§2.8#2ἔτι δʼ ἐπεὶ σφαιροειδῆ τὰ ἄστρα, καθάπερ οἵ τʼ ἄλλοι φασὶ καὶ ἡμῖν ὁμολογούμενον εἰπεῖν, ἐξ ἐκείνου γε τοῦ σώματος γεννῶσιν, τοῦ δὲ σφαιροειδοῦς δύο κινήσεις εἰσὶ καθʼ αὑτό, κύλισις καὶ δίνησις, εἴπερ οὖν κινοῖτο τὰ ἄστρα διʼ αὑτῶν, τὴν ἑτέραν ἂν κινοῖτο τούτων·
さらに、人々が星々を、それらが球形であるとして(他の人々もそう言い、我々にとってもそう言うことが一貫しているように)、あの[第五の]物体から生み出す以上、そして、球形のものにはそれ自体として二つの運動、すなわち転がりと回転がある以上、もし星々が自らによって運動するのだとすれば、これらの一方の運動をするはずであるが、どちらも見られない。
ἀλλʼ οὐδετέραν φαίνεται. δινούμενα μὲν γὰρ ἔμενεν ἄν ἐν ταὐτῷ καὶ οὐ μετέβαλλε τὸν τόπον, ὅπερ φαίνεταί τε καὶ πάντες φασίν.
実際、もし回転しているのなら、同じ場所にとどまり、場所を変えないはずであるが、現に場所を変えているのが見え、誰もがそう言っている。
ἔτι δὲ πάντα μὲν εὔλογον τὴν αὐτὴν κίνησιν κινεῖσθαι, μόνος δὲ δοκεῖ τῶν ἄστρων ὁ ἥλιος τοῦτο δρᾶν, ἀνατέλλων ἢ καὶ οὗτος οὐ διʼ αὑτὸν ἀλλὰ διὰ τὴν ἀπόστασιν τῆς ἡμετέρας ὄψεως·
さらに、すべての星が同じ運動をすることは合理的であるが、星々のうち太陽だけがこれ(回転)を行うように見える。 すなわち、昇るときに、あるいは[沈むときに]である。 そしてこの太陽でさえも自らによってではなく、我々の視線との距離のせいなのである。
ἡ γὰρ ὄψις ἀποτεινομένη μακρὰν ἑλίσσεται διὰ τὴν ἀσθένειαν.
というのも、視線は遠くまで伸ばされると、その弱さゆえに回転する(揺らぐ)からである。
ὅπερ αἴτιον ἴσως καὶ τοῦ στίλβειν φαίνεσθαι τούς ἀστέρας τοὺς ἐνδεδεμένους, τούς δὲ πλάνητας μὴ στίλβειν·
これこそが、固定された星々が瞬くように見える一方で、惑星は瞬かないように見える原因かもしれない。
οἱ μὲν γὰρ πλάνητες ἐγγύς εἰσιν, ὥστʼ ἐγκρατὴς οὖσα πρὸς αὐτοὺς ἀφικνεῖται ἡ ὄψις· πρὸς δὲ τοὺς μένοντας κραδαίνεται διὰ τὸ μῆκος, ἀποτεινομένη πόρρω λίαν.
なぜなら、惑星は近くにあるので、視線は強さを保ったままそれらに届くが、固定された星々に対しては、距離があまりにも遠くへ伸ばされるために、その長さゆえに震えるからである。
ὁ δὲ τρόμος αὐτῆς ποιεῖ τοῦ ἄστρου δοκεῖν εἶναι τὴν κίνησιν·
そして視線のその震えが、運動が星のものであるかのように思わせるのである。
οὐθὲν γὰρ διαφέρει κινεῖν τὴν ὄψιν ἢ τὸ ὁρώμενον.
というのも、視線が動くのも、見られているものが動くのも、何も違わないからである。
ἀλλὰ μὴν ὅτι οὐδὲ κυλίεται τὰ ἄστρα, φανερόν·
しかし、星々が転がってもいないことは明らかである。
τὸ μὲν γὰρ κυλιόμενον στρέφεσθαι ἀνάγκη, τῆς δὲ σελήνης ἀεὶ δῆλόν ἐστι τὸ καλούμενον πρόσωπον.
なぜなら、転がるものは回転しなければならないが、月については、いわゆる「顔」が常に[我々の方を向いて]見えているからである。
ὥστʼ ἐπεὶ κινούμενα μὲν διʼ αὑτῶν τὰς οἰκείας κινεῖσθαι κινήσεις εὔλογον, ταύτας δʼ οὐ φαίνεται κινούμενα, δῆλον ὅτι οὐκ ἂν κινοῖτο διʼ οὑτῶν.
したがって、もし星々が自ら運動するのだとすれば、固有の運動をすることが合理的であるのに、これらの運動をしながら動いているようには見えない以上、それらが自ら運動することはないのは明らかである。
πρὸς δὲ τούτοις ἄλογον τὸ μηθὲν ὄργανον αὐτοῖς ἀποδοῦναι τὴν φύσιν πρὸς τὴν κίνησιν·
これらに加えて、自然が星々に運動のための器官を何一つ与えなかったということは不合理である。
οὐθὲν γὰρ ὡς ἔτυχε ποιεῖ ἡ φύσις, οὐδὲ τῶν μὲν ζώων φροντίσαι, τῶν δʼ οὕτω τιμίων ὑπεριδεῖν, ἀλλʼ ἔοικεν ὥσπερ ἐπίτηδες ἀφελεῖν πάντα διʼ ὧν ἐνεδέχετο προϊέναι καθʼ οὑτά, καὶ ὅτι πλεῖστον ἀποστῆσαι τῶν ἐχόντων ὄργανα πρὸς κίνησιν.
なぜなら、自然は偶然に何事も行わず、動物たちのことには配慮しながら、これほど高貴なものたちを見過ごすということもないからである。 むしろ、星々が自ら進むことが可能となるような手段をすべてあえて取り去り、運動のための器官を持つものたちから最も遠く引き離したように思われる。
διὸ καὶ εὐλόγως ἂν δόξειεν ὅ τε ὅλος οὐρανὸς σφαιροειδὴς εἶναι καὶ ἕκαστον τῶν ἄστρων.
それゆえ、全天も、星々のそれぞれも球形であると考えるのは合理的であろう。
πρὸς μὲν γὰρ τὴν ἐν τῷ αὐτῷ κίνησιν ἡ σφαῖρα τῶν σχημάτων χρησιμώτατον (οὕτω γὰρ ἂν καὶ τάχιστα κινοῖτο καὶ μάλιστα κατέχοι τὸν αὐτὸν τόπον), πρὸς δὲ τὴν εἰς τὸ πρόσθεν ἀχρηστότατον·
というのも、同一の場所における運動(回転)に対しては、諸図形のうちで球が最も有用であり(なぜなら、そうすれば最も速く運動し、最も同じ場所を保ち続けるからである)、前方への進路に対しては最も役に立たないからである。
ἥκιστα γὰρ ὅμοιον τοῖς διʼ αὐτῶν κινητικοῖς·
実際、それは自ら運動する能力を持つものたちに最も似ていない。
οὐδὲν γὰρ ἀπηρτημένον ἔχει οὐδὲ προέχον, ὥςπερ τὸ εὐθύγραμμον, ἀλλὰ πλεῖστον ἀφέστηκε τῷ σχήματι τῶν πορευτικῶν σωμάτων.
なぜなら、直線で囲まれた図形のように、ぶら下がっている部分も突き出ている部分も何一つ持たず、歩行する物体の形から最も遠く引き離されているからである。
ἐπεὶ οὖν δεῖ τὸν μὲν οὐρανὸν κινεῖσθαι τὴν ἐν ταὐτῷ κίνησιν, τὰ ἄλλα δʼ ἄστρα μὴ προιέναι διʼ αὑτῶν, εὐλόγως ἄν ἑκάτερον εἴη σφαιροειδές·
それゆえ、天は同一の場所における運動をし、他の星々は自ら進むべきではない以上、どちらも球形であるというのは合理的である。
οὕτω γὰρ μάλιστα τὸ μὲν κινήσεται τὸ δʼ ἠρεμήσει.
なぜなら、そうしてこそ最もよく、一方は運動し、他方は静止することになるからである。