§53LIII. κληροῦσι δὲ καὶ <τοὺς> τετταράκοντα, ἐκ τῆς φυλῆς ἑκάστης, πρὸς οὓς τὰς ἄλλας δίκας λαγχάνουσιν·
LIII. 彼らはまた、各部族から「40人」を抽選で選び、彼らに対して人々はその他の訴訟を起こす。
οἳ πρότερ[ον] μὲν ἧσαν τριάκοντα καὶ κατὰ δήμους περιόντες ἐδίκαζον, μετὰ δὲ ἐπὶ τῶν τριάκοντα ὀλιγαρχία[ν] τετταράκοντα γεγόνασιν.
彼らは以前は30人であり、区(デーモス)を巡回して裁判を行っていたが、三十人政権ののち、40人となった。
καὶ τὰ μὲν | μέχρι δέκα δραχμῶν αὐτοτελεῖς εἰσι δ[ικά]ζεῖ]ν, τὰ δ᾿ ὑπὲρ τοῦτο τὸ τίμημα τοῖς διαιτηταῖς παραδιδόασιν.
そして彼らは、10 ドラクメまでの事柄については自決権をもって判決を下すが、それを超える額については仲裁人たちに引き渡す。
οἱ δὲ παραλαβόντες, [ἐ]ὰν μὴ δύνωνται διαλῦσαι, γιγνώσκουσι, κἄν μὲν ἀμφοτέροις ἀρέσκῃ τὰ γνωσθέντα καὶ ἐμμένωσιν, ἔχει τέλος ἡ δίκη.
仲裁人たちは、訴訟を受け取ると、もし和解させることができなければ、判決を下す。 そして、もし当事者の双方にその判決が気に入られ、それに従うならば、訴訟は終了する。
ἄν δ’ 6 ἕτερος ἐφῇ τῶν ἀντιδίκων εἰς τὸ δικαστήριον, ἐμβαλόντες τὰς μαρτυρίας καὶ τὰς προκλήσεις καὶ τοὺς νόμους εἰς ἐχίνους, χωρὶς μὲν τὰς τοῦ διώκοντος χωρὶς δὲ τὰς τοῦ φεύγοντος, καὶ τούτους κατασημηνάμενοι καὶ τὴν γνῶσιν τοῦ διαιτητοῦ γεγραμμένην ἐν γραμματείῳ προσρτησαντες παραδιδόασι το[ῖ] ς δ τοῖς τὴν φυλὴν τοῦ φεύγοντος δικάζουσιν.
しかし、相手方のどちらかが裁判所に控訴した場合は、証言、挑戦、法律を壷(エキノス)の中に入れ、原告のものと被告のものを別々にし、これらを封印し、仲裁人の書面による判決書を木札に括り付けて、被告の部族を担当して裁判を行う4人に引き渡す。
οἱ δὲ παραλαβόντες εἰσάγουσιν εἰς τὸ δικαστήριον, τὰ μὲν ἐντὸς χιλίων εἰς ἕνα καὶ διακοσίους, τὰ δ’ ὑπὲρ χιλίας εἰς ἔρα καὶ τετρακοσίους.
彼らはそれを受け取って裁判所に持ち込むが、1000ドラクメ以下のものは201人の裁判官の前に、1000ドラクメを超えるものは401人の裁判官の前に持ち込む。
οὐκ ἔνεστι δ’ οὔτε νόμοις οὔτε προκλήσεσι οὔτε μαρτυρίαις αλλ’ ἢ ταῖς παρὰ τοῦ διαιτητοῦ χρῆσθαι ταῖς εἰς τοὺς ἐχίνους ἐμβεβλημέναις.
仲裁人のもとで壷の中に入れられたもの以外は、法律も挑戦も証言も用いることはできない。
διαιτηταὶ δ’ εἰσὶν οἶς ἂν ἑξηκοστὸν ἔτος ᾗ·
仲裁人となるのは、60歳に達した者たちである。
τοῦτο δὲ δῆλον ἐκ τῶν ἀρχόντων καὶ τῶν ἐπωνύμων.
このことは、アーコン(執政官)とエポニュモス(名祖)のリストから明らかになる。
εἰσὶ γὰρ ἐπώνυμοι δέκα μὲν οἱ τῶν φυλῶν, δύο δὲ καὶ τετταράκοντα οἱ τῶν ἡλικιῶν·
というのも、名祖には、部族の10名と、年齢の42名がいるからである。
οἱ δὲ ἔφηβοι ἐγγραφόμενοι πρότερον μὲν εἰς λελευκωμένα γραμματεῖα ἐνεγράφοντο, καὶ ἐπεγράφοντο αὐτοῖς ὄ τ᾿ ἐφ’ ὖ ἐνεγράφησαν καὶ ὁ ἐπώνυμος ὁ τῷ προτέρῳ ἔτει δεδιαιτηκώς, νῦν δ’ εἰς στήλην χαλκῆν ἀναγράφονται, καὶ ἵσταται ἡ στήλη πρὸ τοῦ βουλευτηρίου παρὰ τοὺς ἐπωνύμους.
青年(エペボス)たちは、登録される際、以前は白塗りの板に登録され、そこには彼らが登録されたときのアーコンと、前年に仲裁人を務めた名祖の名が書き添えられたが、現在は青銅の柱に刻まれ、その柱は評議会議事堂の前の、名祖たちの傍らに立てられる。
τὸν δὲ τελευταῖον τῶν ἐπωνύμων λαβόντες οἱ τετταράκοντα διανέμουσιν αὐτοῖς τὰς διαίτας καὶ ἐπικληροῦσιν ἅς ἕκαστος διαιτήσει καὶ ἀναγκαῖον ἃς ἂν ἕκαστος λάχῃ διαίτας ἐκδιαιτᾶν.
40人は、この名祖たちのうち最後のものを取得して、彼らに仲裁を割り当て、各自がどの仲裁を担当するかを抽選で決める。 そして、各自が抽選で当たった仲裁について、最後まで仲裁を行うことは義務である。
ὁ γὰρ νόμος, ἄν τις μὴ μὴ γένηται διατητής τῆς ἡλικίας αὐτῷ καθηκούσης, ἄτιμον εἶναι εκλεύει, πλὴν ἐὰν τὐχῃ ἀρχων τι[ν]ὰ ἐν ἐκείνῳ τῷ ἐνιαυτῷ ἢ ἀποδημῶν·
なぜなら法律は、もし自分の年齢が該当する年に仲裁人にならない者がいれば、市民権剥奪(アティモス)に処すよう命じているからである。
οὔτοι δ’ ἀτελεῖς εἰσὶ μόνοι.
ただし、その年に何らかの官職についているか、あるいは国外にいる場合は例外であり、これらのみが免除される。
ἔστιν δὲ καὶ εἰσαγγέλλειν εἰς τοὺς διαιτητάς, ἐάν τις ἀδικηθῇ ὑπὸ τοῦ διαιτητοῦ, κἄν τινος καταγνῶσιν, ἀτιμοῦσθαι κελεύουσιν οἱ νόμοι·
また、もし仲裁人によって不当な扱いを受けた場合、仲裁人たちに告発(エイサンゲリア)することができ、もし彼らが有罪と判定すれば、法律は市民権を剥奪するよう命じている。
ἔφεσις δ’ ἔστι καὶ τούτοις.
ただし、彼らにも控訴の道はある。
χρῶνται δὲ τοῖς ἐπωνύμοις καὶ πρὸς τὰς στρατείας, καὶ ὅταν ἡλικίαν ἐκπέμπωσι προγράφουσιν, ἀπὸ τίνος ἄρχοντος καὶ ἐπωνύμ[ου] μέχρι τίνων δεῖ στρατεύεσθαι.
彼らは、軍事遠征の際にも名祖たちを用い、ある年齢層を送り出すときには、どのアーコンと名祖から、どのアーコンと名祖までが従軍すべきかを事前に告げるのである。