§1Τὰς δὲ φωνὰς ἁπάσας συμβαίνει γίγνεσθαι καὶ τοὺς ψόφους ἢ τῶν σμάτων ἢ τοῦ ἀέρος πρὸς τὰ σώματα προσπίπτοντος, οὐ τῷ τὸν ἀέρα σχηματίζεσθαι, καθάπερ οἴονταί τινες, ἀλλὰ τῷ κινεῖσθαι παραπλησίως αὐτὸν συστελλόμενον καὶ κτεινόμενον καὶ καταλαμβανόμενον, ἔτι δὲ συγκρούοντα διὰ τὰς τοῦ πνεύματος καὶ τῶν χορδῶν γιγνομένας πληγάς.
所有的声音和响声之产生,皆由于物体相互碰撞,或由于空气撞击物体。 这并非如某些人所认为的那样,是因为空气被塑造成形,而是因为空气以类似的方式运动,被收缩、拉伸和压缩,并且由于呼吸和琴弦所产生的撞击而相互碰撞。
§2Ὅταν γὰρ τὸν ἐφεξῆς ἀέρα πλήξῃ τὸ πνεῦμα τὸ ἐμπῖπτον αὐτῷ, ὁ ἀὴρ ἤδη φέρεται βίᾳ, τὸν ἐχόμενον αὑτοῦ προωθῶν ὁμοίως, ὥστε πάντη τὴν φωνὴν διατείνειν τὴν αὐτόν, ἐφʼ ὅσον συμβαίνει γίγνεσθαι καὶ τοῦ ἀέρος τὴν κίνησιν.
因为当吹入的气流撞击与之相邻的空气时,该空气随即强力运动,以同样的方式推进与其相邻的空气,从而使声音在空气运动所及的范围内,作为相同的声音向四面八方延伸。
Διαχεῖται γὰρ ἐπὶ πλέονα ἡ βία τῆς κινήσεως αὐτοῦ γιγνμμένης, ὥσπερ καὶ τὰ πνεύματα τὰ ἀπὸ τῶν ποταμῶν καὶ ἀπὸ τῆς χώρας ἀποπνέοντα.
因为声音运动的力量在产生时会扩散到更广的地方,就像从河流和陆地吹出的风一样。
§3Τῶν δὲ φωνῶν τυφλαὶ μέν είσι καὶ νεφώδεις ὅσαι τυγχάνουσιν αὐτοῦ καταπεπνιγμνέναι· λαμπραὶ δὲ οἶσαι πόρρω διατείνουσι, καὶ πάντα πληροῦσι τὸν συνεχῆ τόπον, Ἀναπνέομεν δὲ τὸν μὲν ἀέρα πάντες τὸν αὐτόν, τὸ δὲ πνεῦμα καὶ τὰς φωνὰς ἐκπέμπομεν ἀλλοίας διὰ τὰς τῶν ὑποκειμένων ἀγγείων διαφοράς, δι' ὧν ἑκάστου τὸ πνεῦμα περαιοῦται [τὰ] πρὸς τὸν ἔξω τόπον.
在声音中,那些在喉咙自身中被压抑的声音是沉闷而浑浊的;而那些清脆的声音则传得很远,并充满整个连续的空间。 我们所有人吸入的空气都是相同的,但我们发出的气流和声音却各不相同,这是因为作为基础的器官存在差异,每个人的气流正是通过这些器官穿行到外部空间的。
§4Ταῦτα δέ ἐστιν ἥ τε ἀρτηρία καὶ ὁ πνεύμων καὶ τὸ στόμα.
这些器官就是气管、肺和口。
Πλείστην μὲν οὖν διαφορὰν ἀπεργάζονται τῆς φωνῆς αἵ τε τοῦ ἀέρος πληγαὶ καὶ οἱ τοῦ στόματος σχηματισμοί.
因此,给声音带来最大差异的是空气的撞击和口腔的塑形。
§5Φανερὸν δʼ ἐστίν· καὶ γὰρ τῶν φθόγγων αἱ διαφοραὶ πάσαι γίγνονται διὰ ταύτην τὴν αἰτίαν, καὶ τούς αὐτοὺς ὁρῶμεν μιμουμένους καὶ ἵππων φωνὰς καὶ βατράχων καὶ ἀηδόνων καὶ γεράνων καὶ τῶν ἄλλων ζῴων σχεδὸν ἀπάντων, τῷ αὐτῷ χρωμένους πνεύματι καὶ ἀρτηρίᾳ, παρὰ τὸ τὸν ἀέρα διαφόρως ἐκπέμπειν αὐτοὺς ἐκ τοῦ στόματος.
这是显而易见的:因为音调的所有差异都源于这个原因,我们看到同样的人模仿马、青蛙、夜莺、白鹤以及几乎所有其他动物的声音,他们使用相同的气流和气管,仅仅是通过以不同的方式将空气从口中送出。
§6Πολλὰ δὲ καὶ τῶν ὀρνέων, ὅταν ἀκούσωσι, μιμοῦνται τὰς τῶν ἄλλων φωνὰς διὰ τὴν εἰρημένην αἰτίαν.
许多鸟类在听到其他声音时,也会因为上述原因模仿它们的声音。
Ὁ δὲ πνεύμων ὅταν ᾖ μικρὸς καὶ πυκνὸς καὶ σκληρός, οὔτε δέχεσθαι τὸν ἀέρα δύναται πολύν εἰς αὐτὸν οὔτε ἐκπέμπειν πάλιν ἔξω, οὐδὲ τὴν πληγὴν ἰσχυρὰν οὐδὲ εὔρωστον ποιεῖσθαι τὴν τοῦ πνεύματος.
然而,当肺部窄小、紧密且坚硬时,它既不能吸入大量的空气,也不能将其重新送出,既不能使气流的撞击变得强劲,也不能使其变得有力。
§7Διὰ γὰρ τὸ εἶναι σκληρὸς καὶ πυκνὸς καὶ συνδεδεμένος οὐ δύναται λαμβάνειν τὴν διαστολὴν ἐπὶ πολύν τόπον, οὐδὲ πάλιν ἐκ πολλοῦ διαστήματος συνάγων ἑαυτὸν ἐκθλίβειν βίᾳ τὸ πνεῦμα, καθάπερ οὐδʼ ἡμεῖς ταῖς φύσαις, ὅταν ὦσι σκληραὶ καὶ μήτε διαστέλλεσθαι μήτε πιέζεσθαι δύνωνται ῥᾳδίως.
因为由于肺部坚硬、紧密且紧绷,它无法在广阔的空间内进行扩张,也不能从巨大的间距收缩自身以强力挤出气流,正如当风箱坚硬且无法轻易扩张或压缩时,我们亦无法用其鼓风一样。
§8Τοῦτο γάρ ἐστι τὸ ποιοῦν τὴν τοῦ πνεύματος πληγὴν εὔρωστον, ὅταν ὁ πνεύμων ἐκ πολλοῦ διαστήματος συνάγων αὑτὸν ἐκθλίβῃ τὸν ἀέρα βιαίως.
因为这就是使气流的撞击有力的原因:当肺部从巨大的间距收缩自身,强力挤出空气。
Δῆλον δὲ τοῦτʼ ἐστίν· οὐδὲ γὰρ τῶν ἄλλων μορίων οὐθὲν ἐκ μικρᾶς ἀποστάσεως δύναται ποιεῖσθαι τὴν πληγὴν ἰσχυράν.
这是显而易见:因为身体的其他任何部位都无法从很短的距离发出强劲的撞击。
§9Οὔτε γὰρ τῷ σκέλει δυνατόν ἐστιν οὔτε τῇ χειρὶ πατάξαι σφοδρῶς οὐδὲ ἀπορρῖψαι πόρρω τὸ πληγέν, ἐὰν μή τις αὐτῶν ἑκατέρῳ ἐκ πολλοῦ λάβη τῆς πληγῆς τὴν ἀπόστασιν.
因为,无论是用腿还是用手,除非在打击时拉开很大的距离,否则都不可能猛烈地撞击或将受击之物抛得很远。
Εἰ δὲ μή, σκληρὰ μὲν ἡ πληγὴ γίγνεται διὰ τὴν συντονίαν, ἐκβιάζεσθαι δὲ οὐ δύναται πόρρω τὸ πληγέν, ἐπεὶ οὔθ’ οἱ καταπέλται μακρὰν δύνανται βάλλειν οὔθʼ ἡ σφενδόνη οὔτε τόξον, ἄν ᾖ σκληρὸν καὶ μὴ δύνηται κάμπτεσθαι, μηδὲ τὴν ἀναγωσγὴν ἡ νευρὰ λαμβάνειν ἐπὶ πολὺν τόπον.
否则,虽然由于张力使打击变得坚硬,却无法将受击之物强力推远,正如弹射器、投石器和弓如果坚硬而无法弯曲,且弦无法在很大空间内向后拉紧,就无法射得很远一样。
§10Ἐὰν δὲ μέγας ὁ πνεύμων ᾖ καὶ μαλακὸς καὶ εὔτονος, πολὺν τὸν ἀέρα δύναται δέχεσθαι, καὶ τοῦτον ἐκπέμπειν πάλιν, ταμιευόμενος ὡς ἂν βούληται διὰ τὴν μαλακότητα καὶ διὰ τὸ ῥᾳδίως αὐτὸν συστέλλειν.
但如果肺部宽大、柔软且富有张力,它就能吸入大量空气,并能重新送出,由于其柔软性以及易于收缩,可以随心所欲地控制它。
Ἡ δὲ ἀρτηρία μακρὰ μὲν ὅταν ᾖ καὶ στενή, χαλεπῶς ἐκπέμπουσιν ἔξω τὴν φωνὴν καὶ μετὰ βίας πολλῆς διὰ τὸ μῆκος τῆς τοῦ πνεύματος φοράς.
然而,当气管长而狭窄时,人们很难将声音送出,并且由于气流运行的路径过长而需要极大的力量。