§13XIII. τὴν μὲν οὖν ἀποδημίαν ἐποιήσατο διὰ ταύτας τὰς αἰτίας.
XIII. したがって、彼はこれらの原因のために旅立ったのである。
Σόλωνος δ᾿ ἀποδημήσαντος, ἔτι τῆς πόλεως τεταραγμένης, ἐπὶ μὲν ἔτη τέτταρα διῆγον ἐν ἡσυχίᾳ·
ソロンが旅立った後も、都市はいまだ混乱したままであり、4年間は平穏に過ごした。
τῷ δὲ πέμπτῳ μετὰ τὴν Σόλωνος ἀρχὴν οὐ κατέστησαν ἄρχοντα διὰ τὴν στ[άσ]ιν, καὶ πάλιν ἔτει πέμπτῳ διὰ τὴν αὐτὴν αἰτίαν ἀναρχίαν ἐποίησαν.
しかし、ソロンの執政期から5年目に、彼らは党争のために執政官を任命せず、さらに5年目にも同じ原因で無政府状態をもたらした。
μετὰ δὲ ταῦτα διὰ τῶν αὐτῶν χρόνων Δαμασίας αἱρεθεὶς ἄρχων ἔτη δύο καὶ δύο μῆνας ἦρξεν, ἕως ἐξηλάθη βίᾳ τῆς ἀρχῆς.
この後、同じ期間を経て、ダマシアスが執政官に選ばれ、2年2か月間統治したが、ついに暴力によって職から追い出された。
εἶτ᾿ ἔδοξ[εν] αὐτοῖς διὰ τὸ στασιάζειν ἄρχοντας ἐλέσθαι δέκα, πέντε μὲν εὐπατριδῶ, τρεῖς δὲ ἀ[γ]ροίκων, δύο δὲ δημιουργῶν, καἱ οὗτοι τὸν μετὰ Δαμασίαν ἦρξαν ἐνιαυτόν.
それから彼らは、党争のために10人の執政官を選ぶことに決めた。 すなわち、エウパトリダイから5人、農民から3人、手工業者から2人であり、彼らがダマシアスの後の1年間を統治した。
ᾧ καὶ δῆλον ὅτι μεγίστην εἶχεν δύναμιν ό ἄρχων·
このことから、執政官が最大の権力を持っていたことは明らかである。
φαίνονται γὰρ αἰεὶ στασιάζοντες περὶ τῆς τῆς ἀρχῆς.
なぜなら彼らは常に執政官職をめぐって党争を行っていたように見えるからである。
ὅλως δὲ διετέλουν νοσοῦντες τὰ πρὸς ἑαυτούς, οἳ μὲν ἀρχὴν καὶ πρόφασιν ἔχοντες τὴν τῶν χρεῶν ἀποκοπήν (συνεβεβήκει γὰρ αὐτοῖς πένησιν), οἳ δὲ τῇ πολιτείᾳ δυσχεραίνοντες διὰ τὸ μεγάλην γεγονέναι μεταβολήν, ἔνιοι δὲ διὰ [τὴν] πρὸς ἀλλήλους φιλονικίαν.
全体として、彼らは内輪で争い病み続けていた。 ある人々は債務の帳消しを原因としており(というのも彼らは貧しくなっていたからである)、他の人々は大きな変革が起こったために国制に不満を抱いており、別の人々は互いの敵対心のためであった。
ἦσαν δ᾿ αἱ στάσεις τρεῖς·
党争は3つあった。
μία μὲν τῶν παραλίων, ὧν προειστήκει Μεγακλῆς ὁ Ἀλκμέωνος, οἵπερ ἐδόκουν μάλιστα διώκειν τὴν μέσην πότεόαμ·
1つは海岸部の人々のもので、メガクレス(アルクメオンの息子)が指導しており、彼らは特に中道的な国制を追求していると思われていた。
ἄλλη δὲ τῶν πεδιακῶν, οἳ τὴν ὀλιγαρχίαν ἐζήτουν, ἡγεῖτο δ᾿ αὐτῶν Λυκοῦργος·
もう1つは平野部の人々のもので、寡頭制を求めており、彼らの指導者はリュクルゴスであった。
τρίτη δ᾿ ἡ τῶν διακρίων, ἐφ᾿ ᾗ τεταγμένος ἦν Πεισίστρατος, δημοτι[κ]ώτατος εἶναι δοκῶν.
3つ目は高地部の人々のもので、そこにはペイシストラトスが配されており、彼は最も民主的な人物であると思われていた。
προσεκεκόσμηντο δὲ τούτοις οἵ τε ἀφ[ῃ]ρημένοι τὰ χρέα διὰ τὴν ἀπορ[ί]αν καὶ οἱ τῷ γένει μὴ καθαροὶ διὰ τὸv φόβον·
彼らには、貧しさのために債務を免除された人々や、身元が純粋でないために恐れを抱いている人々が追加で加わっていた。
σημεῖον δ᾿, ὅτι μετὰ τὴν [τῶν] τυράννων κατάλυσιν ἐποίησαν διαψηφισμόν, ὡς πολλῶν κοινωνούντων τῆς πολιτείας οὐ προσῆκον.
その証拠として、僭主たちの打倒の後に、多くの人々がふさわしくないのに市民権を共有しているとして、彼らが市民籍検査を行ったことが挙げられる。
εἶχον δὲ ἕκαστοι τὰς ἐπωνυμίας ἀπὸ τῶν τόπων έν οἷς ἐγεώργουν.
それぞれは、彼らが農耕を行っていた地域にちなんでその呼び名を持っていた。
§14XIV. δημοτικώτατος δ᾿ εἶναι δοκῶν ό Πεισιστρατος καὶ σφόδρ᾿ εὐδοκιμηκὼς ἐν τῷ πρὸς Μεγαρέας πολέμῳ, κατατραυματίσας ἑαυτὸν συνέπεισε τὸν δῆμον, ὡς ὑπὸ τῶν ἀντιστασιωτῶν ταῦτα πεπονθώς, φυλακὴν ἑαυτῷ δοῦναι τοῦ σώματος, Ἀριστίωνος γράψαντος τὴν γνώμην.
XIV. 最も民主的な人物であると思われ、またメガラ人との戦争で非常に名声を博したペイシストラトスは、自ら傷を負って、「これらは敵対する党派の者たちから被ったものだ」と民衆を説得し、自分に身辺護衛を認めるように求めた(アリスティオンがこの決議案を起草した)。
λαβὼν δὲ τοὺς κορθνηφόρους καλουμένους, ἐπαναστὰς μετὰ τούτων τῷ δήμῳ κατέσχε τὴν α'κρόπολιν ἔτει δευτέρῳ καὶ τριακοστῷ μετὰ τὴν τῶν νόμων θέσιν ἐπὶ Κωμέου ἄρχοντος.
そして彼は「棍棒持ち」と呼ばれる者たちを連れて、これらとともに民衆に対して蜂起し、法律の制定から32年目に、コメアスの執政期にアクロポリスを占拠した。
λέγεται δὲ Σόλωνα, Πεισιστράτου τὴν φυλακὴν αἰτοῦντος, ἀντιλέξαι καὶ εἰπεῖν ὅτι τῶν μὲν εἴη σοφώτερος, τῶν δ᾿ ἀνδορεεό[τε]ρος·
ソロンは、ペイシストラトスが護衛を求めていた時、これに反対して、「自分はある者たちよりも賢く、他の者たちよりも勇敢である」と述べたと言われる。
ὅσοι μὲν γὰρ ἀγνοοῦσι Πεισίστρατον ἐπιτιθύμενον, τυραν[νίδι], σοφώτερος εἷναι τούτων, ὅσι δ᾿ δἰδότες κατασιωπωσινότερος.
すなわち、ペイシストラトスが僭主の地位を狙っていることを知らない者たちよりは賢く、知っていながら沈黙している者たちよりは勇敢である、と。
ἐπεὶ δὲ λέγων [οὐκ ἔ]πειθεν, ἐξαράμενος τὰ ὅπλα πρὸ τῶν θυρῶν αὐτὸς μὲν ἔφη βεβοηθηκέναι τῇ πατρίδι καθ᾿ ὅσον ἧν δυνατός (ἤδη γὰρ σφόδρα πρεσβύτης ἧν), ἀξιοῦν δὲ καὶ τοὺς ἄλλους ταὐτὸ τοῦτο ποιεῖν.
しかし、語っても説得できなかったので、彼は門の前に自分の武器を運び出し、「自分はできる限りの方法で祖国を助けた(彼はすでに非常に老いていたからである)」と語り、他の者たちにも同じことをするよう求めた。
Σόλων μὲν [οὗν ο]ὐδὲν ἤνυσεν τότε παρακαλῶν·
ソロンはそのとき呼びかけたものの、何も成し遂げられなかった。
Πεισίστρατος δὲ λαβὼν τὴν ἀρχὴν διῴκει τὰ κοινὰ πολιτικῶς μᾶλλον ἢ τυραννικῶς.
しかしペイシストラトスは支配権を握ると、公務を僭主的というよりは市民社会の法に即して管理した。
οὔπω δὲ τῆς ἀρχῆς ἐρριζωμένης ὁμοφρονήσαντες οἱ πεὶ τὸν Μεγακλέα καὶ τὸν Λυκοῦργον ἐξέβαλον αὐτὸν ἕκτῳ ἔτει μετὰ τὴν πρώτην κατάστασιν ἐφ᾿ Ἡγησίου ἄρχοντος.
彼の支配がまだ根づいていなかったとき、メガクレスとリュクルゴスの周りの者たちが合意して、最初の成立から6年目に、ヘゲシアスの執政期に彼を追放した。
ἔτει δὲ δωδεκάτῳ μετὰ ταῦτα περιελαυνόμενος ὁ Μεγακλῆς τῇ στάσει, πάλιν ἐπικηρυκευσάμενος πρὸς τὸν Πεισίστρατον ἐφ᾿ ᾦ τε τὴν θυγατέρα αὐτοῦ λήψεται, κατήγαγεν αὐτὸν ἀρχαίως καὶ λίαν ἁπλῶς.
その12年後に、メガクレスが党争に翻弄され、自分の娘を彼に妻として与えるという条件で再びペイシストラトスに交渉を持ちかけ、彼を古風に、そしてあまりに素朴な方法で帰還させた。
προδιασπείρας γὰρ λόγον ὡς τῆς Ἀθηνᾶς καταγούσης Πεισίστρατον, καὶ γυναῖκα μεγάλην καὶ καλὴν ἐξευρών, ὡς μὲν Ἡρόδοτός φησιν, ἐκ τοῦ δήμου τῶν Παιανιέων, ὡς δ᾿ ἔνιοι λέγουσιν ἐκ τοῦ Κολλυτοῦ στεφανόπωλιν Θρᾷτταν, ᾖ ἄνομα Φύη, τὴν θεὸν ἀπομιμησάμενος τῷ κόσμῳ συνεισήγαγεν μετ᾿ αὐτοῦ·
すなわち、アテナ女神がペイシストラトスを連れ戻すという噂をあらかじめ流し、背が高く美しい女性(ヘロドトスが言うにはパイアニア区の出身、あるいは一部の者が言うにはコリュトス出身の、名をピュエという花冠売りのトラキア人女性)を見つけ出し、女神の衣装を模して彼とともに伴わせたのである。
καὶ ὁ μὲν Πεισίστρατος ἐφ᾿ ἅρματος εἰσήλαυνε παραιβατούσης τῆς γυναικός, οἱ δ᾿ ἐν τῷ ἄστει προσχυνοῦντες ἐδέχοντο θαυμάζοντες.
そしてペイシストラトスは馬車に乗り、その女性を隣に立たせて乗り込み、市内の人々は驚嘆し平伏しながら彼らを受け入れた。