§9.70.1Οὐολοῦσκοι δʼ ὑπό τε θράσους καὶ αὐθαδείας προαχθέντες τοῦ τε Ῥωμαϊκοῦ στρατεύματος ὡς οὐκ ἀξιομάχου ὄντος πρὸς τὸ ἑαυτῶν πλῆθος συμφέρεσθαι καταφρονήσαντες ἐξῆλθον ἀγωνιούμενοι περὶ τῆς γῆς, καὶ πλησίον τοῦ Οὐετουρίου κατεστρατοπέδευσαν.
ボルスキ人たちは、大胆さと傲慢さに駆り立てられ、またローマの軍勢が自分たちの多兵に比べれば交戦するに足りないものと侮って、自らの領土をめぐって戦うために出撃し、ウェトゥリウスの近くに陣を敷いた。
οἷα δὲ φιλεῖ πάσχειν στραιὰ νεοσύλλεκτος ἔκ τε πολιτικοῦ καὶ γεωργικοῦ πρὸς καιρὸν συνελθόντος ὄχλου συναχθεῖσα, ἐν ᾗ πολὺ καὶ τὸ ἄνοπλον ἦν καὶ κινδύνων ἄπειρον, οὐδʼ εἰς χεῖρας ἐλθεῖν τοῖς πολεμίοις ἐθάρσησεν·
しかし、市民や農夫たちが一時的に集まった群衆からなる新兵の軍勢(その中には武器を持たない者や戦闘の経験がない者が多く含まれていた)がしばしば陥りがちなことであるが、彼らは敵と直接交戦する勇気すらなかった。
§9.70.2ἀλλʼ ἅμα τῇ πρώτῃ τῶν Ῥωμαίων ἐφόδῳ διαταραχθέντες οἱ πολλοὶ καὶ οὔτʼ ἀλαλαγμὸν οὔθʼ ὅπλων κτύπον ἀνασχόμενοι, προτροπάδην ἔφευγον εἰς τὰ τείχη·
むしろ、ローマ人の最初の突撃を受けるやいなや、その大部分がパニックに陥り、鬨の声にも武器の響きにも耐えかねて、城壁へと一目散に逃走した。
ὥστε πολλοὺς μὲν ἐν ταῖς στενοχωρίαις τῶν ὁδῶν καταληφθέντας ἀποθανεῖν, πολλῷ δὲ πλείους παρὰ ταῖς πύλαις ὠθουμένους τῶν ἱππέων ἐπιδιωκόντων.
その結果、多くの者が道幅の狭い場所で追いつかれて命を落とし、さらに多くの者が、追撃する騎兵から逃れようと門のところで押し合いをしている最中に死亡した。
§9.70.3Οὐολοῦσκοι μὲν οὖν ταύτῃ χρησάμενοι τῇ συμφορᾷ σφᾶς αὐτοὺς ᾐτιῶντο τῆς ἀφροσύνης, καὶ οὐδὲν ἔτι παρακινδυνεύειν ἐπειρῶντο.
このような敗北を喫したボルスキ人たちは、自らの愚行を深く悔やみ、もはやそれ以上の危険な企てをしようとはしなかった。
οἱ δὲ τὰς ἐν ὑπαίθρῳ στρατιὰς Οὐολούσκων τε καὶ Αἰκανῶν ἔχοντες ἡγεμόνες, πυνθανόμενοι τὰ οἰκεῖα πολεμούμενα γενναῖόν τι καὶ οὗτοι δρᾶν ἐβουλεύσαντο, ἀναστάντες ἐκ τῆς Ἑρνίκων τε καὶ Λατίνων γῆς ἐπὶ τὴν Ῥώμην ἄγειν ὡς εἶχον ὀργῆς τε καὶ τάχους, τὸν στρατόν, κατὰ τοιάνδε τινὰ καὶ αὐτοὶ δόξαν, ὅτι δυεῖν ἔργων καλῶν θάτερον αὐτοῖς κατορθῶσαι ὑπάρξει, ἢ τὴν Ῥώμην ἀφύλακτον οὖσαν ἑλεῖν, ἢ τοὺς πολεμίους ἐκ τῆς ἑαυτῶν χώρας ἐκβαλεῖν, ὡς δὴ τῶν ὑπάτων ἀναγκασθησομένων πολεμουμένῃ §9.70.4τῇ πατρίδι βοηθεῖν.
他方、野営地にあったボルスキ人とアイクイ人の軍勢を率いていた指揮官たちは、自国が攻撃にさらされているという知らせを受け取ると、彼ら自身も大胆な行動を起こすことを決意し、ヘルニキ人とラティウム人の土地から立ち上がって、怒り狂いながら全速力でローマへと軍を進めた。 これは、彼らもまた次のように考えたからである。 すなわち、二つの輝かしい成果のうちいずれか一方は成し遂げられるであろう、すなわち、無防備なローマを奪取するか、さもなくば、祖国が攻撃されることで執政官たちがその救出に赴くことを余儀なくされるであろうから、ということであった。
ταῦτα διανοηθέντες ἦγον τὴν στρατιὰν ἐπιταχύνοντες, ἵνʼ ἐξ ἀπροσδοκήτου τῇ πόλει συμμίξαντες εὐθὺς ἔργου ἔχωνται.
彼らはこのように考えて軍を急がせて進め、不意を突いて市に到着し、ただちに行動を開始できるようにした。