§32Ἀνάγκη γὰρ μαλακώτερα καὶ χαυνότερα γίγνεσθαι τὰ τοιαῦτα τῶν κεράτων, ὥστε τοὺς ἤχους διασπᾶσθαι καὶ μὴ συνεχεῖς ἐκπίπτειν δι' αὐτῶν μηδὲ γεγωνεῖν ὁμοίως διὰ τὴν μαλακότητα καὶ τὴν ἀραιότητα τῶν πόρων.
因为那样的角笛必然会变得更软、更松弛,以至于声音会分裂,无法连续地从中逸出,由于其柔软度和气孔的稀疏,也无法同样响亮地发出声音。
§33Μηδὲ πάλιν εἶναι δυσαυξῆ τὴν φύσιν, μηδὲ τὴν σύμφυσιν ἔχειν πυκνὴν καὶ σκληρὰν καὶ δύσφορον· καθʼ ὅ τι γὰρ ἄν προσκόψῃ φερόμενος ὁ ἦχος, αὐτοῦ λαμβάνει τὴν κατάπαυσιν καὶ οὐκέτι περαιοῦται πρὸς τὸν ἔξω τόπον, ὥστε κωφοὺς καὶ ἀνωμάλους ἐκπίπτειν τοὺς ἤχους ἐκ τῶν τοιούτων κεράτων.
同样,它的本性也不应是难以生长的,其结合组织也不应是浓密、坚硬且阻碍运行的;因为运行的声音无论撞击到什么地方,都会在那里停止,不再穿透到外部空间,以至于从这种角笛中逸出的声音会变得低沉且不均匀。
§34Ὄτι δὲ ἡ φορὰ γίγνεται κατὰ τὴν εὐθυπορίαν, φανερόν ἐστιν ἐπὶ τῶν ἱστῶν καὶ ὅλως ἐπὶ τῶν ξύλων τῶν μεγάλων, ὅταν αὐτὰ βασανίζωσιν.
声音的运行是沿着直线路径进行的,这在船桅以及一般的巨木被测试时是很明显的。
Ὅταν γὰρ κρούσωσιν ἐκ τοῦ ἑτέρου ἄκρου, κατὰ τὸ ἕτερον ὁ ἦχος φέρεται συνεχής, ἐὰν μή τι ἔχῃ σύντριμμα τὸ ξύλον· εἰ δὲ μή, μέχρι τούτου προελρὰθὼν αὐτοῦ καταπαύεται διασπασθείς.
因为当人们敲击其一端时,声音会连续地传导到另一端,除非木材有裂缝;如果有裂缝,声音进行到该处就会分裂并在此停止。
§35Περικάμπτει δὲ καὶ τοὺς ὄζους, καὶ οὐ δυνατὸς διʼ αὐτῶν εὐθυπορεῖν.
声音也会绕过木节,无法穿过它们作直线运行。
Κατάδηλον δὲ τοῦτό ἐστι καὶ ἐπὶ τῶν χαλκείων, ὅταν ῥινῶσι τὰς ἀπηρτημένας στολίδας τῶν ἀνδριάντων ἢ τὰ πτερύγια, τῷ συμμύειν· διὸ ῥοῖζον καὶ πολύν ἦχον ἀφιᾶσι καὶ ψόφον.
这在青铜雕像中也是显而易见的,当人们锉削雕像悬垂的衣褶或饰板时,由于它们彼此接触,因而会发出呼呼声、巨大的响声和杂音。
§36Ἂν δέ τις αὐτὰ ταινίᾳ διαδήσῃ, παύεσθαι συμβαίνει τὸν ἦχον· ἕως γὰρ τούτου προελθών ὁ τρόμος, ὅταν προσκόψῃ πρὸς τὸ μαλακόν, αὐτοῦ ποιεῖται τὴν κατάπαυσιν.
如果有人用带子把它们系紧,声音就会停止;因为振动进行到这一步,当它撞击到柔软之物时,就会在原地停止。
Πολὺ δὲ καὶ ἡ ὄπτησις ἡ τῶν κεράτων συμβάλλεται καὶ πρὸς εὐφωνίαν.
此外,角笛的烘烤也对产生优美的声音有很大贡献。
§37Μᾶλλον μὲν γὰρ κατοπτηθέντα παραπλήσιον τὸν ἦχον ἔχουσι τῷ κεράμῳ διὰ τὴν σκληρότητα καὶ τὴν σύγκαυσιν· ἐὰν δέ τις αὐτὰ καταδεέστερον ὀπτήσῃ, ἁπαλώτερον μὲν ἀφίησι διὰ τὴν μαλακότητα τὸν ἦχον, οὐ δύναται δὲ γεγωνεῖν ὁμοίως.
因为经过充分烘烤的角笛,由于其硬度和烧结,会发出类似于陶器的声音;但如果烘烤得不够充分,由于其柔软度,它发出的声音虽然较柔和,却无法同样响亮地传开。
§38Διὸ καὶ τὰς ἡλικίας ἐκλέγονται· τὰ μὲν γὰρ τῶν γερόντων ἐστὶ ξηρὰ καὶ πεπωρωμένα καὶ χαῦνα, τὰ δὲ τῶν νέων ἁπαλὰ παντελῶς καὶ πολλὴν ἔχοντα ἐν αὑτοῖς ὑγρασίαν.
因此,人们也会挑选角(的动物)年龄;因为老兽的角干燥、骨化且松弛,而幼兽的角则完全柔嫩,且内部含有大量水分。
Δεῖ δὲ εἶναι, καθάπερ εἴρηται, τὸ κέρας ξηρὸν καὶ πυκνὸν ὁμαλῶς καὶ εὐθύπορον καὶ λεῖον.
但正如已经说过的那样,角必须干燥、均匀浓密、路径平直且光滑。
§39Οὕτω γὰρ ἂν μάλιστα συμβαίνοι καὶ τοὺς ἤχους πυκνοὺς καὶ λείους καὶ ὁμαλοὺς φέρεσθαι διʼ αὐτῶν, καὶ τοῦ ἔξωθεν ἀέρος τὰς πληγὰς γίγνεσθαι τοιαύτας, ἐπεὶ καὶ τῶν χορδῶν εἰσὶν αἱ λειόταται βέλτισται καὶ τοῖς πᾶσιν ὁμαλώταται, καὶ τὴν κατεργασίαν ἔχουσι πάντοθεν ὁμοίαν, καὶ τὰς συμβολὰς ἀδήλους τὰς τῶν νεύρων· οὕτω γὰρ συμβαίνει καὶ ταύτας ποιεῖσθαι τὰς τοῦ ἀέρος πληγὰς ὁμοιοτάτας.
因为这样最能使声音浓密、光滑且均匀地穿过它们,并且对外部空气的撞击也会变得同样,因为在琴弦中,最光滑且在各部分最均匀的也是最好的,它们各处的加工都很均匀,且腱的接合处隐而不显;因为这样也能使它们对空气的撞击变得最均匀。
§40Δεῖ δὲ καὶ τῶν αὐλῶν εἶναι τὰς γλώττας πυκνὰς καὶ λείας καὶ ὁμαλάς, ὅπως ἂν καὶ τὸ πνεῦμα διαπορεύηται δι' αὐτῶν λεῖον καὶ ὁμαλὸν καὶ μὴ διεσπασμένον.
同样,双簧管的簧片也必须浓密、光滑且均匀,以便气流能光滑、均匀且不分裂地穿过它们。
Διὸ καὶ τὰ βεβρεγμένα τῶν ζευγῶν καὶ τὰ πεπωκότα τὸ σίαλον εὐφωνότερα γίγνεται, τὰ δὲ ξηρὰ κακόφωνα, Ὁ γὰρ ἀὴρ διὰ ὑγροῦ καὶ λείου φέρεται μαλακὸς καὶ ὁμαλός.
因此,浸湿的成对簧片以及吸入唾液的簧片会发出更优美的声音,而干燥的簧片则声音难听。 因为空气穿过潮湿且光滑的介质时,会变得柔和且均匀。
§41Δῆλον δέ· καὶ γὰρ αὐτὸ τὸ πνεῦμα, ὅταν ἔχῃ νοτίδα, πολύ ἧττον προσκόπτει πρὸς τὰ ζεύγη καὶ διασπᾶται· τὸ δὲ ξηρὸν μᾶλλον ἀντιλαμβάνεται καὶ τὴν πληγὴν ποιεῖται σκληροτέραν διὰ τὴν βίαν.
这是显而易见的;因为当气流本身含有湿气时,它撞击簧片并分裂的情况要少得多;而干燥的气流则更容易受到阻碍,并由于其强力而使撞击变得更硬。
Αἱ μὲν οὖν διαφοραὶ τῶν ἤχων γίγνονται διὰ τὰς εἰρημένας αἰτίας.
因此,声音的差异是由于上述原因产生的。
§42Σκληραὶ δʼ εἰσὶ τῶν φωνῶν ὅσαι βιαίως πρὸς τὴν ἀκοὴν προσπίπτουσι· διὸ καὶ μάλιστα παρέχουσι τὸν τόνον.
在声音中,那些猛烈地撞击听觉的声音是硬的;因此它们也最能产生紧张感。
Τοιαῦται δʼ εἰσὶν αἱ δυσκινητότεραι καὶ μετὰ πλείστης φερόμεναι βίας· τὸ γὰρ ὑπεῖκον ταχέως οὐ δύναται τὴν πληγὴν ὑπομένειν, ἀλλʼ ἀποπηδᾷ πρότερον.
这样的声音是较难移动且带着最大力量传送的;因为迅速屈服的东西无法承受撞击,而是在此之前就跳开了。