§32Ἀνάγκη γὰρ μαλακώτερα καὶ χαυνότερα γίγνεσθαι τὰ τοιαῦτα τῶν κεράτων, ὥστε τοὺς ἤχους διασπᾶσθαι καὶ μὴ συνεχεῖς ἐκπίπτειν δι' αὐτῶν μηδὲ γεγωνεῖν ὁμοίως διὰ τὴν μαλακότητα καὶ τὴν ἀραιότητα τῶν πόρων.
なぜなら、そのような角笛は、より柔らかく、より緩くなるため、その結果、音は分裂し、それらを通って連続的に発せられることも、その柔らかさと気孔の粗さのために同様に響き渡ることもなくなるからである。
§33Μηδὲ πάλιν εἶναι δυσαυξῆ τὴν φύσιν, μηδὲ τὴν σύμφυσιν ἔχειν πυκνὴν καὶ σκληρὰν καὶ δύσφορον·
また、成長しにくい性質のものであってもならず、その結合が濃密で、硬く、通りにくくあってもならない。
καθʼ ὅ τι γὰρ ἄν προσκόψῃ φερόμενος ὁ ἦχος, αὐτοῦ λαμβάνει τὴν κατάπαυσιν καὶ οὐκέτι περαιοῦται πρὸς τὸν ἔξω τόπον, ὥστε κωφοὺς καὶ ἀνωμάλους ἐκπίπτειν τοὺς ἤχους ἐκ τῶν τοιούτων κεράτων.
なぜなら、進む音がいかなる場所に衝突しても、まさにそこで停止し、もはや外部の場所へと通り抜けることがないため、その結果、そのような角笛からは、音が鈍く不均一に発せられることになるからである。
§34Ὄτι δὲ ἡ φορὰ γίγνεται κατὰ τὴν εὐθυπορίαν, φανερόν ἐστιν ἐπὶ τῶν ἱστῶν καὶ ὅλως ἐπὶ τῶν ξύλων τῶν μεγάλων, ὅταν αὐτὰ βασανίζωσιν.
音の運行が直進に沿って生じるということは、船の帆柱や、一般に大きな木材において、人々がそれらを検査するときに明らかである。
Ὅταν γὰρ κρούσωσιν ἐκ τοῦ ἑτέρου ἄκρου, κατὰ τὸ ἕτερον ὁ ἦχος φέρεται συνεχής, ἐὰν μή τι ἔχῃ σύντριμμα τὸ ξύλον·
なぜなら、一方の端から叩くとき、木材に割れ目がない限り、もう一方の端へと音は連続して伝わるからである。
εἰ δὲ μή, μέχρι τούτου προελρὰθὼν αὐτοῦ καταπαύεται διασπασθείς.
もし割れ目があるならば、音はそこまで進んで分裂し、まさにそこで停止する。
§35Περικάμπτει δὲ καὶ τοὺς ὄζους, καὶ οὐ δυνατὸς διʼ αὐτῶν εὐθυπορεῖν.
また、音は節を回り込んで進み、それらを通って直進することはできない。
Κατάδηλον δὲ τοῦτό ἐστι καὶ ἐπὶ τῶν χαλκείων, ὅταν ῥινῶσι τὰς ἀπηρτημένας στολίδας τῶν ἀνδριάντων ἢ τὰ πτερύγια, τῷ συμμύειν·
このことは青銅の彫像においても明らかであり、彫像の垂れ下がった衣服の襞や飾り板をやすりで削るとき、それらが触れ合うことによって、唸り音や多大な響き、そして雑音を発するのである。
διὸ ῥοῖζον καὶ πολύν ἦχον ἀφιᾶσι καὶ ψόφον. §36Ἂν δέ τις αὐτὰ ταινίᾳ διαδήσῃ, παύεσθαι συμβαίνει τὸν ἦχον·
しかし、もし誰かがそれらを帯で縛りつけるなら、音は止むことになる。
ἕως γὰρ τούτου προελθών ὁ τρόμος, ὅταν προσκόψῃ πρὸς τὸ μαλακόν, αὐτοῦ ποιεῖται τὴν κατάπαυσιν.
なぜなら、そこまで進んだ振動は、柔らかいものに衝突するとき、まさにそこで停止するからである。
Πολὺ δὲ καὶ ἡ ὄπτησις ἡ τῶν κεράτων συμβάλλεται καὶ πρὸς εὐφωνίαν.
また、角笛を加熱することも、良い音を出すことに大いに貢献する。
§37Μᾶλλον μὲν γὰρ κατοπτηθέντα παραπλήσιον τὸν ἦχον ἔχουσι τῷ κεράμῳ διὰ τὴν σκληρότητα καὶ τὴν σύγκαυσιν·
なぜなら、十分に焼かれたものは、その硬さと焼き締まりのために陶器に似た音を出すからである。
ἐὰν δέ τις αὐτὰ καταδεέστερον ὀπτήσῃ, ἁπαλώτερον μὲν ἀφίησι διὰ τὴν μαλακότητα τὸν ἦχον, οὐ δύναται δὲ γεγωνεῖν ὁμοίως.
しかし、もしそれらを不十分に焼くならば、その柔らかさのためにより柔らかい音を出すものの、同様に響き渡ることはできない。
§38Διὸ καὶ τὰς ἡλικίας ἐκλέγονται·
それゆえ、(角を選ぶ際には)年齢も選別される。
τὰ μὲν γὰρ τῶν γερόντων ἐστὶ ξηρὰ καὶ πεπωρωμένα καὶ χαῦνα, τὰ δὲ τῶν νέων ἁπαλὰ παντελῶς καὶ πολλὴν ἔχοντα ἐν αὑτοῖς ὑγρασίαν.
老いた動物の角は乾燥して硬化し、粗くなっている一方、若い動物の角は完全に柔らかく、内部に多くの湿気を含んでいるからである。
Δεῖ δὲ εἶναι, καθάπερ εἴρηται, τὸ κέρας ξηρὸν καὶ πυκνὸν ὁμαλῶς καὶ εὐθύπορον καὶ λεῖον.
しかし、すでに述べたように、角は乾燥し、均一に濃密であり、真っ直ぐで、滑らかでなければならない。
§39Οὕτω γὰρ ἂν μάλιστα συμβαίνοι καὶ τοὺς ἤχους πυκνοὺς καὶ λείους καὶ ὁμαλοὺς φέρεσθαι διʼ αὐτῶν, καὶ τοῦ ἔξωθεν ἀέρος τὰς πληγὰς γίγνεσθαι τοιαύτας, ἐπεὶ καὶ τῶν χορδῶν εἰσὶν αἱ λειόταται βέλτισται καὶ τοῖς πᾶσιν ὁμαλώταται, καὶ τὴν κατεργασίαν ἔχουσι πάντοθεν ὁμοίαν, καὶ τὰς συμβολὰς ἀδήλους τὰς τῶν νεύρων·
そうすることによって、音がそれらを通って濃密に、滑らかに、そして均一に伝わり、外部の空気に対する打撃もそのようなものに最もよくなり得るからである。 これは、弦においても、最も滑らかで全体において最も均一であり、あらゆる方向から一様な処理が施され、腱の接合部が見えなくなっているものが最良であるのと同様である。
οὕτω γὰρ συμβαίνει καὶ ταύτας ποιεῖσθαι τὰς τοῦ ἀέρος πληγὰς ὁμοιοτάτας.
なぜなら、そのようにして初めて、これらの弦もまた空気への打撃を最も均一なものにすることになるからである。
§40Δεῖ δὲ καὶ τῶν αὐλῶν εἶναι τὰς γλώττας πυκνὰς καὶ λείας καὶ ὁμαλάς, ὅπως ἂν καὶ τὸ πνεῦμα διαπορεύηται δι' αὐτῶν λεῖον καὶ ὁμαλὸν καὶ μὴ διεσπασμένον.
また、アウロスのリードも濃密で、滑らかで、均一でなければならない。 それは、息がそれらを通って分裂することなく、滑らかかつ均一に進むようにするためである。
Διὸ καὶ τὰ βεβρεγμένα τῶν ζευγῶν καὶ τὰ πεπωκότα τὸ σίαλον εὐφωνότερα γίγνεται, τὰ δὲ ξηρὰ κακόφωνα, Ὁ γὰρ ἀὴρ διὰ ὑγροῦ καὶ λείου φέρεται μαλακὸς καὶ ὁμαλός.
それゆえ、濡らされたリードや、唾液を吸い込んだリードはより良い音を出すようになり、乾燥したものは悪い音を出す。 なぜなら、空気は湿って滑らかなものを通って運ばれるとき、柔らかく均一になるからである。
§41Δῆλον δέ·
このことは明らかである。
καὶ γὰρ αὐτὸ τὸ πνεῦμα, ὅταν ἔχῃ νοτίδα, πολύ ἧττον προσκόπτει πρὸς τὰ ζεύγη καὶ διασπᾶται·
なぜなら、息自体も湿気を含んでいるときには、リードに衝突して分裂することがはるかに少ないからである。
τὸ δὲ ξηρὸν μᾶλλον ἀντιλαμβάνεται καὶ τὴν πληγὴν ποιεῖται σκληροτέραν διὰ τὴν βίαν.
しかし、乾燥した息はより抵抗を受けやすく、その勢いによって打撃をより硬いものにする。
Αἱ μὲν οὖν διαφοραὶ τῶν ἤχων γίγνονται διὰ τὰς εἰρημένας αἰτίας.
このように、音の違いは上述の理由によって生じる。
§42Σκληραὶ δʼ εἰσὶ τῶν φωνῶν ὅσαι βιαίως πρὸς τὴν ἀκοὴν προσπίπτουσι· διὸ καὶ μάλιστα παρέχουσι τὸν τόνον.
声のうちで硬いものとは、聴覚に激しく衝突するすべてのものであり、それゆえ、それらは最も強く衝撃を与える。
Τοιαῦται δʼ εἰσὶν αἱ δυσκινητότεραι καὶ μετὰ πλείστης φερόμεναι βίας·
そのような声とは、より動きにくく、最大の勢いを伴って運ばれるものである。
τὸ γὰρ ὑπεῖκον ταχέως οὐ δύναται τὴν πληγὴν ὑπομένειν, ἀλλʼ ἀποπηδᾷ πρότερον.
なぜなら、速やかに追従するものは打撃を耐え忍ぶことができず、その前に跳ね返ってしまうからである。