つめられ、その中になお存在する色彩が互いに混ざり合うにつれて、それらの個々が徐々に、数多くの多様な差異を帯びるようになるからである。
καὶ γὰρ μέλαν καὶ λευκὸν καὶ ὄρφνιον καὶ ἀεροειδὲς καὶ τότε ἅπαν γίνεται συνεψηθέντων, ὥστε διὰ τὴν κρᾶσιν μηκέτι καθ᾽ αὑτὸ μηδὲν τῶν ἄλλων χρωμάτων φανερὸν εἶναι.
というのも、これらがともに煮つめられると、当時はすべてが黒や白、あるいは暗褐色、空気色になり、その混色のために、他の色彩はどれももはやそれ自体としては現れなくなるからである。
§5.15Τὸ δ᾽ αὐτὸ τοῦτο συμβαίνει καὶ ἐπὶ τῶν καρπῶν.
これとまったく同じことが果実についても起こる。
Ἐν πολλοῖς γὰρ διὰ τὸ μὴ πάσας ἅμα γίνεσθαι τὰς τῶν χρωμάτων πέψεις, ἀλλὰ τὰ μὲν αὐτῶν συνίστασθαι πρότερον τὰ δ᾽ ὕστερον, ἐξ ἑτέρων εἰς ἕτερα μεταβάλλουσιν, ὥσπερ καὶ οἱ βότρυες καὶ οἱ φοίνικες.
というのも、多くの果実において、色彩の成熟がすべて同時に起こるのではなく、ある色は先に形成され、別の色は後に形成されるために、それらはある色から別の色へと変化するのであり、ちょうど葡萄の房やナツメヤシの実のようにである。
§5.16Καὶ γὰρ τούτων ἔνιοι τὸ μὲν πρῶτον γίνονται φοινικοῖ, τοῦ δὲ μέλανος ἐν αὐτῷ συνισταμένου μεταβάλλουσι πάλιν εἰς τὸ οἰνωπόν· τὸ δὲ τελευταῖον γίνονται κυανοειδεῖς, ὅταν ἤδη καὶ τὸ φοινικιοῦν πολλῷ καὶ ἀκράτῳ τῷ μέλανι μιχθῇ.
実際、これらのうちあるものは、最初は深紅色になり、その中に黒色が形成されると、再びワイン色へと変化し、最後には、すでに深紅色もまた多くの純粋な黒色と混ざり合うとき、暗青色になる。
§5.17Τὰ γὰρ ὕστερον ἐπιγινόμενα τῶν χρωμάτων, ὅταν κρατήσῃ, τὰς προτέρας χρόας ἐξαλλάττει, Μάλιστα δὲ τοῦτο ἐπὶ τῶν μελάνων καρπῶν φανερόν ἐστιν·
なぜなら、後に生じる色彩は、それが優勢になると、それ以前の色彩を変えてしまうからである。 そして、このことは黒い果実において最も顕著である。
σχεδὸν γὰρ αὐτῶν οἱ πλεῖστοι, καθάπερ εἴρηται, κατ᾽ ἀρχὰς μὲν ἐκ τοῦ ποώδους μεταβάλλοντες μικρὸν ἐπιφοινικίζουσι καὶ γίνονται πυρροί, ταχὺ δὲ μεθίστανται πάλιν ἐκ τοῦ πυρροῦ καὶ ἀκράτου τοῦ μέλανος ἐν τοῖς τοιούτοις ἐνυπάρχοντος.
なぜなら、それらのほとんどすべては、すでに述べられたように、最初は草緑色から変化してわずかに赤みを帯び、火赤色になり、それから、そのようなものの中に存在する純粋な黒色によって、火赤色から素早く再び変化するからである。
§5.18Δηλοῖ δέ·
このことは明らかである。
καὶ γὰρ τὰ κλήματα καὶ τὰ ἔρια καὶ τὰ φύλλα πάντων ἐστὶ τῶν τοιούτων μέλανα διὰ τὸ πλείστην ἐν αὐτοῖς ὑπάρχειν τὴν τοιαύτην χρόαν, ἐπεὶ διότι γε τῶν καρπῶν οἱ μέλανες ἀμφοτέρων τῶν χρωμάτων μετέχουσι, φανερόν ἐστιν·
すなわち、そのような植物のすべての、枝も根も葉も、それらの中にそのような色彩が極めて多く存在するために黒いのである。 なぜなら、黒い果実が両方の色彩を共有していることは明らかだからである。
πάντων γὰρ ὁ χυλὸς γίνεται τῶν τοιούτων οἰνωπός.
すなわち、そのようなすべての果実の汁はワイン色になるのである。
Τὰ δὲ χρώματα ἐν τῇ γενέσει προτερεῖ τὰ φοινικιᾶ τῶν μελάνων.
そして、生成において、深紅色の色彩は黒色よりも先行する。
§5.19Δηλοῖ δέ·
このことは明らかである。
καὶ γὰρ τὰ ὑπὸ τοὺς σταλαγμοὐς ἐδάφη, καὶ ὅλως ὅπου συμβαίνει γίνεσθαι μετρία ὑδάτων ἔκρυσις ἐν τόποις σκιεροῖς, ἅπαντα μεταβάλλει πρῶτον ἐκ τοῦ ποώδους εἰς τὸ φοινικιοῦν χρῶμα, καὶ γίνεται τὸ ἔδαφος ὡς ἂν αἵματος ἀρτίως ἐπεσφαγμένου κατὰ τὸν τόπον τοῦτον, καθ᾽ ὃν ἂν λάβῃ τὸ ποῶδες τῶν χρωμάτων τὴν πέψιν·
すなわち、水滴の下にある地面や、およそ日陰の場所で適度な水の流出が起こる場所はすべて、最初は草緑色から深紅色へと変化し、草緑色の色彩が成熟を受けるその場所において、地面はまるで屠殺されたばかりの血のようになる。
τὸ δὲ τελευταῖον καὶ τοῦτο μέλαν ἰσχυρῶς γίνεται καὶ κυανοειδές.
しかし最後には、これもまた非常に黒くなり、暗青色になる。
§5.20Ὅπερ συμβαίνει καὶ ἐπὶ τῶν καρπῶν.
これと同じことが果実についても起こる。
Ὅτι δὲ χρωμάτων ὕστερον ἐπιγινομένων, ὅταν κρατῆται τὰ πρότερον, τὸ χρῶμα τῶν καρπῶν μεταβάλλει, καὶ διὰ τῶν τοιούτων ῥᾴδιον συνιδεῖν.
そして、後に色彩が生じて以前の色彩が圧倒されるとき、果実の色彩が変化することは、このような事柄からも容易に理解できる。
§5.21Καὶ γὰρ τῆς ῥοιᾶς ὁ καρπὸς καὶ τὰ τῶν ῥόδων φύλλα κατ᾽ ἀρχὰς μὲν γίνεται λευκά, τὸ δὲ τελευταῖον ἤδη χρωζομένων ἐν αὐτοῖς τῶν χυλῶν ὑπὸ τῆς πέψεως ἀποχραίνεται, καὶ μεταβάλλει πάλιν εἰς τὸ τοῦ ἁλουργοῦ χρῶμα καὶ τὸ φοινικιοῦν.
実際、柘榴の果実や薔薇の花びらは、最初は白くなるが、最後には成熟によってそれらの中の汁がすでに色づくとき、染め上げられ、再び海紫色や深紅色へと変化する。
§5.22Τὰ δὲ καὶ πλείους ἐπ᾽ αὐτοῖς ἔχει χρόας, καθάπερ καὶ ἐπὶ τῆς μήκωνος ὁ ὀπὸς καὶ τῆς ἐλαίας ὁ ἀμόργης·
またあるものは、それらの上にさらに多くの色彩を持つ。 ちょうど芥子の乳液やオリーブの滓汁のようにである。
καὶ γὰρ οὗτος τὸ μὲν πρῶτον γίνεται λευκός, καθάπερ καὶ ὁ τῆς ῥοιᾶς καρπός, λευκανθεὶς δὲ πάλιν εἰς τὸ φοινικιοῦν μεταβάλλει χρῶμα, τὸ δὲ τελευταῖον πολλῷ τῷ μέλανι κραθεὶς γίνεται κυανοειδής.
実際、これも最初は、柘榴の果実と同様に白くなり、白くなったのち、再び深紅色へと変化し、最後には、多くの黒色と混ざり合うことによって暗青色になる。
§5.23Διὸ καὶ τὰ τῆς μήκωνος φύλλα τὰ μὲν ἄνω ἔχει φοινικιοῦντα παρὰ τὸ γίνεσθαι ταχεῖαν αὐτῶν τὴν ἔκπεψιν, τὰ δὲ πρὸς ταῖς ἀρχαῖς μέλανα, ἤδη τούτου τοῦ χρώματος ἐν αὐτοῖς ἐπικρατοῦντος, ὥσπερ καὶ ἐπὶ τοῦ καρποῦ·
それゆえ、芥子の花びらも、上部は、成熟が速く行われるために深紅色をしており、根元の部分は、すでにこの色彩がそれらの中で優勢になっているために黒い。
καὶ γὰρ τὸ τελευταῖον γίνεται μέλας.
これは果実の場合と同様であり、果実も最後には黒くなるのである。