- 底本
- Aristotle. Aristotelis Res Publica Atheniensium. Kenyon, Frederic, editor. Berlin: Reimer, 1903.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0086.tlg003.humanitext-grc1:53
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-03
「40人」の裁判官の役割と、10ドラクメを超える訴訟における公的仲裁人制度(ディアイテタイ)の選出、業務、控訴手続き、および兵役招集における名祖の活用が詳述される。
LIII. κληροῦσι δὲ καὶ <τοὺς> τετταράκοντα, τέτταρας ἐκ τῆς φυλῆς ἑκάστης, πρὸς οὓς τὰς ἄλλας δίκας λαγχάνουσιν· οἳ πρότερ[ον] μὲν ἦσαν τριάκοντα καὶ κατὰ δήμους περιόντες ἐδίκαζον, μετὰ δὲ τὴν ἐπὶ τῶν τριάκοντα ὀλιγαρχία[ν] τετταράκοντα γεγόνασιν. καὶ τὰ μὲν | μέχρι δέκα δραχμῶν αὐτοτελεῖς εἰσι δ[ικά]ζε[ι]ν, τὰ δ᾿ ὑπὲρ τοῦτο τὸ τίμημα τοῖς διαιτηταῖς παραδιδόασιν. οἱ δὲ παραλαβόντες, [ἐ]ὰν μὴ δύνωνται διαλῦσαι, γιγνώσκουσι, κἂν μὲν ἀμφοτέροις ἀρέσκῃ τὰ γνωσθέντα καὶ ἐμμένωσιν, ἔχει τέλος ἡ δίκη. ἂν δ’ ὁ ἕτερος ἐφῇ τῶν ἀντιδίκων εἰς τὸ δικαστήριον, ἐμβαλόντες τὰς μαρτυρίας καὶ τὰς προκλήσεις καὶ τοὺς νόμους εἰς ἐχίνους, χωρὶς μὲν τὰς τοῦ διώκοντος χωρὶς δὲ τὰς τοῦ φεύγοντος, καὶ τούτους κατασημηνάμενοι καὶ τὴν γνῶσιν τοῦ διαιτητοῦ γεγραμμένην ἐν γραμματείῳ προσαρτήσαντες παραδιδόασι το[ῖ]ς δ̅ τοῖς1 τὴν φυλὴν τοῦ φεύγοντος δικάζουσιν. οἱ δὲ παραλαβόντες εἰσάγουσιν εἰς τὸ δικαστήριον, τὰ μὲν ἐντὸς χιλίων εἰς ἕνα καὶ διακοσίους, τὰ δ’ ὑπὲρ χιλίας εἰς ἕνα καὶ τετρακοσίους. οὐκ ἔξεστι δ’ οὔτε νόμοις οὔτε προκλήσεσι οὔτε μαρτυρίαις ἀλλ’ ἢ ταῖς παρὰ τοῦ διαιτητοῦ χρῆσθαι ταῖς εἰς τοὺς ἐχίνους ἐμβεβλημέναις. διαιτηταὶ δ’ εἰσὶν οἷς ἂν ἑξηκοστὸν ἔτος ᾖ·2 τοῦτο δὲ δῆλον ἐκ τῶν ἀρχόντων καὶ τῶν ἐπωνύμων. εἰσὶ γὰρ ἐπώνυμοι δέκα μὲν οἱ τῶν φυλῶν, δύο δὲ καὶ τετταράκοντα οἱ τῶν ἡλικιῶν· οἱ δὲ ἔφηβοι ἐγγραφόμενοι πρότερον μὲν εἰς λελευκωμένα γραμματεῖα ἐνεγράφοντο, καὶ ἐπεγράφοντο αὐτοῖς ὅ τ᾿ ἄρχων ἐφ’ οὗ ἐνεγράφησαν καὶ ὁ ἐπώνυμος ὁ τῷ προτέρῳ ἔτει δεδιαιτηκώς,3 νῦν δ’ εἰς στήλην χαλκῆν ἀναγράφονται, καὶ ἵσταται ἡ στήλη πρὸ τοῦ βουλευτηρίου παρὰ τοὺς ἐπωνύμους. τὸν δὲ τελευταῖον τῶν ἐπωνύμων4 λαβόντες οἱ τετταράκοντα διανέμουσιν αὐτοῖς τὰς διαίτας καὶ ἐπικληροῦσιν ἃς ἕκαστος διαιτήσει· καὶ ἀναγκαῖον ἃς ἂν ἕκαστος λάχῃ διαίτας ἐκδιαιτᾶν. ὁ γὰρ νόμος, ἄν τις μὴ γένηται διαιτητὴς τῆς ἡλικίας αὐτῷ καθηκούσης, ἄτιμον εἶναι κελεύει, πλὴν ἐὰν τύχῃ ἀρχὴν ἄρχων τι[ν]ὰ ἐν ἐκείνῳ τῷ ἐνιαυτῷ ἢ ἀποδημῶν· οὗτοι δ’ ἀτελεῖς εἰσὶ μόνοι. ἔστιν δὲ καὶ εἰσαγγέλλειν εἰς τοὺς διαιτητάς, ἐάν τις ἀδικηθῇ ὑπὸ τοῦ διαιτητοῦ, κἄν τινος καταγνῶσιν, ἀτιμοῦσθαι κελεύουσιν οἱ νόμοι· ἔφεσις δ’ ἔστι καὶ τούτοις. χρῶνται δὲ τοῖς ἐπωνύμοις καὶ πρὸς τὰς στρατείας, καὶ ὅταν ἡλικίαν ἐκπέμπωσι προγράφουσιν, ἀπὸ τίνος ἄρχοντος καὶ ἐπωνύμ[ου] μέχρι τίνων δεῖ στρατεύεσθαι.
LIII. 彼らはまた、「40人」を、各部族から4名ずつ抽選で選び、彼らに対して人々はその他の訴訟を起こす。彼らは以前は30人であり、区(デーモス)を巡回して裁判を行っていたが、三十人政権ののち、40人となった。そして彼らは、10ドラクメまでの事柄については自決権をもって判決を下すが、それを超える額については仲裁人たちに引き渡す。仲裁人たちは、訴訟を受け取ると、もし和解させることができなければ、判決を下す。そして、もし当事者の双方にその判決が気に入られ、それに従うならば、訴訟は終了する。しかし、相手方のどちらかが裁判所に控訴した場合は、証言、挑戦、法律を壷(エキノス)の中に入れ、原告のものと被告のものを別々にし、これらを封印し、仲裁人の書面による判決書を木札に括り付けて、被告の部族を担当して裁判を行う4人に引き渡す。彼らはそれを受け取って裁判所に持ち込むが、1000ドラクメ以下のものは201人の裁判官の前に、1000ドラクメを超えるものは401人の裁判官の前に持ち込む。仲裁人のもとで壷の中に入れられたもの以外は、法律も挑戦も証言も用いることはできない。仲裁人となるのは、60歳に達した者たちである。このことは、アーコン(執政官)とエポニュモス(名祖)のリストから明らかになる。というのも、名祖には、部族の10名と、年齢の42名がいるからである。青年(エペボス)たちは、登録される際、以前は白塗りの板に登録され、そこには彼らが登録されたときのアーコンと、前年に仲裁人を務めた名祖の名が書き添えられたが、現在は青銅の柱に刻まれ、その柱は評議会議事堂の前の、名祖たちの傍らに立てられる。40人は、この名祖たちのうち最後のものを取得して、彼らに仲裁を割り当て、各自がどの仲裁を担当するかを抽選で決める。そして、各自が抽選で当たった仲裁について、最後まで仲裁を行うことは義務である。なぜなら法律は、もし自分の年齢が該当する年に仲裁人にならない者がいれば、市民権剥奪(アティモス)に処すよう命じているからである。ただし、その年に何らかの官職についているか、あるいは国外にいる場合は例外であり、これらのみが免除される。また、もし仲裁人によって不当な扱いを受けた場合、仲裁人たちに告発(エイサンゲリア)することができ、もし彼らが有罪と判定すれば、法律は市民権を剥奪するよう命じている。ただし、彼らにも控訴の道はある。彼らは、軍事遠征の際にも名祖たちを用い、ある年齢層を送り出すときには、どのアーコンと名祖から、どのアーコンと名祖までが従軍すべきかを事前に告げるのである。
- 53.2το[ῖ]ς δ̅ τοῖς
テキストの το[ῖ] ς δ のうち、ギリシア文字の数記法で δ は「4」を意味する。これは τοῖς τέτταρσι(4人の者に)の略記であり、「40人」の裁判官のうち、被告の所属する部族を担当する4名の裁判官に訴訟資料を引き渡すことを意味する。
- 53.4διαιτηταὶ δ’ εἰσὶν οἷς ἂν ἑξηκοστὸν ἔτος ᾖ
関係節 οἷς ἂν ἑξηκοστὸν ἔτος ᾖ(60年目の年齢にある者たち)は、一般的定義を表す接続法節(ἄν + 接続法)。これは59歳に達し、60歳としての1年間を迎えている市民を指し、この年齢層が公的仲裁人の義務を負う。
- 53.4ὁ ἐπώνυμος ὁ τῷ προτέρῳ ἔτει δεδιαιτηκώς
完了分詞 δεδιαιτηκώς は、前年度において1年間仲裁人の義務を務め上げた年齢階層の名祖を指す。この名祖の年齢層はちょうど61歳に達した世代となる。
- 53.5τὸν δὲ τελευταῖον τῶν ἐπωνύμων
τελευταῖος は時間的・配列的に「最後」を意味する。「42の年齢階層の名祖」のうち最長老(今年60歳になり仲裁の義務を負う世代)の名祖を指し、この世代がその年の公的仲裁の任務を割り当てられる。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・修正履歴(27 件・最終 2026-10-12)
- 2026-10-12 AI校閲 — 訳文 1 件
- 2026-10-12 底本との照合 — 原文 2 件
- 2026-10-11 底本との照合 — 原文 23 件
- 2026-09-22 AI校閲 — 原文 1 件
