§1.1.45#2Τῶν δʼ ἐν τῷ τελευταίῳ σχήματι συλλογισμῶν εἷς μόνος οὐκ ἀναλύεται εἰς τὸ πρῶτον, ὅταν μὴ καθόλου τεθῇ τὸ στερητικόν, οἱ δʼ ἄλλοι πάντες ἀναλύονται.
最後(第三)の格における推論のうち、否定的な前提が全称的に置かれないとき、ただ一つだけが第一格へと分析されず、それ以外のすべては分析される。
κατηγορείσθω γὰρ παντὸς τοῦ Γ ὁ Α καὶ τὸ Β·
なぜなら、AとBがすべてのCについて述定されるとしよう。
οὐκοῦν ἀντιστρέψει τὸ Γ πρὸς ἑκάτερον ἐπὶ μέρους·
したがって、Cは双方に対して特称的に換位するであろう。
ὑπάρχει ἄρα τινὶ τῷ Β. ὥστ᾿ ἔσται τὸ πρῶτον σχῆμα, εἰ τὸ μὲν Α παντὶ τῷ Γ, τὸ δὲ Γ τινὶ τῷ Β. καὶ εἰ τὸ μὲν παντὶ τῷ Γ, τὸ δὲ Β τινί, ὁ αὐτὸς λόγος·
それゆえ、CはあるBに属する。 したがって、もしAがすべてのCに属し、CがあるBに属するなら、第一格となる。 また、一方がすべてのCに属し、他方が[あるCに]属する場合も、同じ議論である。
ἀντιστρέφει γὰρ πρὸς τὸ Β τὸ Γ. ἐὰν δὲ τὸ μὲν Β παντὶ τῷ Γ, τὸ δὲ Α τινὶ τῷ Γ, πρῶτος ὅρος. θετέος τὸ Β·
なぜなら、CはBに対して換位するからである。 しかし、もしBがすべてのCに属し、AがあるCに属するなら、第一の項としてBを設定しなければならない。
τὸ γὰρ Β παντὶ τῷ Γ, τὸ δὲ Γ τινὶ τῷ Α, ὥστε τὸ Β τινὶ τῷ Α. ἐπεὶ δʼ ἀντιστρέφει τὸ ἐν μέρει, καὶ τὸ Α τινὶ τῷ ὑπάρξει.
なぜなら、BはすべてのCに属し、CはあるAに属することになり、したがってBはあるAに属することになるからである。 そして、特称肯定は換位するので、AもあるBに属することになる。
καὶ εἰ στερητικὸς ὁ συλλογισμός, καθόλου τῶν ὅρων ὄντων, ὁμοίως ληπτέον.
また、推論が否定的で、項が全称的である場合も、同様に解さねばならない。
ὑπαρχέτω γὰρ τὸ Β παντὶ τῷ Γ, τὸ δὲ Α μηδενί·
なぜなら、BがすべてのCに属し、AがどのCにも属さないとしよう。
οὐκοῦν τινὶ τῷ Β ὑπάρξει τὸ Γ, τὸ δὲ Α οὐδενὶ τῷ Γ, ὥστʼ ἔσται μέσον τὸ Γ. ὁμοίως δὲ καὶ εἰ τὸ μὲν στερητικὸν καθόλου, τὸ δὲ κατηγορικὸν ἐν μέρει·
したがって、CはあるBに属し、AはどのCにも属さないので、Cが中項となる。 同様に、否定前提が全称で、肯定前提が特称である場合もそうである。
τὸ μὲν γὰρ Α οὐδενὶ τῷ Γ, τὸ δὲ Γ τινὶ τῶν Β ὑπάρξει.
なぜなら、AはどのCにも属さず、CはあるBに属することになるからである。
ἐὰν δʼ ἐν μέρει ληφθῇ τὸ στερητικόν, οὐκ ἔσται ἀνάλυσις, οἷον εἰ τὸ μὲν Β παντὶ τῷ Γ, τὸ δὲ τινὶ μὴ ὑπάρχει·
しかし、否定前提が特称で取られる場合、分析は成り立たない。 たとえば、BがすべてのCに属し、AがあるCに属さない場合である。
ἀντιστραφέντος γὰρ τοῦ Β Γ ἀμφότεραι αἱ προτάσεις ἔσονται κατά μέρος.
なぜなら、BとCが換位されると、双方の前提が特称になってしまうからである。
Φανερὸν δὲ καὶ ὅτι πρὸς τὸ ἀναλύειν εἰς ἄλληλα τὰ σχήματα ἡ πρὸς τῷ ἐλάττονι ἄκρῳ πρότασις ἀντιστρεπτέα ἐν ἀμφοτέροις τοῖς σχήμασι·
また、格同士を相互に分析するためには、両方の格において、小端に係る前提を換位しなければならないことも明らかである。
ταύτης γὰρ μετατιθεμένης ἡ μετάβασις ἐγίνετο.
なぜなら、この前提が変換されることによって移行が行われていたからである。
Τῶν δʼ ἐν τῷ μέσῳ σχήματι ἅτερος μὲν ἀναλύεται, ἅτερος δʼ οὐκ ἀναλύεται, εἰς τὸ τρίτον.
中間(第二)の格における推論のうち、一方は第三格へと分析されるが、他方は分析されない。
ὅταν μὲν γὰρ ᾖ τὸ καθόλου στερητικόν, ἀναλύεται.
すなわち、全称否定があるときには分析される。
εἰ γὰρ τὸ Α μηδενὶ τῷ Β, τῷ δὲ Γ τινί, ἀμφότερα ὁμοίως ἀντιστρέφει πρὸς τὸ Α, ὥστε τὸ μὲν β οὐδενὶ τῷ Α, τὸ δὲ Γ τινί·
なぜなら、もしAがどのBにも属さず、Cのあるものに属するなら、双方が同様にAに対して換位するので、 BはどのAにも属さず、CはあるAに属することになり、したがってAが中項となる。
μέσον ἄρα τὸ Α. ὅταν δὲ τὸ Α παντὶ τῷ Β, τῷ δὲ Γ τινὶ μὴ ὑπάρχῃ, οὐκ ἔσται ἀνάλυσις·
しかし、AがすべてのBに属し、Cのあるものに属さないときには、分析は成り立たない。
οὐδετέρα γὰρ τῶν προτάσεων ἐκ τῆς ἀντιστροφῆς καθόλου.
なぜなら、換位によって前提のどちらも全称にはならないからである。
Καὶ οἱ ἐκ τοῦ τρίτου δὲ σχήματος ἀναλυθήσονται εἰς τὸ μέσον, ὅταν ᾖ καθόλου τὸ στερητικόν, οἷον εἰ τὸ μηδενὶ τῷ Γ, τὸ δὲ Β τινὶ ἢ παντί.
また、第三格からの推論も、否定前提が全称であるときには、中間格へと分析される。 たとえば、Aがどの Cにも属さず、BがあるCまたはすべてのCに属する場合である。
καὶ γὰρ τὸ Γ τῷ μὲν Α οὐδενί, τῷ δὲ Β τινὶ ὑπάρξει.
なぜなら、CはどのAにも属さず、あるBに属することになるからである。
ἐὰν δʼ ἐπὶ μέρους ᾖ τὸ στερητικόν, οὐκ ἀναλυθήσεται·
しかし、否定前提が特称である場合には、分析されない。
οὐ γὰρ δέχεται ἀντιστροφὴν τὸ ἐν μέρει ἀποφατικόν.
なぜなら、特称否定は換位を受け入れないからである。
Φανερὸν οὖν ὅτι οἱ αὐτοὶ συλλογισμοὶ οὐκ ἀναλύονται ἐν τούτοις τοῖς σχήμασιν οἵπερ οὐδʼ εἰς τὸ πρῶτον ἀνελύοντο, καὶ ὅτι εἰς τὸ πρῶτον· σχῆμα τῶν συλλογισμῶν ἀναγομένων οὗτοι μόνοι διὰ τοῦ ἀδυνάτου περαίνονται.
したがって、第一格へ分析されなかったまさにそれらの推論は、これらの格の間でも分析されないこと、そして、推論が第一格へと還元されるとき、これらのみが背理法によって結論されることは明らかである。
Πῶς μὲν οὖν δεῖ τοὺς συλλογισμοὺς ἀνάγειν, καὶ ὅτι ἀναλύεται τὰ σχήματα εἰς ἄλληλα, φανερὸν ἐκ τῶν εἰρημένων.
推論をどのように還元すべきか、また各格がどのように相互に分析されるかは、以上の言われたことから明らかである。