Humanitext Reader

亚里士多德 · 论听闻物 §11-20

发声器官构造、声音传播与听觉透视

第 2 段,共 7 段 · 希腊语

内容简介

探讨了长脖子、不均匀的气管以及器官的湿气和干燥对声音的影响。同时,解释了声音在空气中的传播机制,以及类似于绘画透视法的听觉远近感知原理。

§11Φανερὸν δʼ ἐστίν· πάντα γὰρ τὰ τοὺς τραχήλους ἔχοντα μακροὺς φθέγγονται βιαίως, οἷον οἱ χῆνες καὶ γέρανοι καὶ ἀλεκτρυόνες.
这是显而易见的:因为所有脖子长的动物发声都很费力,例如鹅、鹤和公鸡。
Μᾶλσθαιλον δὲ τοῦτο καταφανές ἐστιν ἐπὶ τῶν αὐτῶν· πάντες γὰρ χαλεπῶς πληροῦσι τοὺς βόμβυκας καὶ μετὰ συντονίας πολλῆς διὰ τὸ μῆκος τῆς ἀποστάσεως.
但这在双簧管上尤为明显:因为由于距离过长,所有人都要在极度紧张的情况下,十分困难地将气流填满低音管。
§12Ἔτι δὲ τὸ πνεῦμα διὰ τὴν στενοχωρίαν ὅταν ἐντὸς θλιβόμενον εἰς τὸν ἔξω τόπον ἐκπέσῃ, παραχρῆμα διαχεῖται καὶ σκεδάννυται, καθάπερ καὶ τὰ ῥεύματα φερόμενα διὰ τῶν εὐρίπων, ὥστε μὴ δύνασθαι τὴν φωνὴν συμμένειν μηδὲ διατείνειν ἐπὶ πολὺν τόπον.
此外,当气流因通道狭窄而在内部受到挤压、喷涌到外部空间时,它会立刻扩散并消散,就像流经海峡的水流一样,以至于声音既无法保持连贯,也无法延伸到很远的地方。
Ἅμα δὲ καὶ δυσταμίευτον ἀνάγκη πάντων τῶν τοιούτων εἶναι τὸ πνεῦμα καὶ μὴ ῥᾳδίως ὑπηρετεῖν.
同时,在这种情况下,所有这些人的气流必然难以控制,不易驯服。
§13Ὅσων δέ ἐστι μέγα τὸ διάστημα τῆς ἀρτηρίας, τῶν δὲ τοιούτων ἔξω μὲν περαιοῦσθαι συμβαίνει τὸ πνεῦμα ῥᾳδίως, ἐντὸς δὲ φερόμενον διαχεῖσθαι διὰ τὴν εύρυχαωρίαν, καὶ τὴν φωνὴν γίνεσθαι κενὴν καὶ μὴ συνεστῶσαν, ἔτι δὲ μὴ δύνασθαι διαιρεῖσθαι τῷ πνεύματι τοὺς τοιούτους διὰ τὸ μὴ συνερείδεσθαι τὴν ἀρτηρίαν αὐτῶν.
然而,在气管跨度较宽的人中,气流虽能轻易通过并排出,但当它在内部移动时,却因空间宽阔而消散,使得声音变得空洞且不连贯;此外,这样的人无法用气流来分节声音,因为他们的气管无法紧密咬合。
§14Ὅσων δʼ ἐστὶν ἀνωμάλως καὶ μὴ πάντοθεν ἔχει τὴν διάστασιν ὁμοίαν, τούτους ἀναγκαῖον ἀπασῶν μετέχειν τῶν δυσχερειῶν.
至于那些气管不均匀、各处跨度不一致的人,则不可避免地会遭遇所有这些困难。
Καὶ γὰρ ἀνωμάλως αὐτοῖς ἀνάγκη τὸ πνεῦμα ὑπηρετεῖν καὶ θλίβεσθαι καὶ καθʼ ἕτερον τόπον διαχεῖσθαι πάλιν.
因为他们的气流必然会不均匀地发挥作用,在一处受到挤压,而在另一处又再次消散。
§15Βραχείας δὲ τῆς ἀρτηρίας οὔσης ταχύ μὲν ἀνάγκη τὸ πνεῦμα ἐκπέμπειν καὶ τὴν πληγὴν ἰσχυροτέραν γίνεσθαι τὴν τοῦ ἀέρος, πάντας δὲ τοὺς τοιούτους ὀξύτερον φωνεῖν διὰ τὸ τάχος τῆς τοῦ πνεύματος φορᾶς.
当气管短小时,必然要迅速送出气流,空气的撞击也随之变得更强,所有这样的人都会因为气流运行的速度而发出更高的声音。
Οὐ μόνον δὲ συμβαίνει τὰς τῶν ἀγγείων διαφοράς, ἀλλὰ καὶ τὰ πάθη πάντα τὰς φωνὰς ἀλλοιοῦν.
然而,不仅是器官的差异,所有的生理状态也会改变声音。
§16Ὅταν μὲν γὰρ ὦσιν ὑγρασίας πλήρη πολλῆς ὅ τε πνεύμων καὶ ἡ ἀρτηρία, διασπᾶται τὸ πνεῦμα καὶ οὐ δύναται περαιοῦσθαι εἰς τὸν ἔξω τόπον συνεχῶς διὰ τὸ προσκόπτειν καὶ γίνεσθαι παχὺν καὶ ὑγρὸν καὶ δυσκίνητον, καθάπερ καὶ περὶ τοὺς κατάρρους καὶ τὰς μέθας.
因为当肺部和气管充满过多湿气时,气流就会变得断断续续,无法连续地排出到外部空间,因为气流受到阻碍,变得浓稠、湿润且难以移动,就像在感冒和醉酒时那样。
§17Ἐὰν δὲ ξηρὸν ᾖ τὸ πνεῦμα παντελῶς, σκληροτέρα ἡ φωνὴ γίγνεται καὶ διεσπασμένη· συνέχει γὰρ ἡ νοτίς, ὅταν ᾖ λεπτή, τὸν ἀέρα, καὶ ποιεῖ τινὰ τῆς φωνῆς ἁπλότητα.
但如果气流完全干燥,声音就会变得更硬且断裂;因为微量的湿气能够凝聚空气,使声音产生某种平滑感。
Τῶν μὲν οὖν ἀγγείων αἱ διαφοραὶ καὶ τῶν παθῶν τῶν περὶ αὐτὰ γιγνομένων τοιαύτας ἕκασται τὰς φωνὰς ἀποτελοῦσιν.
因此,器官的差异以及发生在其上的各种状态,各自塑造了这样的声音。
§18Αἱ δὲ φωναὶ δοκοῦσι μὲν εἶναι καθʼ οὖς ἂν ἕκασται γίγνωνται τόπους, ἀκούομεν δὲ πασῶν αὐτῶν, ὅταν ἡμῖν προσπέσωσι πρὸς τὴν ἀκοήν.
声音似乎存在于它们各自产生的场所,但当它们撞击到我们的听觉时,我们才能听到所有这些声音。
Ὁ γὰρ ὠσθεὶς ὑπὸ τῆς πληγῆς ἀὴρ μέχρι μέν τινος φέρεται συνεχής, ἔπειτα κατὰ μικρὸν ἀεὶ διακινεῖται μᾶλλον, καὶ τούτῳ γιγνώσκομεν πάντας τούς ψόφους καὶ τοὺς πόρρω γιγνομένους καὶ τοὺς ἐγγύς.
因为被撞击推动的空气在一定距离内是连续传送的,随后逐渐产生更多的扰动,借此我们能辨别所有声音,无论是发生在远处还是近处。
§19Δῆλον δʼ ἐστίν· ὅταν γάρ τις λαβὼν κέραμον ἢ αὐλὸν ἢ σάλπιγγα, προσθείς τε ἑτέρῳ πρὸς τὴν ἀκοήν, διὰ τούτων λαλῇ, πάσαι δοκοῦσιν αἱ φωναὶ παντελῶς εἶναι πλησίον τῆς ἀκοῆς διὰ τὸ μὴ σκεδάννυσθαι τὸν ἀέρα φερόμενον, ἀλλὰ διατηρεῖσθαι τὴν φωνὴν ὁμοίαν ὑπὸ τοῦ περιέχοντος ὀργάνου.
这是显而易见的:因为当有人拿着瓦罐、双簧管或军号,将其贴在另一个人的耳边并以此说话时,所有的声音都显得完全紧贴着听觉,因为空气在传输时没有散开,而是通过包围它的器具保持了声音的完整。
§20Καθάπερ οὖν καὶ ἐπὶ τῆς γραφῆς, ὅταν τις τοῖς χώμασι τὸ μὲν ὅμοιον ποιήσῃ τῷ πόρρω τὸ δὲ τῷ πλήσιον, τὸ μὲν ἡμῖν ἀνακεχωρηκέναι δοκεῖ τῆς γραφῆς τὸ δὲ προέχειν, ἀμφοτέρων αὐτῶν ὄντων ἐπὶ τῆς αὐτῆς ἐπιφανείας, οὕτω καὶ ἐπὶ τῶν ψόφων καὶ τῆς φωνῆς, ὅταν μὲν ἤδη διαλελυμένη προσπίπτῃ πρὸς τὴν ἀκοὴν ἡ δέ τις συνεχής, ἀμφοτερων αὐτῶν ἀφικνουμένων πρὸς τὸν αὐτὸν τόπον, ἡ μὲν ἀφεστηκέναι πόρρω δοκεῖ τῆς ἀκοῆς ἡ δʼ εἶναι σύνεγγυς, διὰ τὸ τὴν μέντοι πόρρωθεν ὁμοίαν εἶναι, τὴν δὲ πλησίον.
因此,正如在绘画中,当有人用颜料将一部分画得像远处的景物,而将另一部分画得像近处的景物时,尽管两者都在同一个平面上,前者在我们看来似乎在画面中向后退去,而后者则向前凸显;在噪音和声音中也是如此:当一者以已经涣散的状态撞击听觉,而另一者连贯地撞击时,尽管两者都到达了同一个地方,前者在我们看来似乎远离听觉,而后者则紧邻听觉,因为前者类似于来自远方之物,而后者类似于近处之物。

词汇与语法注释

  1. §11Μᾶλσθαιλον — 抄本中的 'Μᾶλσθαιλον' 词形有误,通常被视作 'μᾶλλον δὲ τοῦτο'(但这在……上更为……)的讹误。结合将紧随其后的 'ἐπὶ τῶν αὐτῶν'(在它们自身上)校订为 'ἐπὶ τῶν αὐλῶν'(在双簧管上),整句被理解为“但这在双簧管上尤为明显”。本译文采用此校订。
  2. ¦801a¦διαιρεῖσθαι τῷ πνεύματι — 意为“用气流分节(声音)”。此处指由于气管过宽而无法充分压缩空气,导致难以清晰地分节并发出各个音节的状态。
  3. §16παχὺν καὶ ὑγρὸν καὶ δυσκίνητον — 这些形容词为阳性单数宾格,在语法上与中性名词 'τὸ πνεῦμα' 的性不一致。但在语境上,它们被理解为用以描述受湿气影响的“气流”(或与之相关的阳性名词“空气” 'ὁ ἀήρ')之特征。
  4. §20τοῖς χώμασι — 此词为意为“土堤”或“封土”的 'χῶμα' 的与格复数形式,这在绘画语境中无法说通,因此通常被理解为 'χρώμασι'(色彩、颜料;'χρῶ麻' 的与格复数)的笔误。本译文亦依此处理。
  5. ¦801b¦διὰ τὸ τὴν μέντοι πόρρωθεν ὁμοίαν εἶναι, τὴν δὲ πλησίον — 意为“因为前者类似于来自远方之物,而后者类似于近处之物”。从语境来看,此处省略并补充理解了“似乎(来自远方)”或“显得(相似)”(如 'δοκεῖν φέρεσθαι/εἶναι')等动词含义,以此解释因距离不同导致的声音感知差异。

引用这一段

亚里士多德, 论听闻物 §11-20. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg004.humanitext-grc1:11-20

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。