§11Φανερὸν δʼ ἐστίν·
明らかである。
πάντα γὰρ τὰ τοὺς τραχήλους ἔχοντα μακροὺς φθέγγονται βιαίως, οἷον οἱ χῆνες καὶ γέρανοι καὶ ἀλεκτρυόνες.
なぜなら、長い首を持つ動物はすべて、ガチョウや鶴や雄鶏のように、力任せに声を出すからである。
Μᾶλσθαιλον δὲ τοῦτο καταφανές ἐστιν ἐπὶ τῶν αὐτῶν·
しかし、このことはオーロスにおいてよりいっそう明白である。
πάντες γὰρ χαλεπῶς πληροῦσι τοὺς βόμβυκας καὶ μετὰ συντονίας πολλῆς διὰ τὸ μῆκος τῆς ἀποστάσεως.
というのも、誰もがその距離の長さのために、多大な緊張を伴って、困難を極めつつボンビュクスを満たすからである。
§12Ἔτι δὲ τὸ πνεῦμα διὰ τὴν στενοχωρίαν ὅταν ἐντὸς θλιβόμενον εἰς τὸν ἔξω τόπον ἐκπέσῃ, παραχρῆμα διαχεῖται καὶ σκεδάννυται, καθάπερ καὶ τὰ ῥεύματα φερόμενα διὰ τῶν εὐρίπων, ὥστε μὴ δύνασθαι τὴν φωνὴν συμμένειν μηδὲ διατείνειν ἐπὶ πολὺν τόπον.
さらに、息は狭さのために、内部で押し潰されて外部の空間へと噴き出すとき、あたかも海峡を流れる水流のように、直ちに拡散して四散してしまう。 その結果、声は持続することも、広い範囲に及ぶこともできない。
Ἅμα δὲ καὶ δυσταμίευτον ἀνάγκη πάντων τῶν τοιούτων εἶναι τὸ πνεῦμα καὶ μὴ ῥᾳδίως ὑπηρετεῖν.
同時に、そのようなすべての場合において、息をコントロールすることは必然的に困難になり、容易に従わなくなる。
§13Ὅσων δέ ἐστι μέγα τὸ διάστημα τῆς ἀρτηρίας, τῶν δὲ τοιούτων ἔξω μὲν περαιοῦσθαι συμβαίνει τὸ πνεῦμα ῥᾳδίως, ἐντὸς δὲ φερόμενον διαχεῖσθαι διὰ τὴν εύρυχαωρίαν, καὶ τὴν φωνὴν γίνεσθαι κενὴν καὶ μὴ συνεστῶσαν, ἔτι δὲ μὴ δύνασθαι διαιρεῖσθαι τῷ πνεύματι τοὺς τοιούτους διὰ τὸ μὴ συνερείδεσθαι τὴν ἀρτηρίαν αὐτῶν.
しかし、気管の間隔が広い人々においては、息は外部へは容易に通り抜けるものの、内部を進む際にはその広さのために拡散してしまい、声は虚ろで締まりのないものとなる。 さらに、そのような人々は、自らの気管が十分に締め付けられないために、息によって声を分節することができない。
§14Ὅσων δʼ ἐστὶν ἀνωμάλως καὶ μὴ πάντοθεν ἔχει τὴν διάστασιν ὁμοίαν, τούτους ἀναγκαῖον ἀπασῶν μετέχειν τῶν δυσχερειῶν.
一方、気管が不均一で、どの部分も一様に同じ間隔になっていない人々は、これらすべての不都合を被るのが避けられない。
Καὶ γὰρ ἀνωμάλως αὐτοῖς ἀνάγκη τὸ πνεῦμα ὑπηρετεῖν καὶ θλίβεσθαι καὶ καθʼ ἕτερον τόπον διαχεῖσθαι πάλιν.
なぜなら、彼らにとっては息が不均一に働き、ある場所では押し潰され、また別の場所では拡散せざるを得ないからである。
§15Βραχείας δὲ τῆς ἀρτηρίας οὔσης ταχύ μὲν ἀνάγκη τὸ πνεῦμα ἐκπέμπειν καὶ τὴν πληγὴν ἰσχυροτέραν γίνεσθαι τὴν τοῦ ἀέρος, πάντας δὲ τοὺς τοιούτους ὀξύτερον φωνεῖν διὰ τὸ τάχος τῆς τοῦ πνεύματος φορᾶς.
気管が短い場合には、息を速やかに送り出さねばならず、空気の打撃はより強くなるが、そのような人々はすべて、息の移動の速さのために、より高い声を出すことになる。
Οὐ μόνον δὲ συμβαίνει τὰς τῶν ἀγγείων διαφοράς, ἀλλὰ καὶ τὰ πάθη πάντα τὰς φωνὰς ἀλλοιοῦν.
しかし、器管の差異だけでなく、様々な状態もまたすべて声を変化させる。
§16Ὅταν μὲν γὰρ ὦσιν ὑγρασίας πλήρη πολλῆς ὅ τε πνεύμων καὶ ἡ ἀρτηρία, διασπᾶται τὸ πνεῦμα καὶ οὐ δύναται περαιοῦσθαι εἰς τὸν ἔξω τόπον συνεχῶς διὰ τὸ προσκόπτειν καὶ γίνεσθαι παχὺν καὶ ὑγρὸν καὶ δυσκίνητον, καθάπερ καὶ περὶ τοὺς κατάρρους καὶ τὰς μέθας.
なぜなら、肺と気管が多すぎる湿気で満たされているときには、息は途切り途切りになり、湿気が妨げとなり、息が濃く、湿り、動きにくくなるため、カタルや泥酔のときのように、絶え間なく外部の空間へと通り抜けることができなくなるからである。
§17Ἐὰν δὲ ξηρὸν ᾖ τὸ πνεῦμα παντελῶς, σκληροτέρα ἡ φωνὴ γίγνεται καὶ διεσπασμένη·
逆に、もし息が完全に乾燥しているならば、声はより硬く、途切りがちになる。
συνέχει γὰρ ἡ νοτίς, ὅταν ᾖ λεπτή, τὸν ἀέρα, καὶ ποιεῖ τινὰ τῆς φωνῆς ἁπλότητα.
なぜなら、湿り気が微量であっても存在するときには、それが空気を繋ぎとめ、声にある種の滑らかさをもたらすからである。
Τῶν μὲν οὖν ἀγγείων αἱ διαφοραὶ καὶ τῶν παθῶν τῶν περὶ αὐτὰ γιγνομένων τοιαύτας ἕκασται τὰς φωνὰς ἀποτελοῦσιν.
それゆえ、器管の差異と、それらに生じる様々な状態は、それぞれこのような声を形づくるのである。
§18Αἱ δὲ φωναὶ δοκοῦσι μὲν εἶναι καθʼ οὖς ἂν ἕκασται γίγνωνται τόπους, ἀκούομεν δὲ πασῶν αὐτῶν, ὅταν ἡμῖν προσπέσωσι πρὸς τὴν ἀκοήν.
また、声はそれぞれが生じる場所にあるかのように思われるが、私たちはそれらがすべて聴覚に到達したときに聞き取る。
Ὁ γὰρ ὠσθεὶς ὑπὸ τῆς πληγῆς ἀὴρ μέχρι μέν τινος φέρεται συνεχής, ἔπειτα κατὰ μικρὸν ἀεὶ διακινεῖται μᾶλλον, καὶ τούτῳ γιγνώσκομεν πάντας τούς ψόφους καὶ τοὺς πόρρω γιγνομένους καὶ τοὺς ἐγγύς.
なぜなら、打撃によって押された空気はあるところまでは連続して運ばれるが、その後は常に少しずつ攪拌されるようになり、これによって私たちは遠くで生じる音も近くで生じる音もすべて認識するからである。
§19Δῆλον δʼ ἐστίν·
そしてこのことは明らかである。
ὅταν γάρ τις λαβὼν κέραμον ἢ αὐλὸν ἢ σάλπιγγα, προσθείς τε ἑτέρῳ πρὸς τὴν ἀκοήν, διὰ τούτων λαλῇ, πάσαι δοκοῦσιν αἱ φωναὶ παντελῶς εἶναι πλησίον τῆς ἀκοῆς διὰ τὸ μὴ σκεδάννυσθαι τὸν ἀέρα φερόμενον, ἀλλὰ διατηρεῖσθαι τὴν φωνὴν ὁμοίαν ὑπὸ τοῦ περιέχοντος ὀργάνου.
なぜなら、誰かが陶器の壺やオーロス、あるいはサルピンクスを手に取り、それを他人の耳にあてがって、これらを通して話しかけると、空気が運ばれる際に拡散せず、声が周囲を囲む器具によって同じままで保たれるために、すべての声が完全に耳のすぐ近くにあるように思われるからである。
§20Καθάπερ οὖν καὶ ἐπὶ τῆς γραφῆς, ὅταν τις τοῖς χώμασι τὸ μὲν ὅμοιον ποιήσῃ τῷ πόρρω τὸ δὲ τῷ πλήσιον, τὸ μὲν ἡμῖν ἀνακεχωρηκέναι δοκεῖ τῆς γραφῆς τὸ δὲ προέχειν, ἀμφοτέρων αὐτῶν ὄντων ἐπὶ τῆς αὐτῆς ἐπιφανείας, οὕτω καὶ ἐπὶ τῶν ψόφων καὶ τῆς φωνῆς, ὅταν μὲν ἤδη διαλελυμένη προσπίπτῃ πρὸς τὴν ἀκοὴν ἡ δέ τις συνεχής, ἀμφοτερων αὐτῶν ἀφικνουμένων πρὸς τὸν αὐτὸν τόπον, ἡ μὲν ἀφεστηκέναι πόρρω δοκεῖ τῆς ἀκοῆς ἡ δʼ εἶναι σύνεγγυς, διὰ τὸ τὴν μέντοι πόρρωθεν ὁμοίαν εἶναι, τὴν δὲ πλησίον.
それゆえ、ちょうど絵画において、誰かが絵の具によって、ある部分を遠くのものに、別の部分を近くのものに似せて描くとき、両者が同じ平面上にあるにもかかわらず、一方は絵画の奥へと退いているように見え、他方は手前に突き出ているように見えるのと同様に、音や声においても、あるものはすでに衰え拡散した状態で耳に届き、別のものは連続した状態で届くとき、両者が同じ場所に到達しているにもかかわらず、一方は耳から遠く離れているように思われ、他方はすぐ近くにあるように思われる。 それは、前者が遠くからのものに似ており、後者が近くからのものに似ているからである。