Humanitext Reader

アリストテレス · 聞こえるものについて §1-10

音と声の発生原理と空気の運動

1 / 7 箇所 · ギリシア語

要旨

音や声が発生するメカニズムについて、空気の運動や打撃、ならびに肺や気管、口などの身体器官の構造との関連から論じている。

§1Τὰς δὲ φωνὰς ἁπάσας συμβαίνει γίγνεσθαι καὶ τοὺς ψόφους ἢ τῶν σμάτων ἢ τοῦ ἀέρος πρὸς τὰ σώματα προσπίπτοντος, οὐ τῷ τὸν ἀέρα σχηματίζεσθαι, καθάπερ οἴονταί τινες, ἀλλὰ τῷ κινεῖσθαι παραπλησίως αὐτὸν συστελλόμενον καὶ κτεινόμενον καὶ καταλαμβανόμενον, ἔτι δὲ συγκρούοντα διὰ τὰς τοῦ πνεύματος καὶ τῶν χορδῶν γιγνομένας πληγάς.
すべての声や音は、物体どうしの衝突か、あるいは空気が物体に衝突することによって生じる。 それは、一部の者が考えているように空気が形作られるからではなく、空気が縮まり、伸び、押し縮められ、さらには息や弦から生じる衝撃によって互いに衝突しながら、同様に動かされることによるのである。
§2Ὅταν γὰρ τὸν ἐφεξῆς ἀέρα πλήξῃ τὸ πνεῦμα τὸ ἐμπῖπτον αὐτῷ, ὁ ἀὴρ ἤδη φέρεται βίᾳ, τὸν ἐχόμενον αὑτοῦ προωθῶν ὁμοίως, ὥστε πάντη τὴν φωνὴν διατείνειν τὴν αὐτόν, ἐφʼ ὅσον συμβαίνει γίγνεσθαι καὶ τοῦ ἀέρος τὴν κίνησιν.
というのも、吹き込む息が隣り合う空気を叩くとき、その空気は直ちに勢いよく運ばれ、自らに続く空気を同様に押し進める。 その結果、空気の運動が生じる限り、その声は同じままあらゆる方向に及ぶ。
Διαχεῖται γὰρ ἐπὶ πλέονα ἡ βία τῆς κινήσεως αὐτοῦ γιγνμμένης, ὥσπερ καὶ τὰ πνεύματα τὰ ἀπὸ τῶν ποταμῶν καὶ ἀπὸ τῆς χώρας ἀποπνέοντα.
その運動の勢いは、発生するにつれてより広く拡散していくからであり、それは川や土地から吹き出す風と同様である。
§3Τῶν δὲ φωνῶν τυφλαὶ μέν είσι καὶ νεφώδεις ὅσαι τυγχάνουσιν αὐτοῦ καταπεπνιγμνέναι·
また、声のうち、その場所で押し殺されているものは、鈍く曇ったものとなる。
λαμπραὶ δὲ οἶσαι πόρρω διατείνουσι, καὶ πάντα πληροῦσι τὸν συνεχῆ τόπον, Ἀναπνέομεν δὲ τὸν μὲν ἀέρα πάντες τὸν αὐτόν, τὸ δὲ πνεῦμα καὶ τὰς φωνὰς ἐκπέμπομεν ἀλλοίας διὰ τὰς τῶν ὑποκειμένων ἀγγείων διαφοράς, δι' ὧν ἑκάστου τὸ πνεῦμα περαιοῦται [τὰ] πρὸς τὸν ἔξω τόπον.
これに対して、澄んだ声は遠くまで及び、隣接する空間をすべて満たす。 私たちはみな同じ空気を吸い込むが、息や声を発するときには、それぞれの息が外部へと通り抜ける土台となる器官の違いによって、異なるものとして送り出すのである。
§4Ταῦτα δέ ἐστιν ἥ τε ἀρτηρία καὶ ὁ πνεύμων καὶ τὸ στόμα.
そしてこれら(の器官)とは、気管と肺と口である。
Πλείστην μὲν οὖν διαφορὰν ἀπεργάζονται τῆς φωνῆς αἵ τε τοῦ ἀέρος πληγαὶ καὶ οἱ τοῦ στόματος σχηματισμοί.
したがって、声に最大の差異をもたらすのは、空気の打撃と口の形づくりである。
§5Φανερὸν δʼ ἐστίν·
このことは明らかである。
καὶ γὰρ τῶν φθόγγων αἱ διαφοραὶ πάσαι γίγνονται διὰ ταύτην τὴν αἰτίαν, καὶ τούς αὐτοὺς ὁρῶμεν μιμουμένους καὶ ἵππων φωνὰς καὶ βατράχων καὶ ἀηδόνων καὶ γεράνων καὶ τῶν ἄλλων ζῴων σχεδὸν ἀπάντων, τῷ αὐτῷ χρωμένους πνεύματι καὶ ἀρτηρίᾳ, παρὰ τὸ τὸν ἀέρα διαφόρως ἐκπέμπειν αὐτοὺς ἐκ τοῦ στόματος.
なぜなら、音のあらゆる違いはこの原因によって生じるからであり、私たちは同じ人々が、同じ息と気管を用いながらも、口から空気を様々に異なった方法で送り出すことによって、馬や蛙、夜鳴きウグイス、鶴、そして他のほぼすべての動物の声を模倣するのを目にするからである。
§6Πολλὰ δὲ καὶ τῶν ὀρνέων, ὅταν ἀκούσωσι, μιμοῦνται τὰς τῶν ἄλλων φωνὰς διὰ τὴν εἰρημένην αἰτίαν.
また多くの鳥も、他の声を聞いたときに、上述の理由によって他者の声を模倣する。
Ὁ δὲ πνεύμων ὅταν ᾖ μικρὸς καὶ πυκνὸς καὶ σκληρός, οὔτε δέχεσθαι τὸν ἀέρα δύναται πολύν εἰς αὐτὸν οὔτε ἐκπέμπειν πάλιν ἔξω, οὐδὲ τὴν πληγὴν ἰσχυρὰν οὐδὲ εὔρωστον ποιεῖσθαι τὴν τοῦ πνεύματος.
しかし、肺が小さく、凝縮し、硬いときには、肺は多くの空気を内部に取り入れることも、それを再び外部へ送り出すこともできず、息の打撃を強く力強いものにすることもできない。
§7Διὰ γὰρ τὸ εἶναι σκληρὸς καὶ πυκνὸς καὶ συνδεδεμένος οὐ δύναται λαμβάνειν τὴν διαστολὴν ἐπὶ πολύν τόπον, οὐδὲ πάλιν ἐκ πολλοῦ διαστήματος συνάγων ἑαυτὸν ἐκθλίβειν βίᾳ τὸ πνεῦμα, καθάπερ οὐδʼ ἡμεῖς ταῖς φύσαις, ὅταν ὦσι σκληραὶ καὶ μήτε διαστέλλεσθαι μήτε πιέζεσθαι δύνωνται ῥᾳδίως.
なぜなら、肺が硬く、凝縮し、締め付けられているために、広い空間にわたって拡張することができず、また大きな間隔から自らを縮めて息を勢いよく押し出すこともできないからである。 それはちょうど、私たちがふいごを使うときに、ふいごが硬くて容易に膨らむことも縮むこともできないのと同じである。
§8Τοῦτο γάρ ἐστι τὸ ποιοῦν τὴν τοῦ πνεύματος πληγὴν εὔρωστον, ὅταν ὁ πνεύμων ἐκ πολλοῦ διαστήματος συνάγων αὑτὸν ἐκθλίβῃ τὸν ἀέρα βιαίως.
というのも、息の打撃を力強いものにするのは、肺が大きな間隔から自らを縮めて空気を勢いよく押し出すことだからである。
Δῆλον δὲ τοῦτʼ ἐστίν·
そしてこのことは明白である。
οὐδὲ γὰρ τῶν ἄλλων μορίων οὐθὲν ἐκ μικρᾶς ἀποστάσεως δύναται ποιεῖσθαι τὴν πληγὴν ἰσχυράν.
なぜなら、身体の他のどの部分も、短い距離からは強い打撃を与えることができないからである。
§9Οὔτε γὰρ τῷ σκέλει δυνατόν ἐστιν οὔτε τῇ χειρὶ πατάξαι σφοδρῶς οὐδὲ ἀπορρῖψαι πόρρω τὸ πληγέν, ἐὰν μή τις αὐτῶν ἑκατέρῳ ἐκ πολλοῦ λάβη τῆς πληγῆς τὴν ἀπόστασιν.
なぜなら、脚にせよ手にせよ、そのいずれでも打撃のための十分な距離を大きくとらなければ、激しく叩くことも、叩かれたものを遠くへ投げ飛ばすこともできないからである。
Εἰ δὲ μή, σκληρὰ μὲν ἡ πληγὴ γίγνεται διὰ τὴν συντονίαν, ἐκβιάζεσθαι δὲ οὐ δύναται πόρρω τὸ πληγέν, ἐπεὶ οὔθ’ οἱ καταπέλται μακρὰν δύνανται βάλλειν οὔθʼ ἡ σφενδόνη οὔτε τόξον, ἄν ᾖ σκληρὸν καὶ μὴ δύνηται κάμπτεσθαι, μηδὲ τὴν ἀναγωσγὴν ἡ νευρὰ λαμβάνειν ἐπὶ πολὺν τόπον.
さもなければ、緊張によって打撃自体は硬くなるものの、叩かれたものを遠くまで力強く押し進めることはできない。 それは、カタパルトも、石投げ器も、弓も、もしそれらが硬くてしなることができず、弦を広い範囲にわたって引き絞ることができなければ、遠くまで放つことができないのと同様である。
§10Ἐὰν δὲ μέγας ὁ πνεύμων ᾖ καὶ μαλακὸς καὶ εὔτονος, πολὺν τὸν ἀέρα δύναται δέχεσθαι, καὶ τοῦτον ἐκπέμπειν πάλιν, ταμιευόμενος ὡς ἂν βούληται διὰ τὴν μαλακότητα καὶ διὰ τὸ ῥᾳδίως αὐτὸν συστέλλειν.
しかし、肺が大きく、柔らかく、適度な張力をもっていれば、多くの空気を取り込み、それを自らの柔らかさと容易に縮むことのできる性質によって、望み通りにコントロールしながら再び送り出すことができる。
Ἡ δὲ ἀρτηρία μακρὰ μὲν ὅταν ᾖ καὶ στενή, χαλεπῶς ἐκπέμπουσιν ἔξω τὴν φωνὴν καὶ μετὰ βίας πολλῆς διὰ τὸ μῆκος τῆς τοῦ πνεύματος φοράς.
一方、気管が長くて狭い場合には、人々は、息が通る経路が長いために、声を外部に送り出すのが困難になり、多大な力を必要とする。

語釈・文法注

  1. 800aτῶν σμάτων — 写本の `σμάτων` は意味が通らないため、古典学の標準的な校訂に従い `σωμάτων`(物体)の誤写とみなして翻訳している。これにより「物体の(衝突)」あるいは「空気が物体に衝突すること」という対比が成立する。
  2. 800aοὐ τῷ τὸν ἀέρα σχηματίζεσθαι — 与格不定詞 `τῷ σχηματίζεσθαι` は前置詞なしで原因を示し、対格 `τὸν ἀέρα` はこの不定詞の意味上の主語として機能している。
  3. 800bἀναγωσγὴν — テキストの `ἀναγωσγὴν` は写本の誤写であり、弓の弦を「引き戻すこと(ドロー)」を意味する `ἀναγωγήν` として解釈し、翻訳している。

この箇所を引用する

アリストテレス, 聞こえるものについて §1-10. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0086.tlg004.humanitext-grc1:1-10

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。