Humanitext Reader

アリストテレス · 天界について §2.1

天の永遠性と労苦なき円運動の必然性

22 / 62 箇所 · ギリシア語

要旨

天が不生不滅であり無限の時間を包摂していることについて、従来の他説(アトラスの支え、渦巻き運動、魂による強制的運動)を批判し、天の円運動が強制的必然を伴わない労苦なき永遠のものであることを論じる。

§2.11 Ὅτι μὲν οὖν οὔτε γέγονεν ὁ πᾶς οὐρανὸς οὔτ᾿ ἐνδέχεται φθαρῆναι, καθάπερ τινές φασιν αὐτόν, ἀλλʼ ἔστιν εἷς καὶ ἀΐδιος, ἀρχὴν μὲν καὶ τελευτὴν οὐκ ἔχων τοῦ παντὸς αἰῶνος, ἔχων δὲ καὶ περιέχων ἐν αὑτῷ τὸν ἄπειρον χρόνον, ἔκ τε τῶν εἰρημένων ἔξεστι λαμβάνειν τὴν πίστιν, καὶ διὰ τῆς δόξης τῆς παρὰ τῶν ἄλλως λεγόντων καὶ γεννώντων αὐτόν·
1 したがって、全天は生成されたものでもなく、また(一部の人々が主張するように)滅び得るものでもなく、ただ一つであり永遠であって、全存続期間の始まりも終わりも持たず、無限の時間を自らの内に持ち、かつ包摂しているということは、すでに述べられたことから確信を得ることもできるし、また、天をそれとは異なる仕方で語り生成させようとする人々の意見を通しても確信を得ることができる。
εἰ γὰρ οὕτως μὲν ἔχειν ἐνδέχεται, καθʼ ὃν δὲ τρόπον ἐκεῖνοι γενέσθαι λέγουσιν οὐκ ἐνδέχεται, μεγάλην ἂν ἔχοι καὶ τοῦτο ῥοπὴν εἰς πίστιν περὶ τῆς ἀθανασίας αὐτοῦ καὶ ἀϊδιότητος.
なぜなら、もしこのように存在することが可能である一方、彼らが生成されると主張するような仕方では不可能であるならば、このこと自体も、その不滅性と永遠性に対する確信に大きな重みを与えることになるからである。
διόπερ καλῶς ἔχει συμπείθειν ἑαυτὸν τούς ἀρχαίους καὶ μάλιστα πατρίους ἡμῶν ἀληθεῖς εἶναι λόγους, ὡς ἔστιν ἀθάνατόν τι καὶ θεῖον τῶν ἐχόντων μὲν κίνησιν, ἐχόντων δὲ τοιαύτην ὥστε μηθὲν εἶναι πέρας αὐτῆς, ἀλλὰ μᾶλλον ταύτην τῶν ἄλλων πέρας·
それゆえ、運動を持つものたちのうちに、不死で神的な何かがあり、その運動の限界は何もなく、むしろこれが他のものの限界であるような運動を持っているという、古代の、とりわけ我々の祖先伝来の教えが真実であると、自分自身で納得することは良いことである。
τό τε γὰρ πέρας τῶν περιεχόντων ἐστί, καὶ αὕτη ἡ κυκλοφορία τέλειος οὖσα περιέχει τὰς ἀτελεῖς καὶ τὰς ἐχούσας πέρας καὶ παῦλαν, αὐτὴ μὲν οὐδεμίαν οὔτ᾿ ἀρχὴν ἔχουσα οὔτε τελευτήν, ἀλλʼ ἄπαυστος οὖσα τὸν ἄπειρον χρόνον, τῶν δʼ ἄλλων τῶν μὲν αἰτία τῆς ἀρχῆς, τῶν δὲ δεχομένη τὴν παῦλαν.
なぜなら、限界とは包摂する側のものに属するのであり、この円運動は完全であるために、不完全な運動や、限界と終止を持つ運動を包摂するからである。 この円運動自体は始まりも終わりも持たず、無限の時間を休むことなく続くが、他の運動に対してはあるものには始まりの原因となり、あるものには終止を受け入れるのである。
τὸν δʼ οὐρανὸν καὶ τὸν ἄνω τόπον οἱ μὲν ἀρχαῖοι τοῖς θεοῖς ἀπένειμαν ὡς ὄντα μόνον ἀθάνατον· ὁ δὲ νῦν μαρτυρεῖ λόγος ὡς ἄφθαρτος καὶ ἀγένητος, ἔτι δʼ ἀπαθὴς πάσης θνητῆς δυσχερείας ἐστίν, πρὸς δὲ τούτοις ἄπονος διὰ τὸ μηδεμιᾶς προσδεῖσθαι βιαίας ἀνάγκης, ἣ κατέχει κωλύουσα φέρεσθαι πεφυκότα αὐτὸν ἄλλως·
また、古代の人々は天と上の場所を、それだけが不死であるものとして神々に割り当てたが、現在の議論は、それが不滅であり不生であり、さらには可死的なあらゆる困難から免れており、それに加えて、天が本来とは異なる方向へ動くのを妨げて引き留めるような、いかなる強制的必然力も必要としないがゆえに、労苦がないことを証言している。
πᾶν γὰρ τὸ τοιοῦτον ἐπίπονον, ὅσῳπερ ἂν ἀϊδιώτερον ᾖ, καὶ διαθέσεως τῆς ἀρίστης ἄμοιρον.
なぜなら、そのような強制はすべて、それが永遠であればあるほどいっそう労苦を伴うものであり、最善の状態とは無縁だからである。
διόπερ οὔτε κατὰ τὸν τῶν παλαιῶν μῦθον ὑποληπτέον ἔχειν, οἱ φασιν Ἄτλαντός τινος αὐτῷ προσδεῖσθαι τὴν σωτηρίαν·
それゆえ、アトラスという者の支えが天の維持に必要であるとする、古代の神話のように考えるべきではない。
ἐοίκασι γὰρ καὶ τοῦτον οἱ συστήσαντες τὸν λόγον τὴν αὐτὴν ἔχειν ὑπόληψιν τοῖς ὕστερον·
なぜなら、この説を立てた人々も、後世の人々と同じ想定を持っていたようだからである。
ὡς γὰρ περὶ βάρος ἐχόντων καὶ γεηρῶν ἀπάντων τῶν ἄνω σωμάτων ὑπέστησαν αὐτῷ μυθικῶς ἀνάγκην ἔμψυχον.
すなわち、上にある天体はすべて重さと土的な性質を持っていると考えたがゆえに、彼らは神話的に、魂を持つ強制力を天の下に想定したのである。
οὔτε δὴ τοῦτον τὸν τρόπον ὑποληπτέον, οὔτε διὰ τὴν δίνησιν θάττονος τυγχάνοντα φορᾶς τῆς οἰκείας ῥοπῆς ἔτι σώζεσθαι τοσοῦτον χρόνον, καθάπερ Ἐμπεδοκλῆς φησίν.
また、そのような仕方で考えるべきでもなければ、エンペドクレスが言うように、天が固有の傾性よりも速い渦巻き運動を得ることで、これほど長い時間維持されているのだと考えてもいけない。
ἀλλά μὴν οὐδʼ ὑπὸ ψυχῆς εὔλογον ἀναγκαζούσης μένειν ἀΐδιον·
また、魂がそれを強制することによって永遠にとどまらせていると考えるのも合理的ではない。
οὐδὲ γὰρ τῆς ψυχῆς οἷόν τʼ εἶναι τὴν τοιαύτην ζωὴν ἄλυπον καὶ μακαρίαν·
魂にとっても、そのような生は苦痛がなく幸福なものとはなり得ないからである。
ἀνάγκη γὰρ καὶ τὴν κίνησιν μετὰ βίας οὖσαν, εἴπερ κινεῖσθαι κεφυκότος τοῦ πρώτου σώματος ἄλλως κινεῖ συνεχῶς, ἄσχολον εἶναι καὶ πάσης ἀπηλλαγμένην ῥαστώνης ἔμφρονος, εἴ γε μηδʼ ὥσπερ τῇ ψυχῇ τῇ τῶν θνητῶν ζῴων ἐστὶν ἀνάπαυσις ἡ περὶ τὸν ὕπνον γινομένη τοῦ σώματος ἄνεσις, ἀλλʼ ἀναγκαῖον Ἰξίονός τινος μοῖραν κατέχειν αὐτὴν ἀΐδιον καὶ ἄτρυτον.
なぜなら、もし第一の天体が生まれつき別の仕方で動く性質を持っているのに、それを絶えず動かしているのであるならば、強制を伴うその運動は、休む暇もなく、知性的な安息から全く見放されたものとならざるを得ないからである。 それは可死的な動物の魂にとって、睡眠において生じる体の弛緩という休息があるようなわけにもいかず、イクシオンの運命のような、永遠で倦むことのない束縛が魂をとらえていることになってしまうからである。
εἰ δή, καθάπερ εἴπομεν, ἐνδέχεται τὸν εἰρημένον ἔχειν τρόπον περὶ τῆς πρώτης φορᾶς, οὐ μόνον αὐτοῦ περὶ τῆς ἀϊδιότητος οὕτως ὑπολαβεῖν ἐμμελέστερον, ἀλλὰ καὶ τῇ μαντείᾳ τῇ περὶ τὸν θεὸν μόνως ἂν ἔχοιμεν οὕτως ὁμολογουμένως ἀποφαίνεσθαι συμφώνους λόγους.
したがって、もし我々が述べたように、第一の運動が前述の通りのあり方であり得るとするなら、天の永遠性についてそのように考える方がより適切であるだけでなく、神についての神託に対しても、完全に一致する整合的な議論を示すことができる唯一の方法である。
ἀλλὰ τῶν μὲν τοιοῦτων λόγων ἅλις ἔστω τὰ νῦν.
しかし、このような議論については今はこれで十分としよう。

語釈・文法注

  1. 284a1διόπερ καλῶς ἔχει συμπείθειν ἑαυτὸν τούς ἀρχαίους καὶ μάλιστα πατρίους ἡμῶν ἀληθεῖς εἶναι λόγους — 不定詞 συμπείθειν の直接目的語が再帰代名詞 ἑαυτόν(対格)であり、これに対して τούς ἀρχαίους καὶ μάλιστα πατρίους ἡμῶν ... λόγους と ἀληθεῖς εἶναι が対格不定詞構文(「……が真実であること」)を構成して直接目的語にかかり、全体として「自分自身に、古代の教えが真実であることを納得させる」という意味を形成している。
  2. 284a15ἣ κατέχει κωλύουσα φέρεσθαι πεφυκότα αὐτὸν ἄλλως — κωλύουσα(分詞・女性単数・主格)は関係代名詞 ἣ(先行詞は βιαίας ἀνάγκης)に係る。完了分詞 πεφυκότα(男性単数・対格)は αὐτόν(=天)を修飾し、副詞 ἄλλως および不定詞 φέρεσθαι を伴って「本来は別の方向へ動くように生まれついている天」を意味する。全体として「本来とは異なる方向へ動こうとする天を、引き留めて妨げる(強制的な必然力)」という構造をなす。
  3. 284a32εἴ γε μηδʼ ὥσπερ τῇ ψυχῇ τῇ τῶν θνητῶν ζῴων ἐστὶν ἀνάπαυσις — εἴ γε μηδέ(「〜でないとするならば」)という強い条件提示のなかに、ὥσπερ で始まる比較節(「可死的な動物の魂にとって、睡眠による休息があるように」)が挿入されている。これにより、天を動かす魂にはそのような弛緩(休息)すら与えられない過酷な状況であることが強調されている。

この箇所を引用する

アリストテレス, 天界について §2.1. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0086.tlg005.humanitext-grc1:2.1

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。